Page images
PDF
EPUB

δ ̓ ἐβασιλεύθη, γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δ ̓ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας. λαβὼν δὲ παρ ̓ C. 543 Αντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Ἀδιατόριξ ὁ Δομνε κλείου, τετράρχου Γαλατῶν, υἱός, ὃ κατεῖχον οἱ Ἡρακλειώται, μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ 5 ἀπέσφαξεν αὐτούς, ἐπιτρέψαντος, ὡς ἔφασκεν ἐκεῖνος, Αντωνίου· θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίῳ νίκην, ἐσφάγη μεθ ̓ υἱοῦ, ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμέ νης τῇ Βιθυνία.

7. Μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ρέουσι ποταμοί 10 πλείους, ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγάριος, οὗ μέμνηται καὶ ὁ ποιητής. ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγ γίαν κώμην ἀφ ̓ ἑκατὸν καὶ πεντήκοντά που σταδίων οὗτος Πεσσινοῦντος· διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω, μέρος δέ τι καὶ τῆς Βιθυνίας, ὥστε καὶ τῆς Νικομηδείας 15 ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους, καθ ̓ ὃ συμβάλλει ποταμὸς αὐτῷ Γάλλος, ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφ ̓ Ἑλλησπόντῳ Φρυγίας. αὕτη δ ̓ ἐστὶν ἡ αὐτὴ τῇ ἐπικτήτῳ, καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον. αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός, καίπερ πάλαι ἄπλωτος ὤν, τὴν Βιθυνίαν 20 ὁρίζει πρὸς ταῖς ἐκβολαῖς. πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος. ἐν δὲ τῇ Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον· διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου στα δίους χιλίους που καὶ πεντακοσίους, τοῦ δὲ Σαγγαρίου πεντακοσίους.

[ocr errors]

ἡρακλεῶται i.

5. ágχάλπας ο 12. σαγίαν

3. διατόριξ τω. - ὁ δὲ μενεκλείου ald., ὁ Δομενεκλείου hi Cor. 4. Ρωμαῖοι ante Ηρακλειῶται add. ald. κτικῶν Ψ. 10. καλχηδόνος C. 11. εἰσιν] ἐστιν χ. κάλτας r. – ὁ ante Σαγγάριος om. codd., exc. CE. codd., sed duplex y pracbet Eust. ad Dion, v. 809, idque add. Xyl. 13. οὗτος Πεσσινοῦντος om. rw. 14. πισινοῦντος CEhorz πεισινοῦντος Dl ald: eandem fere scripturam codd. exhibent p. 567 et X, 469 (cf. etiam p. 576), servare tamen contra aliorum scriptorum numorumque consensum ausus non sum. δὲ om. Ε. 15. δέ τι] δ ̓ ἐστὶ C. 16. ἀποσχεῖν codd., Cor. corr. μικρῷ wa Cor. καθ ̓ οἷς lwr ald. 17. μίδρων i. 22. βιθυνία C. ἡρακλεώτιδι Irw edd. ακόνητον CD, sed in hoc η sec. m. in i mut. 24. του

[ocr errors]

πεντα

25

8. Τὸ δὲ Τίειόν ἐστι πολίχνιον οὐδὲν ἔχον μνήμης ἄξιον, πλὴν ὅτι Φιλέταιρος ἐντεῦθεν ἦν, ὁ ἀρχηγέτης τοῦ τῶν Ἀτταλικῶν βασιλέων γένους· εἶθ ̓ ὁ Παρθένιος ποταμὸς διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου 5 τετυχηκώς, ἐν αὐτῇ τῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχων· ἔπειτα ἡ Παφλαγονία καὶ οἱ Ἐνετοί. ζητοῦσι δέ, τίνας λέγει τοὺς Ενετοὺς ὁ ποιητής, ὅταν φῇ·

