Page images
PDF
EPUB

καὶ πλείω τῶν προηγουμένων λάβοις ἂν αἰτίων, ἐν γὰρ τοῖς τοιούτοις τῶν πυρετῶν ὡς ἐπὶ τὸ πολὺ πολλὰ τῶν τοιούτων ἐμπίπτει προηγούμενα αἴτια. εἰσὶ δὲ οἳ τῶν ἰατρῶν προκατάρχουσαν μὲν καὶ προκαταρκτικὴν αἰτίαν φασὶ τοῦ νοσήματος τὴν διὰ μέσων ἄλλων προηγουμένων αἰτίων ἀποτελέσασαν τὸ νόσημα, τὴν δὲ διὰ μέσης τῆς συνεζευγμένης μόνης, κἂν ἐσωτερική! τις ᾖ, κἂν ἔξωθεν προσπίπτῃ τῷ σώματι, προηγουμένην, ἀλλ ̓ οὐ προκαταρκτικὴν αἰτίαν εἶναί φασιν, ὥσπερ καὶ τὴν ἀμέσως ἡντιναοῦν ἀποτελοῦσαν τὸ νόσημα συνεζευγμένην ἀεὶ, διαφέρουσαν δ ̓ ὅμως τῆς κυρίως προηγουμένης τε καὶ συνεζευγμένης τῷ τὰς μὲν ἐν τῷ σώματι εἶναι; τὴν δ ̓ ἔξωθεν προσπίπτειν τῷ σώματι. καλῶς δ ̓ ἂν καὶ ἀμφότεροι λέγοιεν, εἴ περ οἱ μὲν τὴν τῶν αἰτίων φύσιν πρὸς ἄλληλα, οἱ δὲ τὴν τῶν αὐτῶν πρὸς τὸ νόσημα σχέσιν τε καὶ ἀπόστασιν θεωροῦντες, διῄρουν τὰ αἴτια. Τοσαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ αἴτια, προκαταρκτικά τε ὄντα καὶ προηγούμενα καὶ συνεζευγμένα, καθάπερ εἴπομεν. Σὺ δέ μοι νόει, καὶ ὅτι τούτων πάλιν τὰ μὲν καθ' αὑτὸ, τὰ δὲ κατὰ συμβεβηκός ἐστιν αἴτια τῶν ὧν ἐστιν αἴτια καθ ̓ αὑτὸ μὲν, ὅσα τὴν ποιητικὴν ἐν ἑαυτοῖς ἔχοντα δύναμιν, ἢ δυνάμει, ἢ ἐνεργείᾳ, κατ ̓ ἐκείνην ἀεὶ καθ ̓ αὑτὸ τὴν αὐτὴν ἀποτελεῖ· διάθεσιν ἐν τῷ σώματι· οἷον, εἰ βούλει, τὸ πέπερι καὶ τὸ Ὄπιον, τὸ μὲν ἀεὶ θερμαῖνον καθ ̓ ἣν ἔχει δυνάμει· καὶ ἐνεργείᾳ θερμότητα, τὸ δὲ ψυχραῖνον τῇ ἣν καὶ δυνάμει καὶ ἐνεργείᾳ κέκτηται ψύξει· κατὰ συμβεβηκὸς δὲ, ὅσα μὴ καθ ̓ ἣν ἔχει δύναμιν, ὅπως ἂν ἔχοι, ἀλλὰ κατ ̓ ἄλλο τι τῶν ἐπισυμβαι νόντων ταῖς ἐνεργείαις, τὰς διαθέσεις ἐργάζονται ὥςπερ τὸ ψυχρὸν ὕδωρ θερμαίνει μὲν τὸ σῶμα, ἀλλ ̓ οὐ καθ ̓ αὑτό· οὐδὲ γὰρ ψυχρότητος καθ ̓ αὑτὸ τὸ θερμαίνειν, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δὲ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς καταπυκνῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου ψυχρῷ, δι ̓ ὧν

VOL. II.

· ἐξωτερικὴ, τὸ Χ.

