Page images
PDF
EPUB
[blocks in formation]

Ορᾷς; Επαινεῖ χοὖτος. Ἕτερον νῦν ἔτι
̓Ακούσαθ ̓ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
Εάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
Εὐξάμενος, εἶτα διασοφίζηται λέγων,

Μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίαν,
Αναπράξομεν καὶ ταῦτα.

ΠΟΣΕΙΔΩΝ.

Φέρ ̓ ἴδω, τῷ τρόπῳ ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Οταν διαριθμῶν ἀργυρίδιον τύχῃ
"Ανθρωπος οὗτος, ἢ καθῆται λούμενος,
Καταπτάμενος ἰκτῖνος, ἁρπάσας λάθρα,
Προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.

ΗΡΑΚΛΗΣ.

Το σκήπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι

Τούτοις ἐγώ.

ΠΟΣΕΙΔΩΝ.

Καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.

ΗΡΑΚΛΗΣ.

Ο Τριβαλλός, οιμώζειν δοκεῖ σοι ;

1605

1610

[blocks in formation]

Καὶ νὴ Δί ̓ ἕτερόν γ ̓ ἐστὶν οὗ ̓μνήσθην ἐγώ.
Τὴν μὲν γὰρ Ηραν παραδίδωμι τῷ Διί,

Τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ ̓ ἐμοὶ

Εκδοτέον ἐστίν.

ΠΟΣΕΙΔΩΝ.

1615

[blocks in formation]

*Ω δαιμόνι' ἀνθρώπων Πόσειδον, ποῖ φέρει ; Ἡμεῖς περὶ γυναικὸς μιας πολεμήσομεν ;

[blocks in formation]

ΠΟΣΕΙΔΩΝ.

Τί, ζύρ ̓; Οὐκ οἶσθ ̓ ἐξαπατώμενος πάλαι ;
Βλάπτεις δέ τοι σὺ σαυτόν. Ην γὰρ ἀποθάνη
Ο Ζεύς, παραδοὺς τούτοισι τὴν τυραννίδα,
Πένης ἔσει σύ. Σοῦ γὰρ ἅπαντα γίγνεται
Τὰ χρήμαθ ̓, ὅσ ̓ ἂν ὁ Ζεὺς ἀποθνήσκων καταλίπη. 1630

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Οἴμοι τάλας, οἷόν σε περισοφίζεται.
Δεῦρ ̓ ὡς ἔμ ̓ ἀποχώρησον, ἵνα τί σοι φράσω.
Διαβάλλεταί σ ̓ ὁ θεῖος, ὦ πονηρὲ σύ.
Τῶν γὰρ πατρῴων οὐδ ̓ ἀκαρῆ μέτεστί σοι
Κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.

ΗΡΑΚΛΗΣ.

Ἐγὼ νόθος; Τί λέγεις ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Σὺ μέντοι νὴ Δία,

"Ων γε ξένης γυναικός. Η πῶς ἄν ποτε Ἐπίκληρον εἶναι τὴν ̓Αθηναίαν δοκεῖς, Οὖσαν θυγατέρ ̓, ὄντων ἀδελφῶν γνησίων ;

ΗΡΑΚΛΗΣ.

Τί δ ̓, ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα

Νόθῳ 'ξαποθνήσκων ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ο νόμος αὐτὸν οὐκ ἐᾷ.

Οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,

̓Ανθέξεταί σου τῶν πατρῴων χρημάτων

Φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.

1635

1640

Ερῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·

66

“ Νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν, παίδων ὄντων γνησίων. Ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.”

ΗΡΑΚΛΗΣ.

Ἐμοὶ δ ̓ ἄρ ̓ οὐδὲν τῶν πατρῴων χρημάτων άρ

1645

Μέτεστιν ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

μοι,

1650

Οὐ μέντοι μα Δία. Λέξον δέ Ηδη σ ̓ ὁ πατὴρ εἰσήγαγ ̓ ἐς τοὺς φράτορας ;

ΗΡΑΚΛΗΣ.

Οὐ δήτ' ἐμέ γε. Καὶ δῆτ ̓ ἐθαύμαζον πάλαι.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Τί δήτ' ἄνω κεχηνας αἰκίαν βλέπων ;

̓Αλλ ̓ ἢν μεθ ̓ ἡμῶν ᾖς, καταστήσω σ ̓ ἐγὼ
Τύραννον, ὀρνίθων παρέξω σοι γάλα.

ΗΡΑΚΛΗΣ.

Δίκαι ἔμοιγε καὶ πάλιν δοκεῖς λέγειν
Περὶ τῆς κόρης ο κἄγωγε παραδίδωμί σοι.

Τί δαὶ σὺ φῄς ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

ΠΟΣΕΙΔΩΝ.

Τἀναντία ψηφίζομαι.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. Τί σὺ λέγεις ;

ΤΡΙΒΑΛΛΟΣ.

Καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ

1655

1660

Όρνιτο παραδίδωμι.

ΗΡΑΚΛΗΣ.

Παραδοῦναι λέγει.

ΠΟΣΕΙΔΩΝ.

Μὰ τὸν Δί ̓ οὐχ οὗτός γε παραδοῦναι λέγει,
Εἰ μὴ βαδίζειν ὥσπερ αἱ χελιδόνες.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.

ΠΟΣΕΙΔΩΝ.

Σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε
Ἐγὼ δ ̓, ἐπειδὴ σφῶν δοκεῖ, σιγήσομαι.

ΗΡΑΚΛΗΣ.

Ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
̓Αλλ ̓ ἴθι μεθ ̓ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,

Ινα τὴν Βασίλειαν καὶ τὰ πάντ ̓ ἐκεῖ λάβῃς.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ες καιρὸν ἆρα κατεκόπησαν οὗτοιὶ

Ες τοὺς γάμους.

ΗΡΑΚΛΗΣ.

Βούλεσθε δῆτ ̓ ἐγὼ τέως

Οπτῶ τὰ κρέα ταυτὶ μένων ; Ὑμεῖς δ ̓ ἴτε.

ΠΟΣΕΙΔΩΝ.

Οπτᾷς τὰ κρέα ;

Πολλήν γε τευθείαν λέγεις.

Οὐκ εἶ μεθ ̓ ἡμῶν

;

1665

1670

ΗΡΑΚΛΗΣ.

Εὖ γε μέν τἂν διετέθην.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

̓Αλλὰ γαμικὴν χλανίδα δότω τις δευρό μοι.

1675

« PreviousContinue »