A. 819

Παφλαγόνων δ ̓ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων. 10 οὐ γὰρ δείκνυσθαί φασι νῦν Ἐνετοὺς ἐν τῇ Παφλαγονίᾳ· οἱ δὲ κώμην ἐν τῷ Αιγιαλῷ φασι δέκα σχοίνους ἀπὸ Ἀμάστρεως διέχουσαν. Ζηνόδοτος δὲ ἐξ Ἐνετῆς γράφει, καί φησι δηλοῦσθαι τὴν νῦν Ἀμισόν· ἄλλοι δὲ φῦλόν τι τοῖς Καππάδοξιν ὅμορον στρατεῦσαι μετὰ Κιμμερίων, εἶτ ̓ ἐκπεσεῖν εἰς τὸν Ἀδρίαν. 15 τὸ δὲ μάλισθ' ὁμολογούμενόν ἐστιν, ὅτι ἀξιολογώτατον ἦν τῶν Παφλαγόνων φύλον οἱ Ἐνετοί, ἐξ οὗ ὁ Πυλαιμένης ἦν· καὶ δὴ καὶ συνεστράτευσαν οὗτοι αὐτῷ πλεῖστοι, ἀποβαλόντες δὲ τὸν ἡγεμόνα διέβησαν εἰς τὴν Θράκην μετὰ τὴν Τροίας άλωσιν, πλανώμενοι δ ̓ εἰς τὴν νῦν Ἐνετικὴν ἀφίκοντο. τινὲς δὲ 20 καὶ Ἀντήνορα καὶ τοὺς παῖδας αὐτοῦ κοινωνῆσαι τοῦ στόλου C. 544 τούτου φασὶ καὶ ἱδρυθῆναι κατὰ τὸν μυχὸν τοῦ Ἀδρίου, και θάπερ ἐμνήσθημεν ἐν τοῖς Ἰταλικοῖς. τοὺς μὲν οὖν Ενετοὺς διὰ τοῦτ ̓ ἐκλιπεῖν εἰκὸς καὶ μὴ δείκνυσθαι ἐν τῇ Παφλαγονία.

9. Τοὺς δὲ Παφλαγόνας πρὸς ἕω μὲν ὁρίζει ὁ Ἅλυς που 25 ταμός, [ὃς] ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλα

[ocr errors]

κοσίους om. lm. 1. Τίειόν ἐστι] τηϊονίτιν CDhlo τήϊον ήτιν α τῶν
ιονιτῶν i Teioniticum oppidum Guar. τηιονίτη ald. τήϊον ἤδη Xyl.
Τίειον rec. Tzsch. de sent. Cas., ἐστι, quod est in Ex, restituit Cor.
έχει xx, sed in hoc sec. m. corr. 2. φιλέτερος CD (in hoc αι supra
alterum & pr. m. add.) hlorz. ἀρχιγέτης C. αττικῶν codd., sed
3 postea corr. et ἀτταλικῶν sec. m. sup. add. in 0. 6. of om. E.
13. ἀμινσὸν x ald. 17. zai om. Dhi. 18. της ante Τροίας add.
ilw Cor. 21. ἐν τῷ μυχῷ κ. 25. ὃς om. codd., Cor. add. ex
Herod. I, 6, unde haec verba petita sunt: idem recte om. zai, quod
ante no add. codd, quodque neglecto semel relativo ad restituendum
connexum videtur male insertum.

