Page images
PDF
EPUB

τὴν πτέρυγα, καὶ τουτὶ τὸ πλῆκτρον θἠτέρα, 1325
νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
φρούρει, στρατεύου, μισθοφορῶν σαυτὸν τρέφε,
τὸν πατέρ ̓ ἔα ζῆν· ἀλλ ̓ ἐπειδὴ μάχιμος εἶ,

εἰς τἀπὶ Θράκης ἀποπέτου, κἀκεῖ μάχου. ΠΑ. νὴ τὸν Διόνυσον, εὖ γέ μοι δοκεῖς λέγειν, 1330 καὶ πείσομαί σοι.

[blocks in formation]

πέτομαι δ ̓ ὁδὸν ἄλλοτ ̓ ἐπ ̓ ἄλλαν μελέων

ΠΕ. τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
ΚΙ. ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων
ΠΕ. ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.

ΚΙ.

1335

τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς ; ὄρνις γενέσθαι βούλομαι

λιγύφθογγος ἀηδών.

ΠΕ. παῦσαι μελῳδῶν· ἀλλ' ὅ τι λέγεις εἰπέ

μοι. 1340 ΚΙ. ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος

ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.

ΠΕ. ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι ;
ΚΙ. κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη. 1345
τῶν διθυράμβων γὰρ τὰ λαμπρά γίγνεται
ἀέριά τινα καὶ σκότια καὶ κυαναυγέα

καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.

ΠΕ. οὐ δῆτ ̓ ἔγωγε.

KI.

νὴ τὸν Ἡρακλέα σύ γε.

ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα

εἴδωλα πετεινῶν

αιθεροδρόμων,

οἰωνῶν ταναοδείρων.

ΠΕ.

ὠόπ.

KI.

τὸν ἁλάδρομον ἁλάμενος

1350

ἅμ ̓ ἀνέμων πνοιαῖσι βαίην,

1355

ΠΕ. νὴ τὸν Δί ̓ ἔγωγέ σου καταπαύσω τὰς πνοάς. τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν, τοτὲ δ ̓ αὖ βορέᾳ σῶμα πελάζων,

ΚΙ.

ἀλίμενον αἰθέρος αὔλακα τέμνων.

χαρίεντά γ' ὦ πρεσβῦτ ̓ ἐσοφίσω καὶ σοφά. 1360 ΠΕ. οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος ; ΚΙ. ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,

ὃς ταῖσι φυλαῖς περιμάχητος εἰμ ̓ ἀεί;

ΠΕ. βούλει διδάσκειν καὶ παρ ̓ ἡμῖν οὖν μένων
Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
Κεκροπίδα φυλήν ;

KI.

1365

καταγελᾷς μου δῆλος εἶ. ἀλλ ̓ οὖν ἔγωγ ̓ οὐ παύσομαι, τοῦτ ̓ ἔσθ' ὅτι, πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΣΥΚΟΦΑΝΤΗΣ. ΧΟΡΟΣ.

ΣΥ. ὄρνιθες τίνες οἵδ ̓ οὐδὲν ἔχοντες πτεροποίκιλοι, τανυσίπτερε ποικίλα χελιδοῖ;

K

1370

ΠΕ. τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
ὅδ ̓ αὖ μινυρίζων δευρό τις προσέρχεται.

ΣΥ. τανυσίπτερε ποικίλα μάλ' αὖθις.
ΠΕ. ἐς θοιμάτιον τὸ σκολιὸν ἄδειν μοι δοκεῖ.

δεῖσθαι δ ̓ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.

1375 ΣΥ. τίς ὁ πτερῶν δεῦρ ̓ ἐστὶ τοὺς ἀφικνουμένους ; ΠΕ. ὁδι πάρεστιν· ἀλλ ̓ ὅτου δεῖ, χρὴ λέγειν. ΣΥ. πτερῶν, πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον. ΠΕ. μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ; ΣΥ. μὰ Δί ̓ ἀλλὰ κλητήρ εἰμι νησιωτικός, καὶ συκοφάντης,

ΠΕ.

