Page images
PDF
EPUB

1428 λέγων ἀνεπτέρωκεν ὥσθ ̓ ἱππηλατεῖν.
ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
1430 ἀνεπτερώσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
ΣΥΚ. λόγοισί τἄρα καὶ πτεροῦνται ;
ΠΕΙ.

1435

φήμ ̓ ἐγώ.

ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
ἐπαίρεται τ ̓ ἄνθρωπος. οὕτω καί σ ̓ ἐγὼ
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
τρέψαι πρὸς ἔργον νόμιμον.

ΣΥΚ.

ΠΕΙ. τί δαὶ ποιήσεις;

ΣΥΚ.

ἀλλ ̓ οὐ βούλομαι.

τὸ γένος οὐ καταισχυνώ.

παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι. ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς ἱέρακος, ἢ κερχνήδος, ὡς ἂν τοὺς ξένους 1410 καλεσάμενος, κατ ̓ ἐγκεκληκὼς ἐνθαδί, κατ ̓ αὖ πέτωμαι πάλιν ἐκεῖσε.

ΠΕΙ.

ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.

ΣΥΚ.

μανθάνω.

πάνυ μανθάνεις.

ΠΕΙ. κἄπειθ ̓ ὁ μὲν πλεῖ δεῦρο, σὺ δ ̓ ἐκεῖσ ̓

[blocks in formation]

βέμβικα καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
ΣΥΚ. οἴμοι τάλας· μάστιγ ̓ ἔχεις.

ΠΕΙ.

1450 οἷσί σε ποιήσω τήμερον βεμβικιαν. ΣΥΚ. οἴμοι τάλας.

1455

ΠΕΙ.

πτερὼ μὲν οὖν,

οὐ πτερυγιεῖς ἐντευθενί ;

οὐκ ἀπολιβάξεις, ὦ κάκιστ ̓ ἀπολούμενος ;
πικρὰν τάχ ̓ ὄψει στρεψοδικο πανουργίαν.
ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
ΧΟΡ. πολλὰ δὴ καὶ καινὰ καὶ θαυ-

μάστ ̓ ἐπεπτόμεσθα, και (στροφή.)

δεινὰ πράγματ ̓ εἴδομεν.

1460

1458 ἔστι γὰρ δένδρον πεφυκός ἔκτοπόν τι, καρδίας ἀπωτέρω, Κλεώνυμος, χρήσιμον μὲν οὐδέν, ἄλ λως δὲ δειλὸν καὶ μέγα. τοῦτο τοῦ μὲν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ,

1465 τοῦ δὲ χειμῶνος πάλιν τὰς
ἀσπίδας φυλλοῤῥοεῖ.

ἔστι δ' αὖ χώρα πρὸς αὐτῷ
τῷ σκότῳ πόῤῥω τις ἐν
τῇ λύχνων ἐρημία,

1470 ἔνθα τοῖς ἥρωσιν ἄνθρω

ποι ξυναριστῶσι καὶ ξύν εισι, πλὴν τῆς ἑσπέρας. τηνικαῦτα δ ̓ οὐκέτ ̓ ἦν ἀσφαλὲς ξυντυγχάνειν. 1475 εἰ γὰρ ἐντύχοι τις ἥρῳ

τῶν βροτῶν νύκτωρ Ορέστη,
γυμνὸς ἦν πληγεὶς ὑπ ̓ αὐτοῦ
πάντα τἀπιδέξια.

ΠΡΟΜΗΘΕΥΣ.

(ἀντιστροφή.)

οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ' ὄψεται.

ποῦ Πεισθέταιρός ἐστιν ;

[blocks in formation]

τί γὰρ ὁ Ζεὺς ποιεῖ;

οὕτω μὲν ἐκκεκαλύψομαι.

ἀπαιθριάζει τὰς νεφέλας, ἢ ξυννεφεῖ ;
ΠΕΙ. οἴμωζε μεγάλο.

ΠΡΟ.

παῦε παῦε, μὴ βόα.

1488 ΠΕΙ. ὦ φίλε Προμηθεῦ.

1490

1495

1500

ΠΡΟ.

ΠΕΙ. τί γὰρ ἔστι;

ΠΡΟ.

σίγα, μὴ κάλει μου τοὔνομα
ἀπὸ γὰρ ὀλεῖ μ', εἴ μ' ἐνθάδ' ὁ Ζεὺς ὄψεται,
ἀλλ ̓ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
ἄνωθεν, ὡς ἂν μή μ' ὁρῶσιν οἱ θεοί.
ΠΕΙ. ἰοὺ Ἰού

εὖ γ ̓ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
ὑπόδυθι ταχὺ δή, κατα θαῤῥήσας λέγε.
ΠΡΟ. ἄκουε δή νυν.

ΠΕΙ.

ὡς ἀκούοντος λέγε. ΠΡΟ. ἀπόλωλεν ὁ Ζεύς.

ΠΕΙ.

πηνίκ ̓ ἄττ ̓ ἀπώλετο ;

ΠΡΟ. ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα. θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο

ἀνῆλθεν ὡς ἡμᾶς ἀπ ̓ ἐκείνου τοῦ χρόνου, ἀλλ' ὡσπερεί Θεσμοφορίοις νηστεύομεν 1505 ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ πεινῶντες ὥσπερ Ιλλύριοι κεκριγότες ἐπιστρατεύσειν φάσ ̓ ἄνωθεν τῷ Διί, εἰ μὴ παρέξει τἀμπόρι ̓ ἀνεῳγμένα, ἵν ̓ εἰσάγοιτο σπλάγχνα κατατετμημένα. ΠΕΙ. εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες ἄνωθεν ὑμῶν;

1510

ΠΡΟ.

