Page images
PDF
EPUB

EURIPIDIS

OPERA OMNIA;

EX EDITIONIBUS PRÆSTANTISSIMIS

FIDELITER RECUSA;

LATINA INTERPRETATIONE, SCHOLIIS ANTIQUIS,

ET

ERUDITORUM OBSERVATIONIBUS,

ILLUSTRATA:

NECNON

INDICIBUS OMNIGENIS

INSTRUCTA.

VOLUMEN SECUNDUM.

GLASGUÆ:

EX PRELO ACADEMICO,

CURA ET TYPIS ANDREÆ ET JOANNIS M. DUNCAN ;

IMPENSIS RICARDI PRIESTLEY,

LONDINI.

KF23218

G236.162

ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ.

ARGUMENTUM MATTHIEI, E COD, GUELPHER BYTA NO.

[ocr errors]

αν

ΑΡΠΑΣΘΕΙΣΗΣ Εὐρώπης ὑπὸ Διὸς, γενομένου ταύρου, καὶ μετακομισθείσης ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην, ὁ μὲν πατὴς αὐτῆς ̓Αγήνως ἔπεμψε τὸν υἱὸν Κάδμον ἐπὶ ζήτησιν τῆς κόρης, εἰπὼν, εἰ μὴ ταύτην εὑρὼν ἄξοι, μήδ ̓ ἂν αὐτὸν ἐπανελθεῖν οἴκαδε. Κάδμος δὲ οὐκ ἔχων, ὅ τι δράσεις, μόνην ἔγνω τῆς ἀπορίας λύσιν καταφυγεῖν εἰς ̓Απόλλω κἀκ τούτου γνῶναι, τί δεῖ ποιεῖν. καὶ ὃς χρᾷ μὲν οὐδὲν αὐτῷ περὶ τῆς Εὐρώπης, λέγει δὲ ὡς ἐξελθόντα ἐκεῖθεν, ἀκολουθήσαντα βοί, οἳ ἂν αὕτη γε πέσῃ, κἀκεῖ κτίζειν πόλιν. ὁ δὲ πεισθεὶς τῷ χρησμῷ τὴν μὲν πρὸς τὴν πατρίδα ἐπάνοδον εἴασε, βοῦν δὲ κατὰ τύχην εὑρὼν ἡγεμόνα τῆς ὁδοῦ ἐποιήσατο. ἐλθούσης δὲ αὐτῆς ἐν ᾧ νῦν ἑστήκασι τόπῳ αἱ Θῆβαι, κἀκεῖ παραχρῆμα πεσούσης, ἔγνω τε οὗτος τὸν χρησμὸν τελεσφόρον, καὶ πόλιν ἑπτάπυλον χτίζει τὰς Θήβας ὁμωνύμους τῶν ἑκατονταπύλων Αἰγυπτίων Θηβῶν, χρησάμενος ἐπιστήμονι τῆς οἰκοδομῆς καὶ ἐργάτῃ ̓Αμφίονι τῷ μουσικῷ· τοῦτον γὰρ φασὶν ἀνακρουόμενον μέλος θέλγειν τε τῷ μέλει τοὺς λίθους, καὶ ἀλλεπαλλήλως αύ τῶν τιθεμένων ἀποδεῖξαι τὰ τείχη· πύλας δὲ ἔχειν τὴν πόλιν ἑπτὰ, ἐπειδὴ καὶ οἱ τῆς λύρας τόνοι ἑπτά εἰσι. καὶ τὸ μὲν μυθῶδες τοιοῦτον· πέπλασται δὲ διὰ τὸ ἄκρως ἡρμόσθαι τὰ τείχη προσάλληλα. ἡ γὰρ ἁρμονία μουσικῆς ἴδιον.

Κάδμος οὖν γήμας τῆς ̓Αφροδίτης καὶ "Αρεως παῖδα 'Αρμονίαν ἐγέννησε Που λύδωρον· ὁ δὲ Λάβδακον· ὁ δὲ Λάϊον. οὗτος ἀφικόμενος ποτὲ εἰς Ηλιν καὶ τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον ἰδὼν, ὃς ἦν ἐξ ἄλλης αὐτῷ γυναικὸς καὶ οὐκ ἐκ τῆς θυ γατρός Οινομάου Ιπποδαμείας, καὶ ἁλοὺς τούτου κατάκρας τῷ ἔρωτι, ἁρπάσας εἰς Θήβας ἤνεγκε. καὶ συνῆν αὐτῷ τὰ ἐρωτικὰ, πρῶτος ἐν ἀνθρώποις τὴν ἀρξε νοφθορίαν εὑρὼν, καθὼς δὴ καὶ ὁ Ζεὺς ἐν θεοῖς τὸν Γανυμήδην ἁρπάσας, ὁ δὲ Πέτ λοψ μαθὼν τοῦτο κατηράσατο Λαΐῳ, μηδέποτε μὲν παῖδα τεκεῖν, εἰ δ ̓ ἄρα καὶ συμβαίη, ὑπ' αὐτοῦ τοῦτον ἀναιρεθήσεσθαι. διὰ ταῦτα πολὺν ἤδη χρόνον ὁ Λάϊος ἅπαις ὢν παραγίνεται εἰς Πυθίαν καὶ παίδων αἰτεῖ γονήν. καὶ ἀκούει τοιόνὸς χρησμόν

[blocks in formation]
« PreviousContinue »