Page images
PDF
EPUB

624 διδόναι τι μέρος· καὶ ταῦθ ̓ ἡμῖν

625 παραχρῆμ ̓ ἔσται

πυροὺς ὀλίγους προβαλοῦσιν.

ΧΟΡ. ὦ φίλτατ' ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,

οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ' ἑκὼν τῆς σῆς γνώμης ἔτ ̓ ἀφείμην.

ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις

630 ἐπηπείλησα καὶ κατώμοσα,

ἢν σὺ παρ' ἐμὲ θέμενος

ὁμόφρονας λόγους δικαίους,
ἀδόλους, ὁσίους,
ἐπὶ θεοὺς ἴης,

635 ἐμοὶ φρονῶν ξυνῳδά, μὴ
πολὺν χρόνον θεοὺς ἔτι
σκῆπτρα τἀμὰ τρίψειν.

640

645

ἀλλ ̓ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ ̓ ἡμεῖς·

ὅσα δὲ γνώμη δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ' ἀνάκειται.

ΕΠ. καὶ μὴν μὲ τὸν Δί' οὐχὶ νυστάζειν γ ̓ ἔτι

ὥρα 'στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,

ἀλλ' ὡς τάχιστα δεῖ τι δρᾶν πρῶτον δέ τε
εἰσέλθετ ̓ εἰς νεοττιάν γε τὴν ἐμὴν

καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
καὶ τοὔνομ ̓ ἡμῖν φράσατον.

ΠΕΙ.

ἐμοὶ μὲν ὄνομα Πεισθέταιρος.

ἀλλὰ ῥᾴδιον.

ΕΠ.

τῳδεδί ;

[blocks in formation]

650

ΠΕΙ. ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.

ΕΠ.

ἴθι.

ΠΕΙ. ἀτὰρ τὸ δεῖνα δεῦρ ̓ ἐπανάκρουσαι πάλιν. φέρ ̓ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χρυτοσὶ ξυνεσόμεθ' ὑμῖν πετομένοις οὐ πετομένω ;

653 ΕΠ. καλῶς. ΠΕΙ.

ὅρα νυν ὡς ἐν Αἰσώπου λόγοις ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ ̓, ὡς 655 φλαύρως ἐκοινώνησεν ἀετῷ ποτέ.

660

ΕΠ. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ρίζιον, ὃ διατραγόντ ̓ ἔσεσθον ἐπτερωμένω.

ΠΕΙ. οὕτω μὲν εἰσίωμεν. "Αγε δή, Ξανθία καὶ Μανόδωρε, λαμβάνετε τὰ στρώματα. ΧΟΡ. οὗτος, σὲ καλῶ σὲ καλώ.

ΕΠ.

ΧΟΡ.

τί καλεῖς ;

τούτους μὲν ἄγων μετὰ σαυτοῦ ἀρίστισον εὖ τὴν δ ̓ ἡδυμελῆ ξύμφωνον ἀηδόνα

Μούσαις

κατάλειψ ̓ ἡμῖν δεῖρ ̓ ἐκβιβάσας, ἵνα παίσωμεν μετ ̓ ἐκείνης.

ΠΕΙ. ὦ τοῦτο μέντοι νὴ Δί ̓ αὐτοῖσιν πιθοῦ· ἐκβίβασον ἐκ τοῦ βουτόμου τουρνίθιον, 665 ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα καὶ νὰ θεασώμεσθα τὴν ἀηδόνα.

670

ΕΠ. ἀλλ ̓ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν.
ἡ Πρόκνη

ἔκβαινε, καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
ΠΕΙ. ὦ Ζεῦ πολυτίμηθ', ὡς καλὸν τοὐρνί-
θιον,

ὡς δ ̓ ἁπαλόν, ὡς δὲ λευκόν. . . . .

ΕΥ. ἐγὼ μὲν αὐτὴν καὶ φιλῆσαί μοι δοκῶ; ΠΕΙ. ἀλλ ̓, ὦ κακόδαιμον, ρύγχος ὀβελίσκοιν ἔχει.

ΕΥ. ἀλλ ̓ ὥσπερ ᾠὸν νὴ Δί ἀπολέψαντα χρὴ

ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα καθ' οὕτω φιλεῖν.

ΕΠ. ἴωμεν.

ΠΕΙ.

ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

ΧΟΡ. ὦ φίλη, ὦ ξουθή,

ὦ φίλτατον ὀρνέων,

680 πάντων ξύννομε τῶν ἐμῶν

ὕμνων ξύντροφ ̓ ἀηδοῖ,
ἦλθες ἦλθες, ὤφθης,

ἡδὺν φθόγγον ἐμοὶ φέρουσ ̓.
ἀλλ ̓, ὦ καλλιβύαν κρέκουσ

D

685 αὐλὸν φθέγμασιν ἠρινοῖς, ἄρχου τῶν ἀναπαίστων.

ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,

ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φυλ ̓ ἀμενηνά,

ἀπτῆνες ἐφημέριοι, ταλαοὶ βροτοί, ἀνέρες εἰκελό

νειροι,

690 πρόσχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν, τοῖς

αἰὲν ἐοῦσι,

τοῖς αἰθερίοις, τοῖσιν ἀγήρως, τοῖς ἄφθιτα μη

δομένοισιν.