2

3

ἔξωθεν πρὸς τῷ πίπτει σώματι, τὸ Χ.

δυνάμει θερμότητα, τὸ Χ.

3 D

No. 7.

διαπνεῖται τὸ σῶμα καὶ διαφορεῖται τὸ ἐν ἡμῖν ἐμφωλεύον θερμὸν, ἐκώλυσε τὴν τοῦ θερμοῦ πρὸς τὰ ἔξω πτῆσίν τε καὶ φορὰν, κἀντεῦθεν τὸ σῶμα θερμότερον ἀπετέλεσεν ἑαυτοῦ, ̔Ομοίως δὲ καὶ τὸ θερμὸν ὕδωρ ψύχει μὲν, ἀλλ ̓ οὐ καθ ̓ αὑτό· ἐπεὶ καὶ οὐ θερμότητος καθ ̓ αὑτὸ τὸ ψυχραίνειν· ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δὲ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς ἀραιῶσαν τοῦ σώματος, ὡς πρός τρόπου θερμῷ, δι' ὧν τὸ ἐν ἡμῖν ἔμφυτον διαφορεῖται καὶ διαπνεῖται θερμὸν, ῥᾳδίαν τὴν ἐκείνου πρὸς τὰ ἔξω φορὰν εἰργάσατο, κἀντεῦθεν τὸ σῶμα τῇ τοῦ θερμοῦ διαφορήσει ψυχρότερον ἑαυτοῦ ἀπετέλεσεν.

̓Επιστῆσαι δὲ ἄξιον, ὅτι οὐ μόνον ταῦτα τὰ ῥηθέντα αἴτια τῶν νοσημάτων γίνεται αἴτια, ἀλλὰ καὶ αὐτὰ τὰ νοσήματα νοσημάτων ἑτέρων ἔστιν ὅτε γένοιτ ̓ ἂν αἴτια. ἐκ γὰρ τοῦ έφημέρου, ὥς περ τινός αἰτίου, πυρετὸς ἔστιν ὅτε γίγνεται καὶ σηπεδονώδης ἀμέσως καὶ ἑκτικὸς, καὶ ἐκ σηπεδονώδους αὖ πάλιν ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἑκτικός. Εἰ δ ̓ ἐξ ἑκτικοῦ κατὰ τὸ ἀνάπαλιν δυνατὸν γενέσθαι ποτὲ σηπεδονώδη τε καὶ ἐφήμερον, καὶ ἐκ σηπεδονώδους πάλιν ἐφήμερον, ἴσως ἐν τοῖς ἑξῆς θεωρήσομεν. Τοσαῦτα μὲν οὖν ἐν τῷ παρόντι περὶ τῶν αἰτίων ἐν γένει τε καὶ καθόλου. Εξῆς δὲ περὶ τῶν αἰτίων εἰπεῖν ἀνάγκη; δι ̓ ὧν οἱ πυρετοὶ γίγνονται. ἀγνοουμένων γὰρ τῶν αἰτίων, ἐξ ὧν οἱ πυρετοὶ γένοιντ ̓ ἂν, οὔτ ̓ 1 ἀκριβῶς ἂν εἰδείη τις, τίς ποτ' ἐστὶν ὁ πρὸ ὀφθαλμῶν πυρετὸς, οὔτε τὰ συνοίσοντα φάρμακα. ποιητικὰ δὲ ταῦτα ὑγείας, καὶ φθαρτικὰ πυρετοῦ καὶ τῶν αἰτίων ἐκείνου· οὔθ ̓ εὑρεῖν οὔτ ̓ εἰσηγήσασθαι τέχνῃ τινὶ καὶ μεθόδῳ δυνήσαιτ ̓ ἂν ὃς δὴ τῆς θεραπευτικῆς μεθόδου σκοπός ἐστιν ἐξοχώτατός τε καὶ τιμιώτατος.