οὐ γάρ εἰσι βάρβαροι,

ὅθεν ὁ πατρῷός ἐστιν Εξηκεστίδη;

ΠΕΙ. ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρ

[blocks in formation]

ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω
ὑμεῖς δὲ μὴ σπένδεσθ', ἐὰν μὴ παραδιδῷ

1520 τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν, καὶ τὴν Βασίλειάν σοι γυναῖκ ̓ ἔχειν διδῷ. ΠΕΙ. τίς ἐστιν ἡ Βασίλεια;

ΠΡΟ.

καλλίστη κόρη,

ἵπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς

καὶ τἄλλ ̓ ἁπαξάπαντα, τὴν εὐβουλίαν,

τὴν εὐνομίαν, τὴν σωφροσύνην, τὰ νεώρια, 1525 τὴν λοιδορίαν, τὸν κωλακρέτην, τὰ τριώβολα. ΠΕΙ. ἅπαντά τἄρ ̓ αὐτῷ ταμιεύει.

ΠΡΟ.

φήμ ̓ ἐγώ. ἣν γ ̓ ἣν σὺ παρ ̓ ἐκείνου παραλάβης, πάντ' ἔχεις. τούτων ἕνεκα δεῦρ ̓ ἦλθον, ἵνα φράσαιμί σοι. 1530 ἀεί ποτ' ἀνθρώποις γὰρ εὔνους εἴμ ̓ ἐγώ.

ΠΕΙ. μόνον θεῶν γὰρ διά σ' ἀπανθρακίζομεν. ΠΡΟ. μισῶ δ ̓ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.

ΠΕΙ. νὴ τὸν Δί' ἀεὶ δῆτα θεομισὴς ἔφυς. ΠΡΟ. Τίμων καθαρός. ἀλλ' ὡς ἂν ἀποτρέχω πάλιν,

1535 φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.

ΠΕΙ. καὶ τὸν δίφρον γε διφροφόρει τονδι λαβών.

ΧΟΡ. πρὸς δὲ τοῖς Σκιάποσιν λι

μνη τις ἔστ', ἄλουτος οὗ (στροφή.)

1540 ψυχαγωγεί Σωκράτης

1545

ἔνθα καὶ Πείσανδρος ἦλθε

δεόμενος ψυχὴν ἰδεῖν, ἢ
ζῶντ ̓ ἐκεῖνον προὔλιπε,
σφάγι ̓ ἔχων κάμηλον ἀ-

μνόν τιν', ἧς λαιμούς τεμών,

ὥσπερ οὑδυσσεὺς ἀπῆλθε,
κατ ̓ ἀνῆλθ ̓ αὐτῷ κάτωθεν
πρὸς τὸ λαῖμα τῆς καμήλου
Χαιρεφῶν ἡ νυκτερίς.

ΠΟΣΕΙΔΩΝ.

1550 τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
ὁρᾶν τοδὶ πάρεστιν, οἱ πρεσβεύομεν.
οὗτος, τί δρᾷς ; ἐπ ̓ ἀριστέρ ̓ οὕτως ἀμπέχει;

F 3

1553 οὐ μεταβαλεῖς θοιμάτιον ὧδ ̓ ἐπὶ δεξιάν ; τί, ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν. 1555 ὦ δημοκρατία, ποῖ προβιβᾷς ἡμᾶς ποτε, εἰ τουτονί γ' ἐχειροτόνησαν οἱ θεοί;

ἕξεις ἀτρέμας;

ΠΟ.

ΤΡΙΒΑΛΛΟΣ.

οἴμωζε· πολὺ γὰρ δή σ' ἐγὼ

ξόρακα πάντων βαρβαρώτατον θεῶν.
ἄγε δή τί δρῶμεν, Ηράκλεις ;

ΗΡΑΚΛΗΣ.

ἀκήκοας

1560 ἐμοῦ γ ̓ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, ὅστις ποτ ̓ ἔσθ ̓ ὁ τοὺς θεοὺς ἀποτειχίσας. ΠΟ. ἀλλ ̓, ὦγάθ', ᾑρήμεσθα περὶ διαλλαγῶν πρέσβεις.

HP. διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ. ΠΕΙ. τὴν τυρόκνηστίν μοι δότω φέρε σίλφιον 1565 τυρὸν φερέτω τις πυρπόλει τοὺς ἄνθρακας. ΗΡ. τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν τρεῖς ὄντες ἡμεῖς.

ΠΕΙ.

ἀλλ ̓ ἐπικνῶ τὸ σίλφιον. ΗΡ. τὰ δὲ κρέα τοῦ ταῦτ ̓ ἐστίν ;

ΠΕΙ.

ὄρνιθές τινες

ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις

ἔδοξαν ἀδικεῖν.

1570 ΗΡ.

1575

ἐπικνᾷς πρότερον αὐτοῖσιν ;

ΠΕΙ.

τί ἔστι;

ΗΡ.

εἶτα δῆτα σίλφιον

ὦ χαῖρ ̓, Ἡράκλεις.

πρεσβεύοντες ἡμεῖς ἥκομεν

παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.

ΟΙΚΕΤΗΣ.

ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ·

ΠΕΙ. καὶ μὴν τά γ' ορνίθεια λιπάρ ̓ εἶναι πρέπει.

ΗΡ. ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαί

νομεν,

ὑμεῖς τ ̓ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι

« PreviousContinue »