Page images
PDF
EPUB

Ιο.

Τί δ ̓; οὐχ ὁ πρεσβυς Πόλυβος ἐγκρατὴς ἔτι; Αγ. Οὐ δήτ', ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. θανίο Πῶς εἶπας; ἢ τέθνηκε Πόλυβος, ὦ γέρον; Αγ. Εἰ μὴ λέγω τἀληθὲς, ἀξιῶ θανεῖν.

Ιο.

Ιο.

Οι

Ω πρόσπολ ̓, οὐχὶ δεσπότῃ τάδ ̓ ὡς τάχος
Μολοῦσα λέξεις ;-Ω θεῶν μαντεύματα,
̔Ιν ̓ ἐστέ; τοῦτον Οἰδίπους πάλαι τρέμων
Τὸν ἄνδρ ̓ ἔφευγε μὴ κτάνοι· καὶ νῦν ὅδε
Πρὸς τῆς τύχης ὄλωλεν, οὐδὲ τοῦδ ̓ ὕπο.
Ω φίλτατον γυναικὸς Ιοκάστης κάρα,
Τί μ' ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ακουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων,
Τὰ σέμν ̓ ἵν ̓ ἥκει τοῦ θεοῦ μαντεύματα.
Οὗτος δὲ τίς ποτ' ἐστὶ, καὶ τί μοι λέγει ;
Εκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
̔Ως οὐκ ἔτ ̓ ὄντα Πόλυβον, ἀλλ ̓ ὀλωλότα.
Τί φῂς, ξέν ̓; αὐτός μοι σὺ σημάντως γενοῦ.
Αγ. Εἰ τοῦτο πρῶτον δεῖ μὲ ἀπαγγεῖλαι σαφῶς,
Εὖ ἴσθ ̓ ἐκεῖνον θανάσιμον βεβηκότα.

Ιο.

Οι.

Ιο.

Οι

Οι. Πότερα δόλοισιν, ἢ νόσου ξυναλλαγῇ;
Αγ. Σμικρὰ παλαιὰ σώματ ̓ εὐνάζει ροπή.
Οι Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Αγ. Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

[merged small][ocr errors][merged small][merged small][merged small]

Οι.

Φεύ, φεῦ· τί δῆτ ̓ ἂν, ὦ γύναι, σκοποῖτό τις
Τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω

965

- Κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ

Κτανεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν

Κεύθει κάτω δὴ γῆς· ἐγὼ δ ̓ ὅδ ̓ ἐνθάδε

Io

Αψαυστος ἔγχους—εἴ τι μὴ τῷ 'μῷ πόθῳ
Κατέφθιθ ̓, οὕτω δ ̓ ἂν θανών εἴη ἐξ ἐμοῦ.
Τὰ δ ̓ οὖν παρόντα ξυλλαβὼν θεσπίσματα,
Κεῖται παρ' ̔Αδῃ Πόλυβος, ἄξι' οὐδενός.
Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι;

970

[merged small][merged small][merged small][ocr errors][ocr errors][merged small][merged small]

Ιο.

Οι.

Ηῒδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Μὴ νῦν ἔτ ̓ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.

Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με
Τί δ ̓ ἂν φοβοῖτ ̓ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης
Κρατεῖ, πρόνοια δ ̓ ἐστὶν οὐδενὸς σαφής;
Εἰκῇ κράτιστον ζῇν, ὅπως δύναιτό τις.
Σὺ δ ̓ ἐς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
Πολλοὶ γὰρ ἤδη καν ὀνείρασιν βροτῶν
Μητρὶ ξυνευνάσθησαν· ἀλλὰ ταῦθ ̓ ὅτῳ
Παρ ̓ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Καλῶς ἅπαντα ταῦτ ̓ ἂν ἐξείρητό σοι,
Εἰ μὴ κύρει ζῶσ ̓ ἡ τεκοῦσα· νῦν δ ̓, ἐπεὶ
Ζῇ, πᾶς ἀνάγκη, κεὶ καλῶς λέγεις, ὀκνεῖν.

δεῖ;

Καὶ μὴν μέγας γ ̓ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Μέγας, ξυνίημ· ἀλλὰ τῆς ζώσης φόβος.

