Page images
PDF
EPUB
[blocks in formation]

τί σὺ λέγεις ;

ΚΗ. στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οἵνεκα στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεω.

ΠΕΙ. δέχομαι. τί δ ̓ οὕτως οἱ λεῳ τιμῶσί με; ΚΗ. ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν, οὐκ οἶσθ ̓ ὅσην τιμὴν παρ ̓ ἀνθρώποις φέρει, 1265 ὅσους τ ̓ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις. πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν, ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε, ἐκόμων, ἐπείνων, ἐῤῥύπων, ἐσωκράτων, σκυτάλι ̓ ἐφόρουν· νυνὶ δ ̓ ὑποστρέψαντες αὖ 1270 ὀρνιθομανοῦσι, πάντα δ ̓ ὑπὸ τῆς ἡδονῆς ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι, πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα ἐπέτονθ ̓ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν κἄπειτ ̓ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία 1275 εἶτ ̓ ἀπενέμοντ ̓ ἐνταῦθα τὰ ψηφίσματα. ὠρνιθομάνουν δ ̓ οὕτω περιφανῶς ὥστε καὶ πολλοῖσιν ὀρνίθων ὀνόματ ̓ ἦν κείμενα. πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο χωλός, Μενίππῳ δ ̓ ἦν χελιδὼν τοὔνομα, 1280 Οπουντίῳ δ ̓ ὀφθαλμὸν οὐκ ἔχων κόραξ, κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, βις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς, Συρακοσίῳ δὲ κίττα· Μειδίας δ ̓ ἐκεῖ ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ἧκεν ὄρτυγι 1285 ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ. ἦδον δ ̓ ὑπὸ φιλορνιθίας πάντες μέλη, ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη

ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ

ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
1290 τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω·
ἥξουσ ̓ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι

πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων
ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.

ΠΕΙ. οὐκ ἄρα μὰ Δί ἡμῖν ἔτ ̓ ἔργον ἑστάναι. 1295 ἀλλ ̓ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀῤῥίχους καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίπλη πτερῶν Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά ἐγὼ δ ̓ ἐκείνων τοὺς προσιόντας δέξομαι.

1299

ΧΟΡ. ταχὺ δ ̓ ἂν πολυάνδρα τὴν πόλιν

1300 καλοῖ τις ἀνθρώπων.

ΠΕΙ. τύχη μόνον προσείη.

(στροφή.)

ΧΟΡ. κατέχουσι δ ̓ ἔρωτες ἐμᾶς πόλεως.
ΠΕΙ. θᾶττον φέρειν κελεύω.

ΧΟΡ. τί γὰρ οὐκ ἔνι ταύτῃ

1305 καλὸν ἀνδρὶ μετοικεῖν ;

Σοφία, Πόθος, ἀμβρόσιαι Χάριτες,
τό τε τῆς ἀγανόφρονος Ησυχίας
εὐάμερον πρόσωπον.

ΠΕΙ. ὡς βλακικῶς διακονεῖς

1310 οὐ θᾶττον ἐγκονήσεις;

1315

ΧΟΡ. φερέτω κάλαθον ταχύ τις πτερῶν,

σὺ δ ̓ αὖθις ἐξόρμα,

τύπτων γε τοῦτον ὡδί.

(ἀντιστροφή.)

πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
ΠΕΙ. Μανῆς γάρ ἐστι δειλός.

ΧΟΡ. σὺ δὲ τὰ πτερὰ πρῶτον

διάθες τάδε κόσμῳ

τά τε μουσίχ ̓ ὁμοῦ τά τε μαντικὰ καὶ

τὰ θαλάττι. ἔπειτα δ ̓ ὅπως φρονίμως

1320 πρὸς ἄνδρ ̓ ὁρῶν πτερώσεις.

1325

ΠΕΙ. οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχή

σομαι,

οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.

ΠΑΤΡΑΛΟΙΑΣ.

