Page images
PDF
EPUB

Μηδ ̓ ἀδίκει μ ̓, ὅτι μικκὸς ἐν πολλαῖσιν ἁμαρτῶ.
Ω Λάμπουρε κύων, οὕτω βαθὺς ὑπνος ἔχει τυ;
Οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
Ταὶ δ ̓ ὄιες, μηδ ̓ ἔμμες ὀκνεῖθ ̓ ἁπαλᾶς κορέσασθαι
Ποίας· οὔτι καμεῖσθ ̓, ὅκκα πάλιν ἅδε φύηται.

65

Σίττα νέμεσθε, νέμεσθε· τὰ δ ̓ οὔθατα πλήσατε πᾶσαι,
Ως τὸ μὲν ᾧ ὄρνες ἔχωντι, τὸ δ ̓ ἐς ταλάρως ἀπόθωμαι. 70
Δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ ̓ ἀείδεν·

ΔΑΦΝΙΣ.

Κἄμ ̓ ἐκ τῶ ἄντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
Τὰς δαμάλας παρελεῦντα, καλὸν, καλὸν ἦμες ἔφασκεν·
Οὐ μὴν οὐδὲ λόγον ἐκρίθην ἄπο τὸν πικρὸν αὐτῷ,
Αλλὰ κάτω βλέψας τὰν ἡμετέραν ὁδὸν εἶρπον.
Αδεῖ ἡ φωνὰ τᾶς πόρτιος, ἡδὺ τὸ πνεῦμα·
* Αδὺ δὲ χώ μόσχος γαρύεται, ἡδὺ δὲ χ ̓ ἁ βῶς·
Αδὺ δὲ τῷ θέρεος παρ ̓ ὕδωρ ῥέον αἰθριοκοιτῆν.
Τα δρυῒ ταὶ βάλανοι κόσμος, τα μαλίδι μάλα·
Τῷ βοὶ δ ̓ ὁ μόσχος, τῷ βωκόλῳ αἱ βόες αὐταί.

Ως οἱ παῖδες ἄεισαν· ὁ δ ̓ αἰπόλος ὧδ ̓ ἀγόρευεν·

ΑΙΠΟΛΟΣ.

Αδύ τι τὸ στόμα τοι, καὶ ἐφίμερος, ὦ Δάφνι, φωνά
Κρέσσον μελπομένω τεῦ ἀκουέμεν, ἢ μέλι λείχεν.
Λάσδεο τᾶς σύριγγος· ἐνίκησας γὰρ ἀείδων.

Αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ ̓ αἰπολέοντα διδάξαι,
Τήναν ταν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αίγα,
Ατις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροί.
Ως μὲν ὁ παῖς ἐχάρη, καὶ ἀνάλατο, καὶ πλατάγησε
Νικήσας· οὕτως ἐπὶ ματέρα νεβρὸς ἅλοιτο.
Ως δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπα
Ωτερος· οὕτω καὶ νύμφα γαμεθεῖσ ̓ ἀκάχοιτο.

Κήκ τούτω Δάφνις παρὰ ποιμέσι πρᾶτος ἔγεντο,
Και νύμφαν, ἄκραβος ἐὼν ἔτι, Ναΐδα γᾶμεν.

75

80

85

90

ΥΠΟΘΕΣΙΣ

τοῦ ̔Ενδεκάτου Ειδυλλίου.

ΥΠΟΚΕΙΤΑΙ ὁ Κύκλωψ παρηγορῶν ἑαυτοῦ τὸν ἐπὶ Γαλατείᾳ ἔρωτα δι' ᾠδῆς. Προσδιαλέγεται δὲ ὁ Θεόκριτος ιατρῷ Νικίᾳ, Μιλη σίῳ τὸ γένος· ὃς συμφοιτητὴς γέγονεν Ερασιστράτου, ἰατροῦ ὄντος καὶ αὐτοῦ. Φέρεται δὲ καί τι ποιημάτιον αὐτοῦ ἀντιγεγραμμένον ὑπὲρ Κύκλωπος πρὸς Θεόκριτον.

* Κ Υ Κ Λ Ω Ψ.

Ειδύλλιον ιά.

ΟΥΔΕΝ ποττὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο,
Νικία, οὔτ ̓ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ ̓ ἐπίπαστον,
Η ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἡδὺ
Γίνετ ̓ ἐπ ̓ ἀνθρώποις· εὑρῆν δ ̓ οὐ ῥᾴδιόν ἐντι.
Γινώσκεν δ ̓ οἶμαί τυ καλῶς, ἰατρὸν ἐόντα,
Καὶ ταῖς ἐννέα δὴ πεφιλαμένον ἔξοχα Μοίσαις.