ων

Λέγωμεν τοίνυν, ὅτι τῶν πυρετῶν ἅπαντες, καὶ οἱ ἐφήμεροι, καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις, προσέτι δὲ καὶ οἱ ἑκτικοὶ, τοῖς προκαταρκτικοῖς αἰτίοις ἀποτελοῦνται καὶ γίγνονται, κἂν οἱ μὲν ἀμέσως, οἱ δ ̓ ἐμμέσως, καὶ μᾶλλόν τε καὶ

1 ὅς τ' ἀκριβῶς εἰδείη τίς ποτ' ἐστι, τὸ Χ.

ἧττον, ὡς δειχθήσεται ', γίγνωνται. ̓Εφήμεροι μὲν γὰρ ἀμέσως μᾶλλον ὑπὸ τῶν προκαταρχόντων γίγνονται, ὡς ἐπὶ πολὺ μὲν οἷον προηγουμένου μόνου έπεχόντων τόπον, ὅθ ̓ ὑπὸ ἡλιοκαΐας, ἢ κινήσεως, ἢ θυμοῦ, ἢ ἄλλου τοῦ τῶν τοιούτων, πρώτως τὸ ἐν ἡμῖν ἀναφθὲν πνεῦμα διὰ μέσης καρδίας κατὰ τὸ συνεχὲς παντὶ μορίῳ τοῦ σώματος τὴν παρὰ φύσιν ἐκείνην διαδώσει θέρμην· ἔστι γὰρ πρῶτον ἡ ἡλιοκαΐα ἢ κίνησις προηγουμένου τόπον ἐπέχουσα, εἶτα τὸ ἀναφθὲν πνεῦμα τὸ συνεζευγμένον αἴτιον τοῦ ἐφημέρου, καὶ τρίτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τῶν αἰτίων· ἔστι δὲ ὅτε, μεταξὺ τῶν προκαταρχόντων αἰτίων καὶ τοῦ συνεζευγμένου προηγουμένου παρεμπίπτοντος αἰτίου, ὅταν τὸ μὲν περιέχον ψυχρὸν τὸ δέρμα πυκνώσῃ, ἡ δὲ τοῦ δέρματος πύκνωσις τὸ πνεῦμα ἀνάψῃ, μὴ ἑλκομένης εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας· διαπνεῖται γὰρ ὅσαι ὧραι τὰ τῶν ζώων σώματα, τῶν μὲν ἀτμωδῶν καὶ λιγνυωδῶν * περιττωμάτων3 εἰς τὰ ἐκτὸς ἀποχεομένων, ἀντεισερχομένης δὲ τῆς ἀερώδους οὐσίας καὶ τὸ ἔμφυτον ῥιπιζούσης θερμόν. Πυκνωθέντος δὲ τῇ τοῦ περιέχοντος ψύξει καὶ τοῖς ἄλλοις, ὅσα πυκνοῦν εἴωθε, τοῦ θέρματος, ἀνάγκη τὸ πνεῦμα ἀνάπτεσθαι κατὰ τὸν λόγον, ὃν εἴπομεν, κἀντεῦθεν τὸν ἐφήμερον γίνεσθαι πυρετόν. ἔσται γὰρ οὕτω πρῶτον μὲν αἴτιον ἡ τοῦ ὕδατος ἢ τοῦ ἀέρος ψυχρότης προκαταρκτικὸν οὖσα αἴτιον, εἶθ ̓ ἡ τοῦ θέρματος πύκνωσις προηγούμενον αἴτιον, τρίτον δὲ τὸ ἀναφθὲν πνεῦμα τῆς ἐφημέρου διαδέσεως αἴτιον, καὶ τέταρτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὰ ἀποτέλεσμα τῶν αἰτίων. Διαφέρει δὲ οὐδὲν, εἴτε, τῆς στεγνώσεως καὶ πυκνώσεως φαύλης οὔσης καὶ ῥᾷστα διαλυθείσης, ὁ ἐφήμερος γένοιτο μόνος καὶ ἀπογένοιτο πυρετὸς, μηδεμιᾶς ἑτέρας ἐπιγενομένης ἐν τῷ σώματι διαθέσεως· εἴτε, καὶ μὴ διαλυθείσης, ἢ πρώτως ἢ καὶ μετὰ τὸ πνεῦμα οἱ ἐν ἡμῖν ἀναφθῶσι χυμοὶ ἢ καὶ τὰ μόρια, καὶ τοὺς σηπεδονώδεις ἢ

I

3

δειχθήσονται, τὸ Χ.

