Page images
PDF
EPUB

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ,

Ἰατρού,

Περὶ Πυρετών.

ἬΤΗΣΑΣ ἡμᾶς, Ἀσκληπιαδῶν ἄριστε Απολλώνιε, περί πυρετῶν σοι τοσαῦτα διὰ γραφῆς παραδοῦναι, ὅσα σχεδὸν παρ' ἡμῖν· φοιτῶντι διὰ γλώττης παρεδηλώσαμεν, ἵν ̓, ὥςπερ ὑπόμνημα, τῆς ἡμῶν εἴη σοι διδασκαλίας, βουλομένῳ περὶ πυρετῶν θεωρεῖν· καὶ μάλιστα νυνὶ, ὅτε καὶ ἀποδημεῖν ἡμεῖς ἐβουλευσάμεθα, καὶ μακρὰν ἀφ ̓ ὑμῶν γενέσθαι, σὺ δὲ οὐκέτ ̓ ἴσως ἕξεις τὸν οὕτω σοι προθύμως τὰ τῆς Ἰατρικῆς διασαφή σοντα ὄργια. Ἐγὼ μὲν οὖν ἕπεσθαί σοι ῥᾴδιος ἐφ ̓ ἃ κελεύεις αὐτὸς, καὶ μὴ ὅτι περὶ πυρετῶν, ἀλλὰ καὶ περὶ παντὸς ἄλλου θεωρήματος Ιατρικοῦ ἕτοιμος ἂν ἦν σοῦ χάριν καὶ γλώττῃ καὶ γράμμασι διδασκαλίαν ποιήσασθαι, εἴγε μὴ νῦν, ὅτε πρὸς ἄλλ ̓ ἄττα, τῆς ἐξόδου βιαζομένης, ἡμεῖς ἐπειγόμεθα, μη συγχωροῦντα τὴν περὶ τὰ τοιαῦτα σπουδὴν, ἀλλὰ πρὸ και ροῦ, ὅτε δηλονότι οἷόν τε ἦν καὶ χρόνον ἡμῖν ἐγγενέσθαι μετὰ τὴν αἴτησιν πρὸς τὴν τοῦ θεωρήματος ξυγγραφὴν, τὸ περὶ τούτων ὤφθης αἰτούμενος. πολυσχιδής γὰρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία, καὶ πολλοῦ δεομένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν. Δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα· Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν, καὶ καλῶς ἔχων, ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν, κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδ' αὐτοῦ δὴ τούτου γε φείδεσθαι. Αμέλει καὶ ἔδοξέ μοι, ὣς παρενεισαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγγελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν

θεωρίας, ἐν ἁρμόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑποθήκης έκδοῦναι λόγῳ, ἀκριβούς φιλίας ὑπόμνημα. Καὶ δὴ λέγωμέν σοι πειθόμενοι ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τις ἐστὶν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησόμενοι τῆ βραχύτητι. ἀμφοτέροις δὲ παρ ̓ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν μὴ πάλαι αἰτήσαντι, ὅτε μὴ εἰσαγωγὴν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφ ̓ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν ἐθέλοντι.

Πυρετὸν τοίνυν, ἵν ̓ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Εμπεδοκλῆς δὲ, καὶ Ζήνων, καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης δι' ἀρτηριῶν καὶ φλεβῶν ἐφ ̓ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι καὶ εἰκότως. δεῖ γὰρ παρὰ φύσιν εἶναι τὴν ταῖς φυσικαῖς ἐνεργείαις ἀντιπράττουσαν θέρμην, καὶ ἀπὸ καρδίας ἄρχεσθαι, ὅθεν δήπου τὸ φυσικὸν ἀναβλύζει θερμὸν, καὶ δι' αὐτῶν ἐκείνων ἐφ ̓ ἅπαν προϊέναι τὸ σῶμα, δι' ὧν ἐκεῖνο πρόεισι, τὰς φυσικὰς ἐνεργείας ἀποτελοῦν· εἰ γὰρ μὴ δι' ἐκείνων, αἷς τὸ φυσικὸν, προϊόν, ἐνεργεῖ, πόθεν ἕξει τὰς διόδους, ὡς τ ̓ ἐφ ̓ ἅπαν ἐξαπλωθῆναι τὸ σῶμα; Καλῶς οὖν ἀπεφήναντο οἱ οὕτω τὸν πυρετὸν ὁρισάμενοι· Ἵνα δ ̓ ὁ λόγος ἡμῖν καὶ σαφέστερος ᾖ, δίκαιον ἂν εἴη καὶ τὸν ὅρον αὐτὸν, ὡς ἔχοι, κατὰ μέρος ἐπιστῆσαι, καὶ ἐπιλύσασθαι εἴ τι οἱ, ἀπορίας ἐχόμενον, ἔνεστι. παρὰ φύσιν μὲν οὖν θερμασία γένος ἐστὶ τοῦ πυ ρετοῦ, δι ̓ ἣν ὁ πυρετὸς νόσος, οὐκ ἐν διαπλάσει, ἀλλ ̓ ἐν κράσει δυσκρασία θερμή τις οὖσα, μεθ' ἧς ξυνέρχεται καὶ ξηρά. ἡ γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος, τὰ δ ̓ ἄλλα πάντα διαφοραὶ, αἷς συνίσταταί τε καὶ τῶν ἄλλων θερμασιών διενήνοχεν. οὐ γὰρ εἴ τι παρὰ φύσιν θερμασία,

