Page images
PDF
EPUB

τῇ λύχνων ἐρημία
ἔνθα τοῖς ἥρωσιν ἄνθρω-
ποι ξυναριστῶσι καὶ ξύν
εισι, πλὴν τῆς ἑσπέρας.
τηνικαῦτα δ ̓ οὐκέτ ̓ ἦν
ἀσφαλὲς ξυντυγχάνειν.
εἰ γὰρ ἐντύχοι τις ἦρῳ

1445

τῶν βροτῶν νύκτωρ Ορέστῃ,
γυμνὸς ἦν πληγεὶς ὑπ ̓ αὐτοῦ

1450

πάντα τἀπιδέξια.

ΠΡΟΜΗΘΕΥΣ. ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΧΟΡΟΣ.

ΠΡ. Οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ' ὄψεται. ποῦ Πεισθέταιρός ἐστιν;

اد

ΠΕ.

ἔα· τουτί τί ἦν;

[blocks in formation]

ΠΡ.

τί γὰρ ὁ Ζεὺς ποιεῖ;

1460

ἀπαιθριάζει τὰς νεφέλας, ἢ ξυννεφεῖ;

ΠΕ. οἴμωζε μεγάλ'.

ΠΡ.

οὕτω μὲν ἐκκεκαλύψομαι.

ΠΕ. ὦ φίλε Προμηθεῦ.

ΠΡ.

ΠΕ. τί γὰρ ἔστι;

ΠΡ.

παύε, παύε, μὴ βόα.

σίγα, μὴ κάλει μου τοὔνομα

ἀπὸ γὰρ ὀλεῖ μ', εἴ μ' ἐνθάδ' ὁ Ζεὺς ὄψεται. ἀλλ ̓ ἵνα φράσω σοι πάντα τἄνω πράγματα, 1465 τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε

ἄνωθεν, ὡς ἂν μή μ' ὁρῶσιν οἱ θεοί.

ΠΕ. ἰοὺ Ἰού

εὖ γ ̓ ἐπενόησας αὐτὸ καὶ προμηθικώς. ὑπόδυθι ταχὺ δή, κατα θαῤῥήσας λέγε. 1470 ΠΡ. ἄκουε δή νυν.

ΠΕ.

ΠΡ. ἀπόλωλεν ὁ Ζεύς.

ΠΕ.

ὡς ἀκούοντος λέγε.

πηνίκ' ἄττ ̓ ἀπώλετο ;

ΠΡ. ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα. θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι

θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο

ἀνῆλθεν ὡς ἡμᾶς ἀπ ̓ ἐκείνου τοῦ χρόνου,
ἀλλ ̓ ὥσπερ ἐν Θεσμοφορίοις νηστεύομεν
ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ
πεινῶντες ὥσπερ Ιλλυριοί κεκριγότες
ἐπιστρατεύσειν φάσ ̓ ἄνωθεν τῷ Διί,
εἰ μὴ παρέξει τἀμπόρι ̓ ἀνεῳγμένα,

1475

1480

ἵν ̓ εἰσάγοιντο σπλάγχνα κατατετμημένα. ΠΕ. εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες

ΠΡ.

ἄνωθεν ὑμῶν;

οὐ γάρ εἰσι βάρβαροι,

ὅθεν ὁ πατρῷός ἐστιν Εξηκεστίδῃ ;

ΠΕ. ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις

τί ἐστιν ;

ΠΡ.

ΠΕ.

ὅ τι ἐστίν ; Τριβαλλοί.

μανθάνω.

1485

1490

ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο. ΠΡ. μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω ὑμεῖς δὲ μὴ σπένδεσθ', ἐὰν μὴ παραδιδῷ τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν, καὶ τὴν Βασιλείαν σοι γυναῖκ ̓ ἔχειν διδῷ. ΠΕ. τίς ἐστιν ἡ Βασιλεία;

ΠΡ.