1380

ὦ μακάριε τῆς τέχνης. ΣΥ. καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος ΠΕ. ὑπὸ πτερύγων τί προσκαλεῖ σοφώτερον; ΣΥ. μά Δί' ἀλλ ̓ ἵν ̓ οἱ λῃσταί γε μὴ λυπωσί

με. 1385 μετὰ τῶν γεράνων τ ̓ ἐκεῖθεν ἀναχωρῶ πάλιν, ἀνθ ̓ ἕρματος πολλὰς καταπεπωκὼς δίκας. ΠΕ. τουτὶ γὰρ ἐργάζει σὺ τοῦργον; εἰπέ μοι, νεανίας ὤν, συκοφαντεῖς τοὺς ξένους ;

ΣΥ. τί γὰρ πάθω ; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. 1390 ΠΕ. ἀλλ ̓ ἔστιν ἕτερα νὴ Δί ̓ ἔργα σώφρονα,

ἀφ ̓ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ

ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικοῤῥαφεῖν.

ΣΥ. ὦ δαιμόνιε, μὴ νουθέτει μ', ἀλλὰ πτέρου.

ΠΕ. νῦν τοι λέγων πτερῶ σε.

ΣΥ.

1395

καὶ πῶς ἂν λόγοις

ἄνδρα πτερώσειας σύ;

ΠΕ.

πάντες τοῖς λόγοις

ἀναπτεροῦνται.

ΣΥ.

πάντες ;

ΠΕ.

οὐκ ἀκήκοας,

ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί· δεινῶς γέ μου τὸ μειράκιον Διιτρέφης λέγων ἀνεπτέρωκεν ὥσθ ̓ ἱππηλατεῖν. ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ ἀνεπτερώσθαι, καὶ πεποτῆσθαι τὰς φρένας. ΣΥ. λόγοισί τἄρα καὶ πτεροῦνται ;

ΠΕ.

ΣΥ.

φήμ ̓ ἐγώ. ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται ἐπαίρεταί τ ̓ ἄνθρωπος. οὕτω καί σ ̓ ἐγὼ ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις τρέψαι πρὸς ἔργον νόμιμον.

ΠΕ. τί δαὶ ποιήσεις ;

ΣΥ.

ΠΕ.

ΣΥ.

1400

1405

ἀλλ ̓ οὐ βούλομαι.

τὸ γένος οὐ καταισχυνώ.

παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.

1410

ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
ἱέρακος, ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
καλεσάμενος, κατ ̓ ἐγκεκληκὼς ἐνθαδί,
κατ ̓ αὖ πέτωμαι πάλιν ἐκεῖσε.

μανθάνω.

1415

ὡδι λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.

πάνυ μανθάνεις.

ΠΕ. κἄπειθ ̓ ὁ μὲν πλεῖ δεῦρο, σὺ δ ̓ ἐκεῖσ ̓ αὖ πέτει

[blocks in formation]

βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία 1420 κάλλιστα Κερκυραῖα τοιαυτὶ πτερά.

ΣΥ. οἴμοι τάλας μάστιγ ̓ ἔχεις.

ΠΕ.

πτερὼ μὲν οὖν,

οἷσίν σε ποιήσω τήμερον βεμβικιαν.

ΣΥ. οἴμοι τάλας.

ΠΕ.

ΧΟ.

οὐ πτερυγιεῖς ἐντευθενί;

οὐκ ἀπολιβάξεις ὦ κάκιστ ̓ ἀπολούμενος; 1425 πικρὰν τάχ ̓ ὄψει στρεψοδικοπανουργίαν. ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.

πολλὰ δὴ καὶ καινὰ καὶ θαυ

μάστ ̓ ἐπεπτόμεσθα, καὶ

δεινὰ πράγματ ̓ εἴδομεν.

ἔστι γὰρ δένδρον πεφυκὸς

ἔκτοπόν τι, καρδίας ἀ

πωτέρω, Κλεώνυμος,

χρήσιμον μὲν οὐδέν, ἄλ-
λως δὲ δειλὸν καὶ μέγα.

τοῦτο τοῦ μὲν ἦρος ἀεὶ
βλαστάνει καὶ συκοφαντεῖ
τοῦ δὲ χειμῶνος πάλιν τὰς

ἀσπίδας φυλλοῤῥοεῖ.
ἔστι δ ̓ αὖ χώρα πρὸς αὐτῷ
τῷ σκότῳ πόῤῥω τις ἐν

1430

1435

1440

« PreviousContinue »