1

3

ό

χρησάμενοι, τὸ Χειρόγραφον.

· πόθεν ἂν ἔξῃ, τὸ Χ.

καὶ εἴ τοι ἐπιλύσασθαι οἱ ἐπορίας

κ. τ. λ. τὸ Χ.

3

τοῦτ' ἐστὶ πυρετός πυρετός γε μὴν ἅπας παρὰ φύσιν γε θερμασία. Αὐτίκα γὰρ ἡ ἐν πνέμασιν, ἐξ ἡλιοκαίας, ἢ πυρὸς, ἢ ἄλλου του τῶν προκαταρκτικῶν αἰτίων γινομένη παρὰ φύσιν θερμότης, οὔπω δ ̓ εἰς τὴν καρδίαν ἰοῦσα, ἤ τοι τὸ σῶμα αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτῆς χυμούς, ἢ τὴν ἀερώδη οὐσίαν κατειληφυῖά τε καὶ ἀνάψασα, πυρετός, οὔτ ̓ ἔστιν, οὔτε λέγεται· πολλοῦ γε καὶ δεῖ. Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων, καὶ αἵματος ἀπὸ ταύτης ἐφ' ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅ περ οὐκ ἐνῆν τῇ προῤῥηθείσῃ θερμότητι. ταῦτά τοι πρόσκειται ἐν τῷ ὅρῳ τὸ, ἀπὸ καρδίας μὲν ἀρχομένη. κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλ ̓ οὖν προηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομέ νως δέ γε τοῦ ὅλου σώματος. πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον ἰέναι τὸ σῶμα δύναιτο, μὴ πρότερον τὴν καρδίαν ἀνάψασα; ἢ τί τῶν ἄλλων μορίων, θερμαινόμενον παρὰ φύσιν, οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆσαν, πρῶτον μὲν ἐκείνην, ἔπειθ' ὅλον τὸ σῶμα διὰ ταύτης ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκείνην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιῤῥοαῖς. ὥςτε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμό της ἀληθὴς ἀρχὴ πυρετοῦ. ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖσθαι. ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης. καν μήπω τῷ ὅλῳ μεταδοθῇ, τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνάμει, οὐκ ἄλλο τῶν μορίων οὐθέν.

l

Ἀλλ ̓ ἀπορῆσαι ἄξιον διὰ τί καὶ τὸ παρὰ φύσιν, γένος ἐστὶ τοῦ πυρετοῦ. δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δ ̓ ἡ θερμασία

1

αὐτίκα ἡ ἐν κ. τ. λ. τὸ Χ.

2 αὐτοὺς, τὸ Χ.

3

δυνήσαιτο, τὸ Χ.

γένος ὡς μὲν οὖν περὶ τῶν ὁμωνύμων ὁ λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρόκειται λέγειν, ἵνα σαφὴς γένηται, ως περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διορι ζόμεθα λέγοντες· ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων· ἡ μὲν γάρ ἐστι συστατικὴ τοῦ ζώου, ἥτις καὶ κατὰ φύσιν λέγεται, ἡ δὲ φθαρτικὴ, ἥ περ καὶ παρὰ φύσιν καλεῖται, καὶ ἀμφοτέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν, ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημαναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός. Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν, γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος υπάρχον γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία μόνη.