πιπτωμάτων, τὸ Χ.

2 λιγνοωδῶν, τὸ Χ.

· ἀναφθέντα, τὸ Χ.

καὶ ἑκτικοὺς ἀποτελέσωσι πυρετούς· οὐδὲν γὰρ τοῦτο πρὸς τὸν λόγον, ὃς τὸν ἐφήμερον ἐκ τοῦ περιέχοντος ἔστιν ὅτε διὰ μέσης τῆς τοῦ δέρματος στεγνώσεως ἢ πυκνώσεως λέγει γίγνεσθαι. Οἱ δ' ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις γίνονται μὲν καὶ αὐτοὶ ὑπὸ τῶν προκαταρκτικῶν αἰτίων ἀεὶ, οὐ μὴν ὡς προηγουμένων αἰτίων τῶν προκαταρχόντων ποτὲ, καθάπερ ἐπί τινων ἐφημέρῶν, ἀλλὰ διά τινος ἢ τινῶν τῶν αἰτίων τῶν προηγουμένων τε καὶ συνεζευγμένων. Γίνονται γὰρ ὑπὸ προσεχῶν καὶ συνεζευγμένων αἰτίων ἀεὶ, τῶν χυμῶν καὶ τῶν ἐν αὐτοῖς σήψεων, οὐδέποτε δὲ ὡς ὑπὸ προηγουμένων τῶν προκαταρκτικῶν. τούτῳ διαφέρουσιν οἱ ἐφήμεροι τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅσον ἐν τοῖς αἰτίοις, τῷ τοὺς μὲν καὶ ὑπὸ τῶν προκαταρχόντων αἰτίων, ὡς προηγουμένων, γίγνεσθαι, τοὺς ἐφημέρους· τοὺς δὲ ὑπὸ τῶν αὐτῶν μὲν ἀεὶ, οὐδέποτε δὲ ὡς προηγουμένων, ἀλλὰ δια μέσου τινὸς ἢ τινῶν τῶν προηγουμένων αἰτίων, τοὺς ἐπὶ χυμοῖς πυρετούς.

Καὶ

Παραιτοῦμαι δὲ ἐνταῦθα τὸν Ἀρεταῖον καὶ ἑτέρους, ἰδίαν εἰπόντας διάγνωσιν τῶν ἐπὶ χυμοῖς πυρετῶν καὶ ἀχώριστον* τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, ὅτι καὶ οὐδετέρῳ τῶν ἄλλων γενῶν τοῦθ ̓ ὑπάρχει, διὰ τὸ τοὺς μὲν ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δὲ ἑκτικοὺς, ὅταν ἄνευ τούτων γεννῶνται, μηδὲ ἐξ ἀρχῆς εἰσβάλλειν, καίτοι μηδενὸς οἴον τε ὄντος, οὐ πυρετοῦ μόνον, ἀλλ ̓ οὐδὲ νοσήματος · οὗτινοςοῦν, ἄνευ τινὸς τῶν πρόκαταρχόντων ἄρξασθαι. Ἀλλὰ ταῦτα μὲν ἀκριβέστερον ἴσως κἀν τοῖς ἑξῆς θεωρήσομεν. Νῦν δ ̓ ἐπειδὴ οὐχὶ περὶ ἑνὸς εἴδους, ἀλλὰ περὶ πολλῶν τε καί διαφερόντων λέγομεν πυρετῶν, δίκαιον ἂν εἴη φάναι πρῶτον περὶ τῆς διαφορᾶς αὐτῶν, εἶθ ̓ οὕτω καὶ περὶ τῶν ἄλλων, καθ ̓ εἱρμόν τινα προβαινούσης τῆς ὑποθέσεως.