γενοίμαν ἀετὸς ὑψιπέτας,

ὡς ἂν ποταθείην ὑπὲρ ἀτρυγέτου γλαύ
κᾶς ἐπ ̓ οἶδμα λίμνας.

ΠΕΙ. ἔοικεν οὐ ψευδαγγελὴς εἶν ̓ ἅγγελος.
ᾄδων γὰρ ὅδε τις ἀετοὺς προσέρχεται.
ΠΑΤ. αἰβοῖ·

οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον 1330 ἐρῶ δ' ἔγωγε τῶν ἐν ὄρνισιν νόμων. ὀρνιθομανῷ γὰρ καὶ πέτομαι, καὶ βούλομαι οἰκεῖν μεθ ̓ ὑμῶν, κἀπιθυμῶ τῶν νόμων.

1333

ΠΕΙ. ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.

ΠΑΤ. πάντων μάλιστα δ ̓ ὅτι καλὸν νομίζεται 1335 τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν. ΠΕΙ. καὶ νὴ Δι' ἀνδρεῖόν γε πάνυ νομίζομεν, ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.

1340

1345

ΠΑΤ. διὰ ταῦτα μέντοι δεῦρ ̓ ἀνοικισθεὶς ἐγὼ ἄγχειν ἐπιθυμῷ τὸν πατέρα καὶ πάντ ̓ ἔχειν. ΠΕΙ. ἀλλ ̓ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν· ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους πάντας ποιήσῃ τοὺς πελαργιδῆς τρέφων, δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν. ΠΑΤ. ἀπέλαυσα τἄρ ̓ ἂν νὴ Δί' ἐλθὼν ἐνθαδί, εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.

ΠΕΙ. οὐδέν γ'. ἐπειδήπερ γὰρ ἦλθες, ὦ μέλε, εὔνους, πτερώσω σ ̓ ὥσπερ ὄρνιν ὀρφανόν. σοὶ δ ̓, ὦ νεανίσκ', οὐ κακῶς ὑποθήσομαι, 1350 ἀλλ ̓ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν τὴν πτέρυγα, καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ, νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον, φρούρει, στρατεύου, μισθοφορῶν σαυτὸν τρέφε, 1355 τὸν πατέρ ̓ ἔα ζῆν· ἀλλ' ἐπειδὴ μάχιμος εἶ, εἰς τἀπὶ Θρᾴκης ἀποπέτου, κἀκεῖ μάχου.

ΠΑΤ. νὴ τὸν Διόνυσον, εὖ γέ μοι δοκεῖς λέγειν,

καὶ πείσομαί σοι.

ΠΕΙ.

νοῦν ἄρ ̓ ἕξεις νὴ Δία.

ΚΙΝΗΣΙΑΣ.

ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις

1360 πέτομαι δ' ὁδὸν ἄλλοτ ̓ ἐπ ̓ ἄλλαν μελέων

1365

ΠΕΙ. τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
ΚΙΝ. ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων
ΠΕΙ. ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
ΚΙΝ. ὄρνις γενέσθαι βούλομαι

λιγύφθογγος ἀηδών.

1367 ΠΕΙ. παῦσαι μελωδῶν, ἀλλ' ὅ τι λέγεις εἰπέ

μοι.

ΚΙΝ. ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν 1370 ἀεροδοκήτους καὶ νιφοβόλους ἀναβολάς. ΠΕΙ. ἐκ τῶν νεφελῶν γὰρ ἄν τις αναβολὰς λάβοι ;

ΚΙΝ. κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη. τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται ἀέριά τινα καὶ σκότια καὶ κυαναυγέα

1375 καὶ πτεροδύνητα· σὺ δὲ κλύων εἴσει τάχα. ΠΕΙ. οὐ δῆτ ̓ ἔγωγε.

ΚΙΝ.

νὴ τὸν Ἡρακλέα σύ γε.

ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα
εἴδωλα πετεινῶν

αιθεροδρόμων,

1380 οιωνών ταναοδείρων.