5

γόνων, * καὶ * ἐξίησι κατὰ τὸν Ἡρόδοτον εἰς τὸν Εὔξεινον και λεόμενον πόντον, Σύρους λέγοντα τοὺς Καππάδοκας· καὶ γὰρ ἔτι καὶ νῦν Λευκόσυροι καλοῦνται, Σύρων καὶ τῶν ἔξω τοῦ Ταύρου λεγομένων· κατὰ δὲ τὴν πρὸς τοὺς ἐντὸς τοῦ Ταύρου σύγκρισιν, ἐκείνων ἐπικεκαυμένων τὴν χρόαν, τούτων δὲ μή, τοιαύτην τὴν ἐπωνυμίαν γενέσθαι συνέβη· καὶ Πίνδαρός φησιν, ὅτι αἱ Αμαζόνες Σύριον εὐρυαίχμαν διεῖπον στρατόν, τὴν ἐν τῇ Θεμισκύρᾳ κατοικίαν οὕτω δηλῶν. ἡ δὲ Θεμίσκυρά ἐστιν *ή* τῶν Ἀμισηνῶν, αὕτη δὲ Λευκοσύρων τῶν μετὰ τὸν Ἅλυν. πρὸς ἕω μὲν τοίνυν ὁ Ἅλυς ὅριον τῶν Παφλαγόνων, πρὸς νό- 10 τον δὲ Φρύγες καὶ οἱ ἐποικήσαντες Γαλάται, πρὸς δύσιν δὲ Βιθυνοὶ καὶ Μαριανδυνοί (τὸ γὰρ τῶν Καυκώνων γένος ἐξέφθαρται τελέως πάντοθεν), πρὸς ἄρκτον δὲ ὁ Εὔξεινός ἐστι. τῆς δὲ χώρας ταύτης διηρημένης εἰς τε τὴν μεσόγαιαν καὶ τὴν ἐπὶ θαλάττῃ, διατείνουσαν ἀπὸ τοῦ Αλυος μέχρι Βιθυνίας, 15 ἑκατέραν τὴν μὲν παραλίαν ἕως τῆς Ἡρακλείας εἶχεν ὁ ΕὐπάΑ. 820 τωρ, τῆς δὲ μεσογαίας τὴν μὲν ἐγγυτάτω ἔσχεν, ἧς τινα καὶ πέραν τοῦ Αλυος διέτεινε· καὶ μέχρι δεῦρο τοῖς Ῥωμαίοις ἡ Ποντικὴ ἐπαρχία ἀφώρισται· τὰ λοιπὰ δ ̓ ἦν ὑπὸ δυνάσταις καὶ μετὰ τὴν Μιθριδάτου κατάλυσιν. περὶ μὲν δὴ τῶν ἐν τῇ 20 μεσογαία Παφλαγόνων ἐροῦμεν ὕστερον τῶν μὴ ὑπὸ τῷ Μι θριδάτῃ, νῦν δὲ πρόκειται τὴν ὑπ ̓ ἐκείνῳ χώραν, κληθεῖσαν δὲ Πόντον διελθεῖν.

Cor.

la.

7. ai om. C.

διΐπον C δίηπον

Τ

1. έξεισι D, sed et in in mut. sec. m., qua in marg. addita sunt haec: ἐξίησιν ὁ ποταμὸς ἐλλειπτικῶς τὸ ὕδωρ εἰς τὴν θάλασσαν, eademque haec leguntur in marg. h; ἐξίεισι lrow ald: apud Herodotumn legitur καλούμενον 2. 4. καλουμένων D, sed λεγο sup. καλου add. pr. m. 5. τούτοις χ ald. 6. δὲ post Πίνδαρος add. ίω δίεπον oxx δίπον ald.: 8. vũ om. E. Verba ἡ δὲ Θεμίσκυρα Αμισηνῶν om. Χ. 9. ἡ delendum recte censet Cor. in nott., quoniam praeter Themiscyram alias etiam regiones possederint Amiseni (v. p. 547): fortasse illatum est propterea quod avrŋ videbatur non habere quo referretur; intelligenda est autem Amisenorum urbs, ut liquet ex pag. 553. τὸν] τὴν D. 12. yàg] Sè oz. 13. τέλεον exhibet Εust. ad Il. Y, 329 p. 1210, 49 R., omisso praeterea πάντοθεν, idem tamen praebet νῦν πάντοθεν τελέως ad Od. I, 367 p. 1472, 34 R. 14. μεσογαίαν Dh. 16. τῆς om. edd. inde a Cas. 18. τοῖς Ῥωμαίοις post επαρχία collocat 2.