1495

καλλίστη κόρη, ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διός, καὶ τἄλλ ̓ ἁπαξάπαντα, τὴν εὐβουλίαν, τὴν εὐνομίαν, τὴν σωφροσύνην, τὰ νεώρια, τὴν λοιδορίαν, τὸν κωλακρέτην, τὰ τριώβολα. ΠΕ. ἅπαντά τἄρ ̓ αὐτῷ ταμιεύει.

ΠΡ.

φήμ ̓ ἐγώ.

1500

ἣν γ ̓ ἦν σὺ παρ ̓ ἐκείνου παραλάβῃς, πάντ'

ἔχεις.

τούτων ἕνεκα δεῖρ ̓ ἦλθον, ἵνα φράσαιμί σοι. ἀεί ποτ ̓ ἀνθρώποις γὰρ εὔνους εἴμ ̓ ἐγώ.

ΠΕ. μόνον θεῶν γὰρ διὰ σ ̓ ἀπανθρακίζομεν.

ΠΡ. μισῶ δ ̓ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ. 1505 ΠΕ. νὴ τὸν Δί ̓ ἀεὶ δῆτα θεομισὴς ἔφυς.

ΠΡ. Τίμων καθαρός. ἀλλ ̓ ὡς ἂν ἀποτρέχω πάλιν, φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ

ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.

ΠΕ. καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών. 1510
ΧΟ. πρὸς δὲ τοῖς Σκιάποσιν λί-

μνη τις ἔστ', ἄλουτος οὗ
ψυχαγωγεί Σωκράτης
ἔνθα καὶ Πείσανδρος ἦλθε
δεόμενος ψυχὴν ἰδεῖν, ἢ

ζῶντ ̓ ἐκεῖνον προὔλιπε,
σφάγι ̓ ἔχων κάμηλον ἀ-
μνόν τιν, ἧς λαιμούς τεμὼν
ὥσπερ Οδυσσεὺς ἀπῆλθε,
κατ ̓ ἀνῆλθ ̓ αὐτῷ κάτωθεν

πρὸς τὸ λαῖμα τῆς καμήλου

Χαιρεφῶν ἡ νυκτερίς.

1515

1520

ΠΟΣΕΙΔΩΝ. ΤΡΙΒΑΛΛΟΣ.

ΗΡΑΚΛΗΣ.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΟΙΚΕΤΗΣ. ΧΟΡΟΣ.

ΠΟ. Τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας ὁρᾶν τοδὶ πάρεστιν, ᾗ πρεσβεύομεν.

οὗτος, τί δρᾷς ; ἐπ' ἀριστέρ ̓ οὕτως ἀμπέχει; 1525 οὐ μεταβαλεῖς θοιμάτιον ὡς ἐπὶ δεξιά;

τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν.

ὦ δημοκρατία, ποῖ προβιβᾷς ἡμᾶς ποτε,
εἰ τουτονί γ ̓ ἐχειροτόνησαν οἱ θεοί;

ΤΡ. ἕξεις ἀτρέμας ;

ΠΟ.

HP.

1530

οἴμωζε· πολὺ γὰρ δή σ' ἐγὼ

ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
ἄγε δὴ τί δρῶμεν Ἡράκλεις ;

ἀκήκοας

ἐμοῦ γ' ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, ὅστις ποτ ̓ ἔσθ ̓ ὁ τοὺς θεοὺς ἀποτειχίσας. ΠΟ. ἀλλ ̓ ὦ γάθ' ᾑρήμεσθα περὶ διαλλαγῶν πρέσβεις.

1535

ΗΡ. διπλασίως μᾶλλον ἄγχειν μοι δοκῶ. ΠΕ. τὴν τυρόκνηστίν τις δότω φέρε σίλφιον τυρὸν φερέτω τις πυρπόλει τοὺς ἄνθρακας. ΗΡ. τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν

[blocks in formation]

παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.

ΟΙ. ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.

L

« PreviousContinue »