Αγ. Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ ̓ ὑπερ;
Οι. Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
Αγ. Τί δ ̓ ἔστ' ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οι. Θεήλατον μάντευμα δεινὸν, ὦ ξένε.
Αγ. Η ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Μάλιστά γ'· εἶπε γάρ με Λοξίας ποτὲ
Χρῆναι μιγῆναι μητρὶ τῇ 'μαυτοῦ, τό τε
Πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
Ων ούνεχ' ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
Μακρὰν ἀπῳκεῖτ'· εὐτυχῶς μὲν, ἀλλ ̓ ὅμως
Τὰ τῶν τεκόντων ὄμμαθ ̓ ἥδιστον βλέπειν.

Οι

..

975

980

985

990

995

Αγ. Η γὰρ τάδ ̓ ὀκνῶν, κεῖθεν ἦσθ ̓ ἀπόπτολις; 3. 1000
Οι Πατρός τε χρήζων μὴ φονεὺς εἶναι, γέρον.
Αγ. Τί δήτ' ἔγωγ ̓ οὐ τοῦδε τοῦ φόβου σ', ἄναξ,
Επείπερ εὔνους ἦλθον, ἐξελυσάμην;

Οι Καὶ μὴν χάριν γ ̓ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Αγ. Καὶ μὴν μάλιστα τοῦτ ̓ ἀφικόμην, ὅπως,

Σοῦ πρὸς δόμους ἐλθόντος, εὖ πράξαιμί τι.

[ocr errors]
[ocr errors]

$1005

Οι

Αλλ ̓ οὔ ποτ ̓ εἶμι τοῖς φυτεύσασίν γ' ὁμοῦ. Γα
Αγ. Ω παί, καλῶς εἰ δῆλος οὐκ εἰδὼς τί δρᾷς.

Οι. Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκ ̓ ἐμέ.
Αγ. Εἰ τῶνδε φεύγεις οὕνεκ ̓ εἰς οἴκους μολεῖν.
Οι. Ταρβῶ γε, μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Αγ. Η μὴ μίασμα τῶν φυτευσάντων λάβῃς ;
Οι.

[ocr errors]

Τοῦτ' αὐτὸ, πρέσβυ, τοῦτό μ' εἰσαεὶ φοβεῖ.
Αγ. Αρ' οἶσθα δῆμα πρὸς δίκης οὐδὲν τρέμων ;
Οι. Πῶς δ ̓ οὐχὶ, παῖς γ' εἰ τῶνδε γεννητῶν ἔφυν ;
Αγ. Οθ ̓ οὖνεκ ̓ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με ;
Αγ. Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρὸς, ἀλλ ̓ ἴσον.
Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί ;

Οι.

Οι.

Αγ. Αλλ' οὐ σ' ἐγείνατ ̓ οὔτ ̓ ἐκεῖνος, οὔτ ̓ ἐγώ.
Αλλ ̓ ἀντὶ τοῦ δὴ παῖδά μ' ὠνομάζετο ;

Οι.

1010

1015

1020

Αγ. Δῶρόν ποτ', ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών ο σταθε Οι. \ Κᾆθ ̓ ὧδ ̓ ἀπ ̓ ἄλλης χειρὸς ἔστερξεν μέγα;

Αγ. ̔Η γὰρ πρὶν αὐτὸν ἐξέπεισ ̓ ἀπαιδία.

Οι.

Σὺ δ ̓ ἐμπολήσας, ἢ τεκών μ' αὐτῷ δίδως; Χ κ
Αγ. Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. να κε
Οι. ̔Ωδοιπόρεις δὲ πρὸς τί τούσδε τους τόπους;
Αγ. Ενταῦθ ̓ ὀρείοις ποιμνίοις ἐπεστάτουν. Χ. Χ
Οι. Ποιμὴν γὰρ ἦσθα, κἀπὶ θητεία πλάνης ;
Αγ. Σου γ ̓, ὦ τέκνον, σωτής γε τῷ τότ ̓ ἐν χρόνῳ..
Τί δ ̓ ἄλγος ἴσχοντ ̓ ἐν κακοῖς με λαμβάνεις;
Αγ. Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά
Οἴμοι· τί τοῦτ ̓ ἀρχαῖον ἐννέπεις κακόν;
Αγ. Λύω σ' ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
Δεινόν γ' ὄνειδος σπαδγάνων ἀνειλόμην.
Ωστ ̓ ὠνομάσθης ἐκ τύχης ταύτης, ὃς εἶ.

Οι.

Οι.

Οι.

Αγ.

Οι.

Ω πρὸς θεῶν, πρὸς μητρός, ἢ πατρός ; φράσον.