23. δὲ

10. Μετὰ δὴ τὸν Παρθένιον ποταμόν ἐστιν Αμαστρις, ὁμώνυμος τῆς συνφκικυίας πόλις· ἵδρυται δ ̓ ἐπὶ χερρονήσου λιμένας ἔχουσα τοῦ ἰσθμοῦ ἑκατέρωθεν· ἦν δ ̓ ἡ Ἄμαστρις γυνὴ μὲν Διονυσίου, τοῦ Ἡρακλείας τυράννου, θυγάτηρ δὲ 5 Οξυάθρου, τοῦ Δαρείου ἀδελφοῦ τοῦ κατὰ Ἀλέξανδρον· ἐκείνη μὲν οὖν ἐκ τεττάρων κατοικιών συνώκισε τὴν πόλιν, ἔκ τε Σησάμου καὶ Κυτώρου καὶ Κρώμνης (ὧν καὶ Ὅμηρος μέμνηται ἐν τῷ Παφλαγονικῷ διακόσμῳ), τετάρτης δὲ τῆς Τίου· ἀλλ ̓ αὕτη μὲν ταχὺ ἀπέστη τῆς κοινωνίας, αἱ δὲ ἄλλαι συνέμειναν, 10 ὧν ἡ Σήσαμος ἀκρόπολις τῆς Ἀμάστρεως λέγεται. τὸ δὲ Κύ τωρον ἐμπόριον ἦν ποτε Σινωπέων, ὠνόμασται δ ̓ ἀπὸ Κυτώρου, τοῦ Φρίξου παιδός, ὡς Ἔφορός φησι. πλείστη δὲ καὶ C. 545 ἀρίστη πύξος φύεται κατὰ τὴν Ἀμαστριανήν, καὶ μάλιστα περὶ τὸ Κύτωρον. ὁ δὲ Αἰγιαλός ἐστι μὲν ἠιων μακρὰ πλειόνων 15 * μὲν* ἢ ἑκατὸν σταδίων· ἔχει δὲ καὶ κώμην ὁμώνυμον, ἧς μέσ μνηται ὁ ποιητής, ὅταν φῇ·

Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ερυθίνους.

γράφουσι δέ τινες,

Κρώμναν Κωβίαλόν τε.

20 Ἐρυθίνους δὲ λέγεσθαί φασι τοὺς νῦν Ἐρυθρίνους ἀπὸ τῆς χρόας· δύο δ ̓ εἰσὶ σκόπελοι. μετὰ δὲ Αἰγιαλὸν Κάραμβις, ἄκρα μεγάλη πρὸς τὰς ἄρκτους ἀνατεταμένη καὶ τὴν Σκυθι

[ocr errors]
[ocr errors]

11. ἐμ

om. x. 1. δή] δὲ Ε. 2. τῇ συνῳκηκυίᾳ ο τῇ συνῳκικυίᾳ Ez Tzsch.
Cor. συνωκηκυίας CDhirw. πόλεως D ald. 5. τοῦ καταπολεμη-
θέντος ὑπὸ Ἀλεξάνδρου legitur in Epit. 6. συνώκισε] συνέστησε Ε.
7. κιτώρου χ. 8. τετάρτης om. Ε τετάρτου δὲ τοῦ χ. τηΐου
codd., pro quo Tuɛlov scripserunt Tzsch. Cor., quod tamen propter tis
ferri non posse existimo: recepi igitur Τίου, quod est in Epit.
πορεῖον codd., exc. Ex, edd.: ἐμπόριον exhibet ex hoc loco etiam Eust.
ad II. B, 853 p. 361 extr. R. 12. φύξου or φρύξου codd. rell.,
exc. Ε.
15. μὲν om. edd., δὲ exhibent rw.
16. ὁ ποιητής] Ὅμηρος Ε. 19. Κρωβίαλον oppidulum hoc nomi
nant Apollon. Argonaut. II, 944. Steph. s. v., Schol. Apollon. hunc
ipsum Strabonis locum afferens: eaque forma vera videtur, sed alteram
tuetur Eust, ad II. B, 855 p. 362, 30 R. 20. ερυθρούς οι θρύνους
w; Eust. l. c. parum attente scripsit δύο εἰσὶ σκόπελοι οἱ νῦν ἐρυθῖνοι.

-

φησι] ἐστι ω.

