Page images
PDF
EPUB

παιδὸς ἱοῦ χείρεσσι λιπεῖν φάος· ὡς γὰρ ἔνευσε
Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας,
οὗ φίλον ἥρπασας υἱῖν· ὁ δ ̓ ηὔξατό σοι τάδε πάντα.

ὡντινῶν θεσπισμάτων τῇ τῆς γυναικὸς Ιοκάστης ἐπιθυμίᾳ καὶ ἡδονῇ ὥσπερ ἐκλα Θόμενος Λάϊος, ἢ, ὥς τινές φασι, μιᾷ τῶν ἡμερῶν βαρυνθείς τῷ οἴνῳ καὶ συνελθὼν τῇ αὐτοῦ γυναικὶ Οἰδίποδα σπείρει. καὶ μετὰ τὸ τεχθῆναι αὐτὸν, ἀναπεμπάσας τοὺς χρησμοὺς καὶ φόβον λαβὼν, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσ σους κρίκους διαπερονησάμενος ξίπτει διὰ τῶν οἰκείων βουκόλων εἰς τὸ ὄρος τὸν Κιθαιρῶνα, ὡς ὑπὸ θηρίων ἐνταῦθα ἀναιρεθησόμενον. ἔτυχε δὲ κατ ̓ ἐκεῖνο καιροῦ καὶ τοὺς Πολύβου νομέας, βασιλέως Κορίνθου, βόσκειν ἐκεῖ οἳ καὶ τὸ βρέφος εὑρόντες καὶ ἀνελόμενοι φέρουσι πρὸς τὴν Πολύβου γυναῖκα Μερόπην. ἦν γὰρ ἀπαιδίᾳ δυσα τυχοῦσα· καί πως πείθει τὸν ἄνδρα Πόλυβον αὐτὴ τοῦτο τεκεῖν. ἀνδρωθεὶς δὲ ὁ παῖς καί τινι τῶν ἐκεῖ συνελθὼν εἰς ἔριν, οἷα δὴ γίνεται, ὡς οὐκ εἴη Πολύβου παῖς, ὄνειδος ἔσχε παρ' αὐτοῦ. ὅθεν ἀναστὰς ἀφικνεῖται πρὸς τὸν ̓Απόλλω πευσόμενος περὶ τούτου. και, ὡς ἔσται φονεὺς τοῦ πατρὸς, μανθάνει, καὶ ὡς τῇ τεκούση συνα έσοιτο, ταυτὶ μόνα· τίνες δὲ εἶεν αὐτῷ οἱ γονεῖς, σαφῶς οὐ μανθάνει. ἐπανιὼν δὲ ἐκεῖθεν ὑπήντησε Λαΐῳ, ἀφικνουμένῳ καὶ αὐτῷ πρὸς ̓Απόλλω, ἐφ ̓ ᾧ περὶ τοῦ ἐκτεθέντος παιδὸς γνῶναι, εἰ τέθνηκε. καὶ ὁ τοῦ Λαΐου θεράπων αὐτῷ κελεύει μικρὸν ὑποχωρῆσαι τῷ βασιλεῖ. Οἰδίπους δὲ ὑπεροψία κρατούμενος καὶ τοῦτο μηδὲν ἐνεγκὼν κτείνει τε τὸν θεράποντα καὶ σὺν αὐτῷ τὸν δεσπότην, οὐκ εἰδὼς ὡς πατροκτόνος γέγονεν, ἑνὸς μόνον τῶν συνεπομένων Λαΐῳ διαφυγόντος, ὃς δὴ καὶ τὸν φόνον ὕστερον διεσάφησεν, ὡς φησι Σοφοκλῆς ἐν Οἰδίποδι τυράννῳ. τότε οὖν Οἰδί πους τοὺς τοῦ Λαΐου ἵππους λαβὼν καὶ πάντα τὰ αὐτοῦ, καταλαμβάνει τὴν Κόρινθον, καὶ διδοὺς ταῦτα πάντα Πολύβῳ τροφὰς ἐκεῖθεν ἀναχωρεῖ, τὸν περὶ τῆς πατροκτονίας καὶ τῆς τῇ μητρὶ συνελεύσεως χρησμὸν δεδιώς· ᾤετο γὰρ πατέρας αὐτοῦ τῷ ὄντι Πόλυβον καὶ τὴν ἐκείνου γυναῖκα εἶναι. καὶ ἀφικνεῖται πρὸς Θήβας, αἳ δὴ καὶ ὑπὸ τῆς Σφιγγὸς ἐχειμάζοντο τότε, χρησμούς τε ῥαψῳδούσης καὶ ὅντινα βούλοιτο τῶν πολιτῶν ἁρπαζούσης καὶ διαφθειρούσης, διὰ τὸ μὴ συν ιέναι σφᾶς τῶν ὑπ' αὐτῆς λεγομένων χρησμῶν. ἐπήγαγε δὲ ταύτην ὁ "Αρης Θηβαίοις, ἀμυνόμενος αὐτοὺς διὰ τὸν τοῦ παιδὸς δράκοντος φόνον, ὃν ὁ Κάδμος ἀνεῖλε καὶ τοὺς ὀδόντας αὐτοῦ ἔσπειρεν, ἐξ ὧν ἀνεφάνησαν οἱ Γίγαντες. ἦν δὲ τέτ ρας ή Σφίγξ, πρόσωπον μὲν ἔχουσα παρθένου, στῆθος δὲ καὶ χεῖρας καὶ πόδας καὶ ὄνυχας λέοντος, οὐραίαν δὲ δράκοντος, πτερὰ δὲ ὄρνιθος, δι ̓ ὧν ἵπτατο. ἔτυχε δὲ τοῦτο εἰποῦσα καὶ τοιοῦτό τι τοῖς Θηβαίοις τότε αἴνιγμα, ὡς ̓Ασκληπιάδης ἀναγράφει

Εστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνὴ,
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ ̓ ἐπὶ γαῖαν
ἑρπετὰ κινεῖται ἀνά τ' αἰθέρα καὶ κατὰ πόντον.

ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ.

ἀλλ' ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα μένος γυίοισιν ἀφαυρότερον πέλει αὐτοῦ·

οὗπες ἀγνοουμένου ἐκήρυξε Κρέων ὁ ἀδελφὸς Ιοκάστης τῆς βασιλίσσης, ὡς, ὅστις εὕροι τὸ αἴνιγμα, τούτῳ συνάψειν τὴν ἀδελφήν. Οἰδίπους δὲ, ὡς ἔφημεν, διά γων ἐκεῖ τότε, ἀκούσας τὰ κηρύγματα λύει τε τὸ αἴνιγμα τῆς Σφιγγός, καὶ τὴν μητέρα οὐκ εἰδὼς εἰς γυναῖκα λαμβάνει. ἔλυσε δὲ οὕτως, ὥς φασι·

Κλύθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων,

φωνῆς ἡμετέρης, σὺν τίλος ἀμπλακίης.

ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει,

πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων· γηραλέος δὲ πόλων τρίτατον πόδα βάκτρον ἐρείδει, αὐχένα φορτίζων, γήραϊ καμπτόμενος.