ἵν ̓ ἀκούσαντες πάντα παρ' ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων,

φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τ' Ερέβους τε Χάους τε

εἰδότες ὀρθῶς παρ' ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν.

695 Χάος ἦν καὶ Νὺξ Ερεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς

γῆ δ ̓ οὐδ ̓ ἀὴρ οὐδ ̓ οὐρανὸς ἦν· Ερέβους δ' ἐν ἀπείροσι κόλποις

τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,

ἐξ οὗ περιτελλομέναις ώραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,

στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.

700 οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ

Τάρταρον εὐρὺν

ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.

πρότερον δ ̓ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμιξεν ἅπαντα·

ξυμμιγνυμένων δ ̓ ἑτέρων ἑτέροις γένετ' οὐρανὸς ὠκεανός τε

καὶ γῆ πάντων τε θεών μακάρων γένος ἄφθιτον. ὧδε μέν ἐσμεν

705 πολύ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς

δ ̓ ὡς ἐσμὲν Ερωτος

706 πολλοῖς δῆλον πετόμεσθά τε γὰρ καὶ τοῖσιν

ἐρῶσι σύνεσμεν

πάντα δὲ θνητοῖς ἐστὶν ἀφ ̓ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.

πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος, χειμώνος,

ὀπώρας

σπείρειν μέν, ὅταν γέρανος κρώζουσ ̓ ἐς τὴν Λιβύην μεταχωρῇ,

καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,

εἶτα δ' Ορέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν

ἀποδύῃ.

715 ἰκτῖνος δ ̓ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν

ἀποφαίνει,

ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν·

εἶτα χελιδών,

ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.

ἐσμὲν δ ̓ ὑμῖν Αμμων, Δελφοί, Δωδώνη, Φοῖβος ̓Απόλλων.

ἐλθόντες γὰρ πρῶτον ἐπ ̓ ὄρνις, οὕτω πρὸς ἅπαντα τρέπεσθε,

720 πρός τ' ἐμπορίαν καὶ πρὸς βιότου κτῆσιν καὶ πρὸς γάμον ἀνδρός·

ὄρνιν τε νομίζετε πάνθ ̓ ὅσαπερ περὶ μαντείας

διακρίνει

φήμη γ ̓ ὑμῖν ὄρνις ἐστί, πταρμόν τ ̓ ὄρνιθα

καλεῖτε,

ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ ̓ ὄρνιν, ὄνον ὄρνιν.

ἆρ ̓ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Απόλλων ;

725 ἢν οὖν ἡμᾶς νομίσητε θεούς, ἕξετε χρῆσθαι μάντεσι Μούσαις, αὔραις, ὥραις, χειμῶνι, θέρει, μετρίῳ πνίγει κοὐκ ἀποδράντες καθεδούμεθ ̓ ἄνω σεμνυνόμενοι

730 παρὰ ταῖς νεφέλαις ὥσπερ χώ Ζεύς ἀλλὰ παρόντες δώσομεν ὑμῖν, αὐτοῖς, παισίν, παίδων παισίν,

733 πλουθυγιείαν,

εὐδαιμονίαν, βίον, εἰρήνην,

735 νεότητα, γέλωτα, χορούς, θαλίας,

γάλα τ' ὀρνίθων.

ὥστε παρέσται κοπιᾶν ὑμῖν

ὑπὸ τῶν ἀγαθῶν

οὕτω πλουτήσετε πάντες.

740 Μούσα λοχμαία,

τιό τιό τιό τιό τιό τιό τιοτίγξ,

ποικίλη, μεθ ̓ ἧς ἐγὼ

νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,
τιὸ πιὸ πιὸ τιοτίγξ,

745 ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,
τιό τιό τιό τιοτιξ,

δι' ἐμῆς γένυος ξουθῆς μελέων Πανὶ νόμους ἱεροὺς ἀναφαίνω σεμνά τε μητρὶ χορεύματ ̓ ὀρείᾳ, 750 τοτοτοτοτοτοτοτοτοτίγξ, ἔνθεν ὥσπερ ἡ μέλιττα

(στροφή.)

Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπόν, ἀεὶ φέ

ρων γλυκεῖαν ᾠδάν.

τιὸ πιὸ πιὸ τιοτίγξ.

755 εἰ μετ ̓ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἔτω. ὅσα γάρ ἐστιν ἐνθάδ' αἰσχρὰ τῷ νόμῳ κρατού

μενα,

ταῦτα πάντ ̓ ἐστὶν παρ ̓ ἡμῖν τοῖσιν ὄρνισιν καλά. εἰ γὰρ ἐνθάδ ̓ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν

νόμῳ,

760 τοῦτ ̓ ἐκεῖ καλὸν παρ' ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλήκτρον, εἰ

μάχει.

εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
ἀτταγᾶς οὗτος παρ' ἡμῖν ποικίλος κεκλήσεται.
εἰ δὲ τυγχάνει τις ὢν Φρυξ μηδὲν ἧττον Σπιν-

θάρου,

765 φρυγίλος ὄρνις ἐνθάδ' ἔσται, τοῦ Φιλήμονος

γένους.

εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Εξηκεστίδης,

« PreviousContinue »