Page images
PDF
EPUB

NEW

ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ.

ARGUMENTUM MATTHIEI, E. COD. GUELPHERBYTANO.

ΑΡΠΑΣΘΕΙΣΗΣ Εὐρώπης ὑπὸ Διὸς, γενομένου ταύρου, καὶ μετακομισθείσης ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην, ὁ μὲν πατὴς αὐτῆς ̓Αγήνωρ ἔπεμψε τὸν υἱὸν Κάδμον ἐπὶ ζήτησιν τῆς κόρης, εἰπὼν, εἰ μὴ ταύτην εὑρὼν ἄξοι, μήδ ̓ ἂν αὐτὸν ἐπανελθεῖν οἴκαδε. Κάδμος δὲ οὐκ ἔχων, ὅ τι δράσειε, μόνην ἔγνω τῆς ἀπορίας λύσιν καταφυγεῖν εἰς ̓Απόλλω κἀκ τούτου γνῶναι, τί δεῖ ποιεῖν. καὶ ὃς χρᾷ μὲν οὐδὲν αὐτῷ περὶ τῆς Εὐρώπης, λέγει δὲ ὡς ἐξελθόντα ἐκεῖθεν, ἀκολουθήσαντα βοϊ, οἱ ἂν αὕτη γε πέσῃ, κἀκεῖ κτίζειν πόλιν. ὁ δὲ πεισθεὶς τῷ χρησμῷ τὴν μὲν πρὸς τὴν πατρίδα ἐπάνοδον εἴασε, βοῦν δὲ κατὰ τύχην εὑρὼν ἡγεμόνα τῆς ὁδοῦ ἐποιήσατο. ἐλθούσης δὲ αὐτῆς ἐν ᾧ νῦν ἐστήκασι τόπῳ αἱ Θῆβαι, κἀκεῖ παρα χρῆμα πεσούσης, ἔγνω τε οὗτος τὸν χρησμὸν τελεσφόρον, καὶ πόλιν ἑπτάπυλον κτίζει τὰς Θήβας ὁμωνύμους τῶν ἑκατονταπύλων Αἰγυπτίων Θηβῶν, χρησάμενος ἐπιστήμονι τῆς οἰκοδομῆς καὶ ἐργάτῃ ̓Αμφίονι τῷ μουσικῷ· τοῦτον γὰρ φασὶν ανακρουόμενον μέλος θέλγειν τε τῷ μέλει τοὺς λίθους, και αλλεπαλλήλως αυτ τῶν τιθεμένων ἀποδεῖξαι τὰ τείχη. πύλας δὲ ἔχειν τὴν πόλιν ἑπτὰ, ἐπειδὴ καὶ οἱ τῆς λύρας τόνοι ἑπτά εἰσι. καὶ τὸ μὲν μυθῶδες τοιοῦτον· πέπλασται δὲ διὰ τὸ ἄκρως ἡρμόσθαι τὰ τείχη προσάλληλα. ἡ γὰρ ἁρμονία μουσικῆς ἴδιον.

Κάδμος οὖν γήμας τῆς ̓Αφροδίτης και "Αρεως παῖδα "Αρμονίαν ἐγέννησε Που λύδωρον. ὁ δὲ Λάβδακον· ὁ δὲ Λάϊον. οὗτος ἀφικόμενος ποτὲ εἰς Ηλιν καὶ τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον ἰδὼν, ὃς ἦν ἐξ ἄλλης αὐτῷ γυναικὸς καὶ οὐκ ἐκ τῆς θυ γατρὸς Οινομάου Ιπποδαμείας, καὶ ἁλοὺς τούτου κατάκρας τῷ ἔρωτι, ἁρπάσας εἰς Θήβας ἤνεγκε. καὶ συνῆν αὐτῷ τὰ ἐρωτικὰ, πρῶτος ἐν ἀνθρώποις τὴν ἀρξε νοφθορίαν εὑρὼν, καθὼς δὴ καὶ ὁ Ζεὺς ἐν θεοῖς τὸν Γανυμήδην ἁρπάσας. ὁ δὲ Πέλοψ μαθὼν τοῦτο κατηράσατο Λαΐῳ, μηδέποτε μὲν παῖδα τεκεῖν, εἰ δ ̓ ἄρα καὶ συμβαίη, ὑπ' αὐτοῦ τοῦτον ἀναιρεθήσεσθαι. διὰ ταῦτα πολὺν ἤδη χρόνον ὁ Λάϊος ἄπαις ὢν παραγίνεται εἰς Πυθίαν καὶ παίδων αἰτεῖ γονήν. καὶ ἀκούει τοιόνδε χρησμόν

Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς ;
τέξεις μὲν φίλον υἱὸν, ἀτὰς τόδε σοι μόρος ἔσται,

παιδὸς ἑοῦ χείρεσσι λιπεῖν φάος· ὃς γὰρ ἔνευσε
Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας,
οὗ φίλον ἥρπασας υἱόν· ὁ δ ̓ ηὔξατό σοι τάδε πάντα.