τὴν χερρόνησον. ἐμνήσθημεν δ ̓ αὐτῆς πολλάκις καὶ τοῦ ἀντικειμένου αὐτῇ Κριοῦ μετώπου, διθάλαττον ποιοῦντος τὸν ΕὔΑ. 821 ξεινον πόντον. μετὰ δὲ Κάραμβιν Κίνωλις καὶ Ἀντικίνωλις καὶ Ἀβώνου τεῖχος, πολίχνιον, καὶ Ἀρμένη, ἐφ ̓ ᾗ παροιμιά ζονται·

ὅστις ἔργον οὐδὲν εἶχεν Αρμένην ἐτείχισεν.

ἔστι δὲ κώμη τῶν Σινωπέων ἔχουσα λιμένα.

5

11. Εἶτ ̓ αὐτὴ Σινώπη, σταδίους πεντήκοντα τῆς Ἀρμένης διέχουσα, ἀξιολογωτάτη τῶν ταύτῃ πόλεων. ἔκτισαν μὲν οὖν αὐτὴν Μιλήσιοι· κατασκευασαμένη δὲ ναυτικὸν ἐπῆρχε τῆς ἐν- 10 τὸς Κυανέων θαλάττης, καὶ ἔξω δὲ πολλῶν ἀγώνων μετεῖχε τοῖς Ἕλλησιν· αὐτονομηθεῖσα δὲ πολὺν χρόνον οὐδὲ διὰ τέλους ἐφύλαξε τὴν ἐλευθερίαν, ἀλλ ̓ ἐκ πολιορκίας ἑάλω καὶ ἐδούλευσε Φαρνάκη πρῶτον, ἔπειτα τοῖς διαδεξαμένοις ἐκεῖνον μέχρι τοῦ Εὐπάτορος καὶ τῶν καταλυσάντων Ῥωμαίων ἐκεῖνον. 15 ὁ δὲ Εὐπάτωρ καὶ ἐγεννήθη ἐκεῖ καὶ ἐτράφη· διαφερόντως δὲ ἐτίμησεν αὐτὴν μητρόπολιν τε τῆς βασιλείας ὑπέλαβεν. ἔστι δὲ καὶ φύσει καὶ προνοίᾳ κατεσκευασμένη καλῶς· ἵδρυται γὰρ ἐπὶ αὐχένι χερρονήσου τινός, ἑκατέρωθεν δὲ τοῦ ἰσθμοῦ λιμένες καὶ ναύσταθμα καὶ πηλαμυδεῖα θαυμαστά, περὶ ὧν εἰρή- 20 καμεν, ὅτι δευτέραν θήραν οἱ Σινωπεῖς ἔχουσι, τρίτην δὲ Βυζάντιοι· καὶ κύκλῳ δ ̓ ἡ χερρόνησος προβέβληται ῥαχιώδεις ἀκτάς, ἐχούσας καὶ κοιλάδας τινάς, ὡσανεὶ βόθρους πετρίνους, οὓς καλοῦσι χοινικίδας· πληροῦνται δὲ οὗτοι μετεωρισθείσης

с

1. δὲ ante χερρόνησον add. codd., exc. Erg. 6. ὃς ἔργον οὐκ εἶχεν, ἀρμένην ἐτείχισεν, καὶ ἔστιν τὸ μέτρον ιαμβικόν Epit., unde ὃς ἔργον οὐκ εἶχε scripsit Cor. vehementer vituperans, haud sane iniuria, versum quem exhibent codd.: neque tamen ab iis licet recedere. χίζει χ. 8. ἀρμενίας Clz. scripsit Cor., fortasse recte.

10. ὑπῆρχε lxx ald.
13. ἐφύλαξε om. w.

[ocr errors]

ἐτει

12. οὐδὲ] οὐ

16. ἐγενήθη

Cas., qui conπηλαμήδια ας πη

ald. 18. φυσικῇ προνοίᾳ codd. edd.: correxi e coni.
tulit p. 561. V, 236. 20. ναύσταθμοι ald.
λαμύδια codd. rell., Cor. correxit. 21. δὲ] δ ̓ οἱ edd. 22. καὶ
om. oxz Corae et Groskurdio probantibus. 23. έχουσα codd. edd.,
sed Cor. in nott. proposuit coniecturam, quam recipere cum Groskur-
dio non dubitavi: simillimum locum v. p. 529.
in nott.

καὶ deleri iubet Cor.

« PreviousContinue »