Οὕτω γοῦν ῥάϊστα διαγ ̓ ὁ Κύκλωψ ὁ παρ' ἡμῖν,
Ωρχαῖος Πολύφαμος, ὅκ ̓ ἤρατο τᾶς Γαλατείας,
Αρτι γενειάσδων περὶ τὸ στόμα τως κροτάφως τε.
Ηρατο δ ̓ οὔτι ῥόδοις, οὐ μάλοις, οὐδὲ κικίννοις,
Αλλ' ὀλοαῖς μανίαις· ἡγεῖτο δὲ πάντα πάρεργα.
Πολλάκι ταὶ ὄΐες ποτὶ ταὔλιον αὐταὶ ἀπῆνθον
Χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
Αὐτῶ ἐπ' ἀϊόνος κατετάκετο φυκιοέσσας,

Εξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
Κύπριος ἐκ μεγάλας, ἃ οἱ ἥπατι πᾶξε βέλεμνον.
Αλλὰ τὸ φάρμακον εὗρε καθεζόμενος δ ̓ ἐπὶ πέτρας
Υψηλᾶς, ἐς πόντον ὁρῶν, ἄειδε τοιαῦτα·

Ω λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ ̓ ἀποβάλλῃ;
VoL. II. 30

5

10

15

EXCERPTA BUCOLICA.

Λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα δ ̓ ἀρνὸς,
Μόσχω γαυροτέρα, φιαρωτέρα ἔμφακος ὠμᾶς.
Φοιτῇς δ ̓ αὖθ ̓ οὕτως, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με
Οἴχη δ ̓ εὐθὺς ἰοῖσα, ὅκα γλυκὺς ὕπνος ἀνῇ με·
Φεύγεις δ ̓ ὥσπερ ὄϊς πολιὸν λύκον ἀθρήσασα.
Ηράσθην μὲν ἔγωγα τεούς, κόρα, ἁνίκα πρᾶτον
Ηνθες ἐμῷ σὺν ματρὶ, θέλοισ ̓ ὑακίνθινα φύλλα
Εξ ὄρεος δρέψασθαι· ἐγὼ δ ̓ ὁδὸν ἁγεμόνευον.
Παύσασθαι δ ̓ ἐσιδών τυ καὶ ὕστερον οὐδέτι πω νῦν
Εκ τήνω δύναμαι· τὶν δ ̓ οὐ μέλει, οὐ μα Δί', οὐδέν.
Γινώσκω, χαρίεσσα κόρα, τίνος ούνεκα φεύγεις
Ούνεκά μοι λασία μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ
Εξ ὠτὸς τέταται ποτὶ θώτερον ώς μία μακρά
Εἰς δ ̓ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
Αλλ ̓ ὡὐτὸς, τοιοῦτος ἐων, βοτὰ χίλια βόσκω,
Κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·
Τυρὸς δ ̓ οὐ λείπει μ ̓ οὔτ ̓ ἐν θέρει, οὔτ ̓ ἐν ὀπώρῃ,
Οὐ χειμῶνος ἄκρῳ· ταρσοὶ δ ̓ ὑπεραχθέες αἰεί.
Συρίσδεν δ ̓ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων
Τὶν, τὸ φίλον γλυκύμαλον, ἁμᾶ κἠμαυτὸν ἀείδων,
Πολλάκι νυκτὸς ἀωρί· τρέφω δέ τοι ἕνδεκα νεβρὼς
Πάσας ἀμνοφόρως, καὶ σκύμνως τέσσαρας ἄρκτων.
Αλλ' ἀφίκευ τὺ ποτ ̓ ἄμμε, καὶ ἑξεῖς οὐδὲν ἔλασσον
Τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθῆν.
Αδιον ἐν τὤντρῳ παρ ̓ ἐμὶν τὴν νύκτα διαξεῖς.

Εντὶ δάφναι τηνεὶ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
Εντὶ μέλας κισσός, ἔντ ̓ ἄμπελος & γλυκύκαρπος·
Εντὶ ψυχρὸν ὕδωρ, τό μοι & πολυδένδρεος Αἴτνα
Λευκᾶς ἐκ χιόνος, ποτὸν ἀμβρόσιον, προΐητι.
(Τίς κεν τῶνδε θάλασσαν ἔχειν ἢ κύμαθ ̓ ἕλοιτο;)
[ 4ἰ δέ τοι αὐτὸς ἐγὼν δοκέω λασιώτερος ἦμεν,]
Εντὶ δρυὸς ξύλα μοι, καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ·
Καιόμενος δ ̓ ὑπὸ τοῦς καὶ τὴν ψυχὰν ἀνεχοίμαν,