ἀντινῶν θεσπισμάτων τῇ τῆς γυναικὸς Ιοκάστης ἐπιθυμίᾳ καὶ ἡδονῇ ὥσπερ ἐκλα θόμενος Λάϊος, ἢ, ὥς τινές φασι, μιᾷ τῶν ἡμερῶν βαρυνθεὶς τῷ οἴνῳ καὶ συνελ θὼν τῇ αὐτοῦ γυναικὶ Οἰδίποδα σπείρει. καὶ μετὰ τὸ τεχθῆναι αὐτὸν, ἀναπεμ πάσας τοὺς χρησμοὺς καὶ φόβον λαβὼν, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσους κρίκους διαπερονησάμενος ξίπτει διὰ τῶν οἰκείων βουκόλων εἰς τὸ ὄρος τὸν Κιθαιρῶνα, ὡς ὑπὸ θηρίων ἐνταῦθα ἀναιρεθησόμενον. ἔτυχε δὲ κατ ̓ ἐκεῖνο καιροῦ καὶ τοὺς Πολύβου νομέας, βασιλέως Κορίνθου, βόσκειν ἐκεῖ· οἳ καὶ τὸ βρέφος εὑρόντες καὶ ἀνελόμενοι φέρουσι πρὸς τὴν Πολύβου γυναῖκα Μερόπην. ἦν γὰρ ἀπαιδίᾳ δυστυχοῦσα· καί πως πείθει τὸν ἄνδρα Πόλυβον αὐτὴ τοῦτο τεκεῖν. ἀνδρωθεὶς δὲ ὁ παῖς καί τινι τῶν ἐκεῖ συνελθὼν εἰς ἔριν, οἷα δὴ γίνεται, ὡς οὐκ εἴη Πολύβου παῖς, ὄνειδος ἔσχε παρ' αὐτοῦ. ὅθεν ἀναστὰς ἀφικνεῖται πρὸς τὸν ̓Απόλλω πευσόμενος περὶ τούτου. καὶ, ὡς ἔσται φονεὺς τοῦ πατρὸς, μανθάνει, καὶ ὡς τῇ τεκούσῃ συνέσοιτο, ταυτὶ μόνα· τίνες δὲ εἶεν αὐτῷ οἱ γονεῖς, σαφῶς οὐ μανθάνει. ἐπανιὼν δὲ ἐκεῖθεν ὑπήντησε Λαΐῳ, ἀφικνουμένῳ καὶ αὐτῷ πρὸς ̓Απόλλω, ἐφ ̓ ᾧ περὶ τοῦ ἐκτεθέντος παιδὸς γνῶναι, εἰ τέθνηκε. καὶ ὁ τοῦ Λαΐου θεράπων αὐτῷ κελεύει μικρὸν ὑποχωρῆσαι τῷ βασιλεῖ. Οἰδίπους δὲ ὑπεροψία κρατούμενος καὶ τοῦτο μηδὲν ἐνεγκὼν κτείνει τε τὸν θεράποντα καὶ σὺν αὐτῷ τὸν δεσπότην, οὐκ εἰδὼς ὡς πατροκτόνος γέγονεν, ἑνὸς μόνον τῶν συνεπομένων Λαΐῳ διαφυγόντος, ὃς δὴ καὶ τὸν φόνον ὕστερον διεσάφησεν, ὥς φησι Σοφοκλῆς ἐν Οἰδίποδι τυράννῳ. τότε οὖν Οἰδίπους τοὺς τοῦ Λαΐου ἵππους λαβὼν καὶ πάντα τὰ αὐτοῦ, καταλαμβάνει τὴν Κόρινθον, καὶ διδοὺς ταῦτα πάντα Πολύβῳ τροφὰς ἐκεῖθεν ἀναχωρεῖς, τὸν περὶ τῆς πατροκτονίας καὶ τῆς τῇ μητρὶ συνελεύσεως χρησμὸν δεδιώς· μετο γὰρ πατέρας αὐτοῦ τῷ ὄντι Πόλυβον καὶ τὴν ἐκείνου γυναῖκα εἶναι. καὶ ἀφικνεῖται πρὸς Θήβας, αἳ δὴ καὶ ὑπὸ τῆς Σφιγγὸς ἐχειμάζοντο τότε, χρησμούς τε ῥαψῳδούσης καὶ ὅντινα βούλοιτο τῶν πολιτῶν ἁρπαζούσης και διαφθειρούσης, διὰ τὸ μὴ συν ἶναι σφᾶς τῶν ὑπ' αὐτῆς λεγομένων χρησμῶν. ἐπήγαγε δὲ ταύτην δ ̓́Αρης Θηβαίοις, ἀμυνόμενος αὐτοὺς διὰ τὸν τοῦ παιδὸς δράκοντος φόνον, ὃν ὁ Κάδμος ἀνεῖλε καὶ τοὺς ὀδόντας αὐτοῦ ἔσπειρεν, ἐξ ὧν ἀνεφάνησαν οἱ Γίγαντες. ἦν δὲ τέ ρας ή Σφίγξ, πρόσωπον μὲν ἔχουσα παρθένου, στῆθος δὲ καὶ χεῖρας καὶ πόδας καὶ ὄνυχας λέοντος, οὐραίαν δὲ δράκοντος, πτερὰ δὲ ὄρνιθος, δι' ὧν ἵστατο. ἔτυχε δὲ τοῦτο εἰποῦσα καὶ τοιοῦτό τι τοῖς Θηβαίοις σε αἴνιγμα, ὡς Ασκληπιάδης ἀναγράφει

Εστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,
καὶ τείπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ ̓ ἐπὶ γαῖαν

ἑρπετὰ κινεῖται ἀνά τ ̓ αἰθέρα καὶ κατὰ πόντον.

ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ.

ἀλλ' ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνη,
ἔνθα μένος γυίοισιν ἀφαυρότερον πέλει αὐτοῦ·

οὗπες ἀγνοουμένου ἐκήρυξε Κρέων ὁ ἀδελφὸς Ιοκάστης τῆς βασιλίσσης, ὡς, ὅστις εὕροι τὸ αἴνιγμα, τούτῳ συνάψειν τὴν ἀδελφήν. Οἰδίπους δὲ, ὡς ἔφημεν, διάγων ἐκεῖ τότε, ἀκούσας τὰ κηρύγματα λύει τε τὸ αἴνιγμα τῆς Σφιγγός, καὶ τὴν μητέρα οὐκ εἰδὼς εἰς γυναῖκα λαμβάνει. ἔλυσε δὲ οὕτως, ὡς φασὶ·

Κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων,

φωνῆς ἡμετέρης, σὸν τέλος ἀμπλακίης.

ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει,

πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων·

γηραλέος δὲ απέλων τρίτατον πόδα βάκτρον ἐρείδε:,
αὐχένα φορτίζων, γήραϊ καμπτόμενος.