Αγ. Οὐκ οἶδ'· ὁ δοὺς δὲ ταῦτ ̓ ἐμοῦ λῷον φρονεῖ.

[blocks in formation]

1025

1030

1035

[ocr errors]

Οι.

Η γὰρ παρ ̓ ἄλλου μ ̓ ἔλαβες, οὐδ ̓ αὐτὸς τυχών; Αγ. Οὔκ· ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.

1040

Οι.

Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ ; Αγ. Τῶν Λαΐου δήπου τις ὠνομάζετο.

Or. Η τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;

Οι.

Αγ. Μάλιστα τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
Η κἄστ ̓ ἔτι ζῶν οὗτος, ὥστ ̓ ἰδεῖν ἐμέ;
Αγ. Ὑμεῖς γ' ἄριστ ̓ εἰδεῖτ ̓ ἂν οἱ πιχώριοι.
Οι. Εστιν τὶς ὑμῶν, τῶν παρεστώτων πέλας,
Οστις κάτοιδε τὸν βοτῆρ ̓, ὃν ἐννέπει,
Εἴτ ̓ οὖν ἐπ ̓ ἀγρῶν, εἴτε κἀνθάδ ̓ εἰσιδών;
Σημήναθ ̓, ὡς ὁ καιρὸς εὑρῆσθαι τάδε.

Χο. Οἶμαι μὲν οὐδέν ̓ ἄλλον, ἢ τὸν ἐξ ἀγρῶν,
Ον καμάτευες πρόσθεν εἰσιδεῖν· ἀταρ
Ηδ ̓ ἂν τάδ ̓ οὐχ ἥκιστ ̓ ἂν Ιοκάστη λέγοι.
Γύναι, νοεῖς ἐκεῖνον, ὅντιν ̓ ἀρτίως

Οι.

Ιο.

Μολεῖν ἐφιέμεσθα, τόν θ ̓ οὗτος λέγει ;
Τίς δ ̓, ὅντιν ̓ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
Ρηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
Οὐκ ἂν γένοιτο τοῦθ ̓, ὅπως ἐγώ, λαβὼν
Σημεῖα τοιαῦτ ̓, οὐ φανῶ τοὺμὸν γένος.
Μὴ, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
Κήδει, ματεύσῃς τοῦθ ̓· ἅλις νοσοῦσ ̓ ἐγώ.
Θάρσει· σὺ μὲν γὰρ οὐδ ̓, ἂν ἐκ τρίτης ἐγὼ
Μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.

Οι.

Ιο.

Οι.

Ιο. ̔Ομως πιθοῦ

Οι.

Io

Οι.

Ιο.

μοι, λίσσομαι· μὴ δρᾶ τάδε.

Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ ̓ ἐκμαθεῖν σαφῶς.
Καὶ μὴν φρονοῦσά γ' εὖ, τὰ λῷστά σοι λέγω

Τὰ λῷστα τοίνυν ταῦτά μ' ἀλγύνει πάλαι.
Ω δύσποτμ ̓, εἴθε μήποτε γνοίης ὃς εἶ,
Οι Αξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
Ταύτην δ ̓ ἐᾶτε πλουσίῳ χαίρειν γένει.

1045

J050

1055

1060

1065

1070

1ο.

Ιού, του, δύστηνε· τοῦτο γάρ σ ̓ ἔχω

Χο.

Οι.

Μόνον προσειπεῖν, ἄλλο δ ̓ οὔ ποθ ̓ ὕστερον.
Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ ̓ ἀγρίας
Αξασα λύπης ἡ γυνή; δέδοιχ ̓ ὅπως
Μὴ ἐκ τῆς σιωπῆς τῆσδ ̓ ἀναῤῥήξει κακά
Οποῖα χρήζει ξηγνύτω· τοὐμὸν δ ̓ ἐγώ,
Κεἰ σμικρόν ἐστι, σπέρμ ̓ ἰδεῖν βουλήσομαι.
Αὐτὴ δ ̓ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
Τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
Εγώ δ ̓ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
Τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι.
Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
Μηνές με μικρὸν καὶ μέγαν διώρισαν.
Τοιόσδε δ ̓ ἐκφὺς, οὐκ ἂν ἐξέλθοιμ ̓ ἔτι
Ποτ ̓ ἄλλος, ὥστε μὴ ἐκμαθεῖν τοὐμὸν γένος.

[blocks in formation]

1075

1080

1085

[blocks in formation]
« PreviousContinue »