ΠΕΙ. όπ.

ΚΙΝ.

τὸν ἁλάδρομον ἁλάμενος

ἅμ ̓ ἀνέμων πνοαῖσι βαίην.

ΠΕΙ. νὴ τὸν Δί' ή 'γώ σου καταπαύσω τὰς

πνοάς.

ΚΙΝ. τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν, 1385 τοτὲ δ ̓ αὖ βορέᾳ σῶμα πελάζων ἀλίμενον αἰθέρος αὔλακα τέμνων.

χαρίεντά γ ̓, ὦ πρεσβυτ ̓, ἐσοφίσω καὶ σοφά. ΠΕΙ. οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενό

μενος ;

ΚΙΝ. ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον, 1390 ὃς ταῖσι φυλαῖς περιμάχητός εἰμ ̓ ἀεί;

ΠΕΙ. βούλει διδάσκειν καὶ παρ' ἡμῖν οὖν
μένων

Λεωτροφίδη χορὸν πετομένων ὀρνέων
Κεκροπίδα φυλήν ;

ΚΙΝ.

καταγελάς μου, δῆλος εἶ.

ἀλλ ̓ οὖν ἔγωγ ̓ οὐ παύσομαι, τοῦτ ̓ ἔσθ' ὅτι, 1395 πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.

ΣΥΚΟΦΑΝΤΗΣ.

ὄρνιθές τινες οἵδ ̓ οὐδὲν ἔχοντες πτεροποίκιλοι,

1397 τανυσίπτερε ποικίλα χελιδοῖ

1400

ΠΕΙ. τουτὶ τὸ κακὸν οὐ φαῦλον εξεγρήγορεν. ὅδ ̓ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.

ΣΥΚ. τανυσίπτερε ποικίλα μάλ' αὖθις. ΠΕΙ. ἐς θοιμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ, δεῖσθαι δ ̓ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.

ΣΥΚ. τίς ὁ πτερῶν δεῦρ ̓ ἐστὶ τοὺς ἀφικνουμένους;

ΠΕΙ. ὁδὶ πάρεστιν· ἀλλ ̓ ὅτου δεῖ χρὴ λέγειν. 1405 ΣΥΚ. πτερών πτερῶν δεῖ· μὴ πύθη τὸ δεύτερον. ΠΕΙ. μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ; ΣΥΚ. μα Δί', ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς καὶ συκοφάντης,

ΠΕΙ.

ὦ μακάριε τῆς τέχνης. ΣΥΚ. καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν

1410 κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος. ΠΕΙ. ὑπὸ πτερύγων τί προσκαλεῖ σοφώτερον ; ΣΥΚ. μα Δί', ἀλλ ̓ ἵν ̓ οἱ λῃσταί γε μὴ λυπωσί με,

1415

μετὰ τῶν γεράνων τ ̓ ἐκεῖθεν ἀναχωρῶ πάλιν, ἀνθ ̓ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.

ΠΕΙ. τουτὶ γὰρ ἐργάζει σὺ τουργον ; εἰπέ μοι, νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους ;

ΣΥΚ. τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπί

σταμαι.

ΠΕΙ. ἀλλ ̓ ἔστιν ἕτερα νὴ Δί' ἔργα σώφρονα, ἀφ ̓ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ 1420 ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικοῤῥαφεῖν.

ΣΥΚ. ὦ δαιμόνιε, μὴ νουθέτει μ', ἀλλὰ πτέρου.
ΠΕΙ. νῦν τοι λέγων πτερώ σε

ΣΥΚ.

ἄνδρα πτερώσειας σύ ;

ΠΕΙ.

ἀναπτεροῦνται.

ΣΥΚ.

ΠΕΙ.

καὶ πῶς ἂν λόγοις

πάντες τοῖς λόγοις

πάντες ;

οὐκ ἀκήκοας,

1425 ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί·
δεινῶς γέ μου το μειράκιον Διτρέφης

« PreviousContinue »