20

25

30

35

40

45

50

Καὶ τὸν ἕν ̓ ὀφθαλμὸν, τῶ μοι γλυκερώτερον οὐδέν.
Ω
μοι,
ὅτ' οὐκ ἔτεκέν μ ̓ ἃ μάτηρ βράγχι ἔχοντα,
Ως κατέδυν ποτὶ τὶν, καὶ τὰν χέρα τοῦς ἐφίλασα,

Δἰ μὴ τὸ στόμα λῇς· ἔφερον δέ τοι ἢ κρίνα λευκα,
Η μάκων ἁπαλὰν ἐρυθρὰ πλαταγώνι ἔχοισαν.
Αλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμώνι·
Ωστ ̓ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ' ἐδυνάθην.
Νῦν μὲν, ὦ κόριον, νῦν αὐτόθι νεῖν γε μαθεῦμαι,
Αἴκα τις σὺν ναὶ πλέων ξένος ὧδ ̓ ἀφίκηται·

Ως κεν ἴδω, τί ποθ ̓ ἡδὺ κατοικῶν τὸν βυθὸν ἔμμιν.
Εξένθοις, Γαλάτεια, καὶ ἐξενθοῖσα λάθοιο

55

60

(Ωσπερ ἐγὼν νῦν ὧδε καθήμενος) οἴκαδ ̓ ἀπενθεῖν. Ποιμαίνειν δ ̓ ἐθέλοις σὺν ἐμὶν ἅμα, καὶ γάλ ̓ ἀμέλγειν, 65 Καὶ τυρὸν πᾶξαι, τάμισον δριμεῖαν ἐνεῖσα.

Α μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτῷ·
Οὐδὲν πᾷ ποχ ̓ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπὲρ μεῦ,
Καὶ ταῦτ ̓, ὦμαρ ἐπ' ἄμαρ ὁρευσα με λεπτὸν ἐόντα.
Φασῶ τὴν κεφαλὴν καὶ τως πόδας αμφοτέρως μεν
Σφύσδειν· ὡς ανιαθῇ, ἐπεὶ κἠγὼν ἀνιώμαι.

Ω Κύκλωψ, Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
Αἴκ ἐνθὼν ταλάρως τε πλέκοις, καὶ θαλλὸν ἀμάσας
Ταῖς ἄρνεσσι φέροις, τάχα κεν πολὺ μᾶλλον ἔχοις νοῦν.
Τὰν παρεοῖσαν ἄμελγε· τί τὸν φεύγοντα διώκεις;
Εὑρήσεις Γαλάτειαν ἴσως καὶ καλλίον ἄλλαν.
Πολλαὶ συμπαίσδεν με κόραι τὴν νύκτα κέλονται,
Κιχλίσδοντι δὲ πᾶσαι, ἐπήν κ' αὐταῖς ὑπακοίσω·
Δηλονότ ̓ ἐν τῷ γᾷ κἀγὼν τὶς φαίνομαι ἦμες.

70

75

Ούτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα,

80

Μουσίσδων· ῥᾷον δὲ διάγ', ἢ χρυσὸν ἔδωκεν.

ΥΠΟΘΕΣΙΣ

τοῦ Πεντεκαιδεκάτου Ειδυλλίου.

ΕΠΙΓΡΑΦΕΤΑΙ μὲν τοῦτο τὸ Ειδύλλιον Συρακούσιαι, ἢ Αθωνιάξουσαι· ὑποτίθεται δέ τινας Συρακουσίας τὸ γένος, παρεπιδημούσας ἐν Αλεξανδρείᾳ, καὶ ἐπὶ θέαν ἐξιούσας τῆς πομπῆς τοῦ κομισθέντος Αδώνιδος ὑπὸ Αρσινόης τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου γυναικός. Εθος δὲ εἶχον οἱ ἐν Αλεξανδρείᾳ ἐν τοῖς Αδωνίας, διακο μίσαντας τὰ εἴδωλα του Αδώνιδος μετὰ τῶν νομιζομένων ἐπὶ τὴν θάλασσαν κομίζειν. Διαγράφει δὲ ὁ Θεόκριτος, χαριζόμενος τῇ βασιλίδι, ᾄδουράν τινα, καὶ τὴν πολυτέλειαν τῆς Αρσινόης δι ᾠδῆς ἀπαγγέλλουσαν.

* ΣΥΡΑΚΟΥΣΙΑΙ ἢ ΑΔΩΝΙΑΖΟΥΣΑΙ.

Ειδύλλιον ιέ.

ΓΟΡΓΩ, ΠΡΑΞΙΝΟΗ, ΓΡΑΥΣ, ΞΕΝΟΣ,
[ΕΤΕΡΟΣ ΞΕΝΟΣ, ΓΥΝΗ ΛΟΙΔΟΣ.]

[blocks in formation]

Ω τᾶς ἀδαμάτω ψυχᾶς· μόλις ύμμιν ἐσώθην,
Πραξινόα· πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.

5

« PreviousContinue »