Διαφορὰ τοίνυν πυρετῶν ἡ μὲν οὖσιώδης, ἡ δὲ ἐπουσιώδης. Καὶ οὐσιώδης μὲν ἡ ἐκ τῆς οὐσίας αὐτῆς τῶν πυρετῶν γινομένη,

1 μέσων, τὸ Χ.

* οὐκ ἀχώρ, τὸ Χ.

.

επι

3

ἐπουσιώδης δὲ ἡ ἐκ τῶν ἐπισυμβαινόντων τῇ οὐσίᾳ τῶν αὐτῶν, προσεχῶς τε καὶ πόῤῥω λαμβανομένη. Οὐσία μὲν γὰρ πυρετῶν ἡ παρὰ φύσιν θερμότης, καθάπερ εἴρηται· ἡ γὰρ οὐσία τούτων τὸ μᾶλλον ἐπιδέχεται καὶ τὸ ἧττον· ἔστι δὲ καὶ ἐν ὑποκειμένῳ συμβεβηκός τι οὖσα, καὶ μὴ δυναμένη καθ ̓ αὑτὴν εἶναι, ἢ καὶ ἐν τῷ ποιητικῷ ταύτης αἰτίῳ. πρὸς δὲ, καὶ τρόπον ἔχει κινήσεως τῇ τοῦ, ἐν ᾧ ἐστι, φύσει τε καὶ ποιότητι, εἴθ' ὑποκείμενον, εἴτε αἴτιον εἴη. ̓́Ετι δὲ καὶ συμπτώματά τινα ἀπεργάζεται. Εἰκότως' οὖν αἱ μὲν τῶν διαφορῶν οὐσιώδεις εἰσί τε καὶ λέγονται, οὐ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβανόμεναι, καθ ̓ ἃς μικρούς τε καὶ μεγάλους ὀνομάζομεν πυρετοὺς, οὐ κυρίως μὲν ἐπὶ τοῦ πράγματος ὄνομα ποιότητος ἐπιφέροντες, ὅμως δ ̓ οὖν εἰθισμένοι τοῦτο ποιεῖν οὐκ ἐπὶ πυρετῶν μόνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων μυρίων, ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων καὶ μικρῶν· αἱ δὲ ἐπουσιώδεις αἱ λοιπαὶ πᾶσαι διαφοραὶ, αἴ τε παρὰ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, ἐν ᾧ ἡ παρὰ φύσιν θερμότης, καὶ αἱ παρὰ τὸν τῆς κινήσεως τρόπον ἔτι δὲ καὶ παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος· ταῦτα γὰρ, ἥ τε ὕλη, οἵ τε τῆς κινήσεως τρόπος, καὶ τὰ ξυμπτώματα ἐπισυμβέβηκε τῇ παρὰ φύσιν θερμότητι, καὶ οὐ κατ ̓ οὐσίαν ὑπάρχει ταύτῃ. Διὰ τοῦτο καὶ τὰς ἐκ τούτων λαμβανομένας τῶν πυρετῶν διαφορὰς ἐπουσιώδεις εἶναί φαμεν καὶ οὐ κατ ̓ οὐσίαν, κατ ̓ οὐσίαν οὔσης τῆς πρώτης διαφορᾶς, ἣ4 κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβάνεται τε καὶ λέγεται, καθ ̓ ἣν μεγάλους καὶ μικρούς φαμεν πυρετοὺς, ὥσπερ εἴρηται. Πάσας δὲ ταύτας τῶν πυρετῶν τὰς διαφορὰς τῶν πρὸ ἡμῶν τις ἀκριβῶς τε ἅμα καὶ σαφῶς ἐδήλωσε λέγων.

1 εἰκότως αἱ, τὸ Χ.

3 ποσότητος, τὸ Χ.

2 ἐπὶ πολλοῦ πράγματος, τὸ Χ.

4

* ἢ κατὰ, τὸ Χ.

« PreviousContinue »