Page images
PDF
EPUB

EY.

ὑπὸ τῆς ῥώμης τῆς τότ ̓ ἐκείνης, ὁπόταν μόνον

ὄρθριον ᾆσῃ,

ἀναπηδῶσιν πάντες ἐπ ̓ ἔργον, χαλκῆς, κεραμῆς, σκυλοδέψαι,

σκυτῆς, βαλανῆς, ἀλφιταμοιβοί, τορνευτολυρα

σπιδοπηγοί·

οἱ δὲ βαδίζουσ' ὑποδησάμενοι νύκτωρ.

485

ἐμὲ τοῦτό γ' ἐρώτα. χλαῖναν γὰρ ἀπώλεσ' ὁ μοχθηρὸς Φρυγίων ἐρίων

διὰ τοῦτον.

ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,

κἄρτι καθεύδον· καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους, οὗτος ἄρ ̓ ᾖσε

κἀγὼ νομίσας ὄρθρον ἐχώρουν ̓Αλιμοῦντάδε, κἄρτι προκύπτω

ἔξω τείχους, καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ

νῶτον

490

κἀγὼ πίπτω, μέλλω τε βοᾶν· ὁ δ ̓ ἀπέβλισε θοί

μάτιόν μου.

ΠΕ. ἴκτινος δ ̓ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε καβα

σίλευε.

ΕΠ. τῶν Ἑλλήνων ;

ΠΕ.

ΕΥ.

καὶ κατέδειξέν γ' οὗτος πρῶτος βασιλεύων

προκυλινδεῖσθαι τοῖς ἐκτίνοις.

νὴ τὸν Διόνυσον, ἔγωγ ̓ οὖν

ἐκυλινδούμην ἔκτινον ἰδών· καθ ̓ ὕπτιος ὢν ἀνα

χάσκων

495

ὀβολὸν κατεβρόχθισα· κατα κενὸν τὸν θύλακον

οἴκαδ ̓ ἀφείλκον.

ΠΕ. Αἰγύπτου δ ̓ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν

χὠπόθ ̓ ὁ κόκκυξ εἴποι κόκκυ, τότ' ἂν οἱ Φοίνικες ἅπαντες

τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις

ἐθέριζον.

ΕΥ. τοῦτ ̓ ἄρ ̓ ἐκεῖν ̓ ἦν τοὔπος ἀληθῶς κόκκυ, ψωλοὶ

πεδίονδε.

500

ΠΕ. ἦρχον δ' οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ ̓ εἴ τις

καὶ βασιλεύοι

ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων, ̓Αγαμέμνων ἢ Μενέλαος,

ἐπὶ τῶν σκήπτρων ἐκάθητ ̓ ὄρνις, μετέχων ὅ τι

δωροδοκοίη.

ΕΥ. τουτὶ τοίνυν οὐκ ᾔδη γώ· καὶ δῆτά μ' ἐλάμβανε

[blocks in formation]

ΠΕ. ὃ δὲ δεινότατόν γ' ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων

αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς, βασιλεὺς ὤν·

ἡ δ ̓ αὖ θυγάτηρ γλαυχ· ὁ δ ̓ Απόλλων ὥσπερ θεράπων ιέρακα.

E

ΕΥ. νὴ τὴν Δήμητρ ̓ εὖ ταῦτα λέγεις. τίνος οἵνεκα

ταῦτ ̓ ἄρ ̓ ἔχουσιν ;

510

ΠΕ. ἵν ̓ ὅταν θύων τις, ἔπειτ ̓ αὐτοῖς εἰς τὴν χεῖρ ̓, ὡς νόμος ἐστί,

τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.

ὤμνυ τ ̓ οὐδεὶς τότ ̓ ἂν ἀνθρώπων θεόν, ἀλλ ̓ ὄρνιθας ἅπαντες.

Λάμπων δ ̓ ὄμνυσ ̓ ἔτι καὶ νυνὶ τὸν χῆν ̓, ὅταν ἐξαπατᾷ τι

οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ'

ἐνόμιζον

νῦν δ ̓ ἀνδράποδ ̓, ἠλιθίους, Μανᾶς.
ὥσπερ δ ̓ ἤδη τοὺς μαινομένους

βάλλουσ ̓ ὑμᾶς κἀν τοῖς ἱεροῖς.

515

[blocks in formation]

σίλφιον, ὄξος, καὶ τρίψαντες

κατάχυσμ ̓ ἕτερον γλυκὺ καὶ λιπαρόν,

κάπειτα κατεσκέδασαν θερμὸν

τοῦτο καθ ̓ ὑμῶν

αὐτῶν ὥσπερ κενεβρείων.

530

ΧΟ. πολὺ δή, πολὺ δὴ χαλεπωτάτους λόγους
ἤνεγκας ἄνθρωφ”· ὡς ἐδάκρυσά γ ̓ ἐμῶν
πατέρων κάκην, οἳ

τάσδε τὰς τιμὰς προγόνων παραδόντων,
ἐπ ̓ ἐμοῦ κατέλυσαν.

σὺ δέ μοι κατὰ δαίμονα καὶ κατὰ συντυχίαν
ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.

ἀναθεὶς γὰρ ἐγώ σοι

τά τε νοττία κἀμαυτὸν οἰκήσω.

535

540

ἀλλ' ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,

εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.

ΠΕ. καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι

κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ

περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς, ὥσπερ

Βαβυλῶνα.

545

ΕΠ. ὦ Κεβριόνα καὶ Πορφυρίων, ὡς σμερδαλέον τὸ

πόλισμα.

ΠΕ. κἄπειτ ̓ ἂν τοῦτ ̓ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί'

ἀπαιτεῖν

κἂν μὲν μὴ φῇ μηδ' ἐθελήσῃ, μηδ' εὐθὺς γνωσιμαχήσῃ,

ἱερὸν πόλεμον πρωὐδαν αὐτῷ, καὶ τοῖσι θεοῖσιν

ἀπειπεῖν

διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ δια

φοιτᾶν.

550

τοῖς δ ̓ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα

κελεύω,

ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν κἄπειτα θεοῖς ὕστερον αὖθις προσνείμασθαι δὲ πρεπόντως

τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόζῃ καθ' ἕκαστον

ἢν ̓Αφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύ

ειν

555

ἦν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς και

θαγίζειν

ἦν δ ̓ Ἡρακλέει θύῃ τις βοῦν, λάρῳ ναστοὺς μελιτούττας

κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ ̓ ὀρχίλος ὄρνις,

ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἔνορχιν

σφαγιάζειν.

ΕΥ. ἦσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ

μέγας Ζάν.

560

ΕΠ. καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοχύ

ΠΕ.

κολοιούς,

οἱ πετόμεσθα πτέρυγάς τ ̓ ἔχομεν ;

ληρεῖς· καὶ νὴ Δί ̓ ὅ γ ̓ Ἑρμῆς πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε

θεοὶ πάνυ πολλοί.

« PreviousContinue »