̓Ακούσασα δὲ τὴν λύσιν ἡ Σφίγξ ἑαυτὴν ἀναιρεῖ παραχρῆμα ρίψασα τοῦ ἀέρος. Οἰδίπους δὲ συνὼν τῇ μητρὶ καὶ παῖδας ἐξ αὐτῆς φύσας τέσσαρας, ἄξξενας μὲν Ετεοκλέα καὶ Πολυνείκην, θηλείας δὲ Αντιγόνην καὶ Ισμήνην, ὡς ἔγνω τὸ μίασ. μα ὕστερον, ἐτύφλωσεν ἑαυτόν. Ετεοκλῆς δὲ καὶ Πολυνείκης, θέλοντές πως ἀφανίσαι τὸ ὄνειδος, κατακλείουσιν αὐτὸν ἐν οἰκίσκῳ, ἵν ̓ ὑπὸ μηδενὸς θεωρούμενος εἰς λήθην ἥξοι τὸ κατ' ἐκείνου. καὶ ὃς τοῦτο ὑπεραλγήσας ἀρᾶται τούτοις τὴν βασιλείαν σιδήρῳ μερίσαι. οἱ δὲ τὰς τοῦ πατρὸς ἀρὰς δεδιότες μηχανῶνται τοιόνδε. ἔχεσθαι τῆς ἀρχῆς ἕνα παρ' ἕνα καὶ ταύτης παραχωρεῖν θατέρῳ θάτερον. ὁ τοίνυν ̓Ετεοκλῆς, ἅτε πρῶτος ὢν τοῦ ἀδελφοῦ, καὶ πρῶτος τῆς ἀρχῆς ἥψατο, Πολυνείκης δὲ ὑπεχώρησε, καὶ τελεσθέντος ἐνιαυτοῦ ἀφίκετο πρὸς τὸν ἀδελφὸν, αἰτῶν καὶ αὐτὸς ἄρξειν ἐνιαυτόν. Ετεοκλῆς δὲ οὔτε ἐξέστη τῆς ἀρχῆς καὶ ἄτιμον τὸν ἀδελφὸν ἀπέπεμψεν. ὃς καὶ πλανώμενος ἦλθεν εἰς "Αργος, καὶ τὴν τοῦ βασιλέως ̓Αδράστου λαβὼν θυγατέρα πείθει τὸν κηδεστὴν συνάρασθαι τούτῳ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν. καὶ πλείστην ὅσην παραλαβὼν στρατιὰν ἐπιστρατεύει τῷ ἀδελφῷ. ὅπως δὲ ἡ μήτηρ ἐθέλουσα πρὸ τῆς συμπλοκῆς διαλλάξαι τοὺς παῖδας οὐδὲν ἴσχυσε, καὶ ὡς ἔχρησε Τειρεσίας, εἰ ὁ Κρέοντος υἱὸς Μενοικεὺς ἀνελοι ἑαυτὸν ἐπὶ τὸν τοῦ δράκοντος φωλεόν, κρατήσειν ̓Αργείων Θηβαίους, καὶ ὡς γέγονε ταῦτα, καὶ οἱ τῶν Αργείων ἡγεμόνες πεπτώκασι πάντες πλὴν ̓Αδράστ του, καὶ ὡς μονομαχήσαντες πρὸς ἀλλήλους ̓Ετεοκλῆς καὶ Πολυνείκης ὑπ' ἀλλήλω νἑκάτεροι ἀνῃρέθησαν, καὶ ὡς ἐλθοῦσα πρὸς αὐτοὺς Ιοκάστη καὶ τεθνηκότας εὑροῦσα συναπέσφαξεν ἑαυτὴν, καὶ ὡς Κρέων ἁψάμενος τῆς ἀρχῆς Ετεοκλὴν μὲν θάπτει, Πολυνείκην δὲ ἄταφον εἴασε, καὶ Οἰδίπουν τῆς πόλεως ἐξήλασε, πάντα ταῦτα Εὐριπίδης ἔνδον κατὰ λεπτὸν διηγεῖται. Εστι δὲ τὸ παρὸν ὁρᾶμα τῶν ἄγαν ἐξαιρέτων, διανοίαις καὶ γνώμαις πολλαῖς καὶ καλαῖς καὶ ποικίλαις ἀνθοῦν καὶ μεταχειρίσει ἀρίστῃ, καὶ διὰ πάντων ἀκμάζον, εἰ καὶ ἀπίθανον ἔχει τὴν

εἰς Θήβας Πολυνείκους εἴσοδον. ἐπιγέγραπται δὲ ἀπὸ τοῦ χοροῦ Εὐριπίδου Φοίνισσαι πας ἀντιδιασπολὴν τῶν ἑπτὰ ἐπὶ Θήβας Αἰσχύλου. ταύτῃ γὰρ τῇ ὑποθέσει κἀκεῖνος χρῆται ἐν τῷ δευτέρῳ. αὐτὰς δὲ τὰς παρθένους ἐκ Φοινίκης Αγη νορίδαι θυσίαν τῷ ̓Απόλλωνι ἔπεμψαν, αἵτινες καὶ πρὸς Δελφοὺς ἐρχόμεναι παρέ βαλον ταῖς Θήβαις διὰ τὸ καὶ τὸν Κάδμον, ὡς ἔφημεν, ἐκ Φοινίκης εἶναι. καὶ καταλαβόντος τοῦ πολέμου ἠναγκάσθησαν μένειν αὐτόθι, μέχρις ἂν ἡ μάχη λωρήσῃ.

« PreviousContinue »