[ocr errors]

Καλῶς δὲ τῷ ὄρῳ πρόσκειται καὶ τὸ, προϊοῦσα δ ̓ ἐκ ταύτης δι' ἀρτηριῶν καὶ φλεβῶν ἐφ ̓ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἀφῇ τὰ πλησιέ στερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα, κἀκεῖνα ἕτερα. ἐπεὶ δὲ πᾶν τὸ ἐκ τῆς καρδίας θερμὸν, εἰς ὅλον τὸ σῶμα παραπεμπόμενον, διὰ μέσων ἴεται τοῦ πνεύματος καὶ τοῦ αἵματος, ἃ παντὶ πρόσεστι μορίῳ τοῦ σώματος, ἐκ τῆς αὐτῆς ἰόντα καρδίας, εἰκότως τὴν παρὰ φύσιν θέρμην, ἐκ τῆς καρδίας ἀρχομένην, δι' ἀρτηριῶν καὶ φλεβῶν εἰς ἅπαν ἰέναι τὸ σῶμα φαμέν. τοῖς γὰρ αὐτοῖς, οἷς τὸ φυσικὸν θερμὸν παντὶ μορίῳ τοῦ σώματος μεταδίδωσιν ἡ καρδία, καὶ τὸ παρὰ φύσιν θερμὸν παραπέμψει, καὶ μάλισθ' ὅτε καὶ ὁ πυρετὸς δοκεῖ τὸ φυσικὸν θερμὸν εἶναι εἰς τὸ πυρῶδες μεταβληθέν.

Τό γε μὴν καὶ τὰς φυσικάς αἰσθητῶς βλάπτουσα ενεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ τῶν ὁμοίων. ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνερ

[blocks in formation]

1

γείας αἰσθητῇ τινι βλάβῃ, ἐφ' ἡ πυρετὸς γένοιτο. βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἶναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν δὲ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλ ̓ ἐκείνην μόνην, ἡ ἐστι νόσος. νόσος γὰρ ἡ παρὰ φύσιν διάθεσις τὰς ἐνεργείας βλάπτουσα.

Ενεργείας δέ φαμεν φυσικὰς τὰς τῆς φυσικῆς τῆς ψυχῆς δυνάμεως ἐνεργείας, αἳ μάλιστα τῇ παρὰ φύσιν βλάπτονται θερμασίᾳ διὰ τὸ γίνεσθαί τε καὶ τελεῖσθαι τῶν ἄλλων μᾶλλον ὥσπερ δι' οργάνου τοῦ φυσικοῦ θερμοῦ. τὸ γὰρ τῶν φυσικῶν δυνάμεων ὄργανον ἡ τῶν μορίων ἐστὶ κρᾶσις, ὡςπερ αὖ πάλιν τῶν ζωτικῶν ἡ τῶν αὐτῶν τούτων ἰδία διάπλασις. Τὸ δὲ φυσικὸν θερμὸν μὴ τῶν ἁπλῶν, ἀλλὰ τῶν κεκραμένων εἶναι τίς ὅλως ἀμφαγνοεῖ; εἰ καὶ φυσικὰς ἐνεργείας ἐστὶν εἰπεῖν ἁπάσας τὰς τῆς ψυχῆς ἐνεργείας τῷ τε φύσει ταύτας τελεῖσθαί τε καὶ γίγνεσθαι, καὶ τῷ μήτε τό αἰσθάνεσθαι, μήτε τὸ κινεῖσθαι, μήτε μὴν τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ἄνευ τοῦ φυσικοῦ καὶ ἐμφύτου θερμοῦ μὴ δύνασθαι γίγνεσθαι. ἡ γὰρ τῶν ὁμοιομερῶν κρᾶσις τῆς διαπλάσεως βάσις ἐστὶ καὶ θεμέλιος.

ας

Ταῦτά τοι τῇ παρὰ φύσιν θερμότητι πάσας ὁρῶμεν βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας, καὶ μᾶλλον ἐκείνας, ἃς φυσικὰς Ιατρῶν παῖδες καλοῦσιν· ἐξ οὗ δῆλον ἀπάντων τῶν ἄλλων νοσημάτων τὸν πυρετὸν δεινότερον καὶ ἐπαχθέστερον εἶναι, ἀρχόμενον μὲν ἀπὸ τὴς ἀρχοειδεστάτης ἀρχῆς τῆς καρδίας, εἰς ὅλον δὲ προϊόντα τὸ σῶμα, καὶ πάσας τὰς ἐν ἐκείνῳ βλάπτοντα ἐνεργείας. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα πυρετός ἐστι παρὰ φύσιν θερμασία, ἀπὸ καρδίας μὲν ἀρχομένη, προϊοῦσα δ ̓ ἐκ ταύτης δι ̓ ἀρτηριῶν καὶ φλεβῶν ἐφ' ὅλον τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, καθάπερ εἴρηται. ἐπεὶ δὲ παρὰ φύσιν αὐτὸν λέγομεν θερμασίαν, δίκαιον ἂν εἴη φάναι τίς τε φυσικὴ πρῶτον, τίς τε παρὰ

αν

1

τούτου, τὸ Χ.

2

φυσικῆς ψυχῆς, τὸ Χ.

3 ἢ καὶ τὸ Χ.

« PreviousContinue »