*Ακούσασα δὲ τὴν λύσιν ἡ Σφίγξ ἑαυτὴν ἀναιρεῖ παραχρῆμα ξίψασα τοῦ ἀέρος. Οἰδίπους δὲ συνὼν τῇ μητρὶ καὶ παῖδας ἐξ αὐτῆς φύσας τέσσαρας, ἄρρενας μὲν ̓Ετεοκλέα καὶ Πολυνείκην, θηλείας δὲ ̓Αντιγόνην καὶ ̓Ισμήνην, ὡς ἔγνω τὸ μίασ μα ὕστερον, ἐτύφλωσεν ἑαυτόν. Ετεοκλῆς δὲ καὶ Πολυνείκης, θέλοντες πως ἀφανίσαι τὸ ὄνειδος, κατακλείουσιν αὐτὸν ἐν οἰκίσκῳ, ἵν ̓ ὑπὸ μηδενὸς θεωρούμενος εἰς λήθην ἥξοι τὸ κατ ̓ ἐκείνου. καὶ ὃς τοῦτο ὑπεραλγήσας ἀρᾶται τούτοις τὴν βασιλείαν σιδήρῳ μερίσαι. οἱ δὲ τὰς τοῦ πατρὸς ἀρὰς δεδιότες μηχανῶνται τοιόνδε· ἔχεσθαι τῆς ἀρχῆς ἕνα παρ ̓ ἕνα καὶ ταύτης παραχωρεῖν θατέρῳ θάτερον. ὁ τοίνυν Ετεοκλῆς, ἅτε πρῶτος ὢν τοῦ ἀδελφοῦ, καὶ πρῶτος τῆς ἀρχῆς ἥψατο, Πολυνείκης δὲ ὑπεχώρησε, καὶ τελεσθέντος ἐνιαυτοῦ ἀφίκετο πρὸς τὸν ἀδελφὸν, αἰτῶν καὶ αὐτὸς ἄρξειν ἐνιαυτόν. Ετεοκλῆς δὲ οὔτε ἐξέστη τῆς ἀρχῆς καὶ ἄτιμον τὸν ἀδελφὸν ἀπέπεμψεν. ὃς καὶ πλανώμενος ἦλθεν εἰς "Αργος, καὶ τὴν τοῦ βασιλέως ̓Αδράστου λαβὼν θυγατέρα πείθει τὸν κηδεστὴν συνάρασθαι τούτῳ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν. καὶ πλείστην ὅσην παραλαβὼν στρατιὼν ἐπιστρατεύει τῷ ἀδελφῷ. ὅπως δὲ ἡ μήτηρ ἐθέλουσα πρὸ τῆς συμπλοκῆς διαλλάξαι τοὺς παῖδας οὐδὲν ἴσχυσε, καὶ ὡς ἔχρησε Τειρεσίας, εἰ ὁ Κρέοντος υἱὸς Μενοικεὺς ἀνέλοι ἑαυτὸν ἐπὶ τὸν τοῦ δράκοντος φωλεόν, κρατήσειν ̓Αργείων Θηβαίους, καὶ ὡς γέγονε ταῦτα, καὶ οἱ τῶν ̓Αργείων ἡγεμόνες πεπτώκασι πάντες πλὴν Αδράσε του, καὶ ὡς μονομαχήσαντες πρὸς ἀλλήλους Ετεοκλῆς καὶ Πολυνείκης ὑπ' ἀλ λήλων ἑκάτεροι ἀνῃςέθησαν, καὶ ὡς ἐλθοῦα πρὸς αὐτοὺς Ιοκάστη καὶ τεθνηκότας εὑροῦσα συναπέσφαξεν ἑαυτὴν, καὶ ὡς Κρέων ἁψάμενος τῆς ἀρχῆς Ετεοκλῆν μὲν θάπτει, Πολυνείκην δὲ ἄταφον εἴασε, καὶ Οἰδίπουν τῆς πόλεως ἐξήλασε, πάντα ταῦτα Εὐριπίδης ἔνδον κατὰ λεπτὸν διηγεῖται. Εστι δὲ τὸ παρὸν δρᾶμα τῶν ἄγαν ἐξαιρέτων, διανοίαις καὶ γνώμαις πολλαῖς καὶ καλαῖς καὶ ποικίλαις ἀνθοῦν καὶ μεταχειρίσει ἀρίστῃ, καὶ διὰ πάντων ἀκμάζον, εἰ καὶ ἀπίθανον ἔχει τὴν

εἰς Θήβας Πολυνείκους εἴσοδον. ἐπιγέγραπται δὲ ἀπὸ τοῦ χοροῦ Εὐριπίδου Φοίνισσαι παρ' ἀντιδιαστολὴν τῶν ἑπτὰ ἐπὶ Θήβας Αἰσχύλου. ταύτῃ γὰρ τῇ ὑποθέσει κἀκεῖνος χρῆται ἐν τῷ δευτέρῳ. αὐτὰς δὲ τὰς παρθένους ἐκ Φοινίκης 'Αγηνορίδαι θυσίαν τῷ Ἀπόλλωνι ἔπεμψαν, αἵτινες καὶ πρὸς Δελφοὺς ἐρχόμεναι παρέ βαλον ταῖς Θήβαις διὰ τὸ καὶ τὸν Κάδμον, ὡς ἔφημεν, ἐκ Φοινίκης εἶναι. καὶ καταλαβόντος τοῦ πολέμου ἠναγκάσθησαν μένειν αὐτόθι, μέχρις ἂν ἡ μάχη λωφήσης

ΕΥΡΙΠΙΔΟΥ ΦΟΙΝΙΣΣΑΙ.

A

VOL. II.

« PreviousContinue »