Page images
PDF
EPUB

ουσίαν καὶ διοίκησιν πολιτικήν. δῆλον οὖν, ὅτι ἡ γεωγραφικὴ πᾶσα ἐπὶ τὰς πράξεις ἀνάγεται τὰς ἡγεμονικάς, διατιθεῖσα ἠπείρους καὶ πελάγη τὰ μὲν ἐντός, τὰ δὲ ἐκτὸς τῆς συμπάσης Α. 18 οἰκουμένης. πρὸς τούτους δὲ ἡ διάθεσις, οἷς διαφέρει ταῦτα 5 ἔχειν οὕτως ἢ ἑτέρως, καὶ γνώριμα εἶναι ἢ μὴ γνώριμα. βέλ τιον γὰρ ἂν διαχειρίζοιεν ἕκαστα, εἰδότες τὴν χώραν ὁπόση τις καὶ πῶς κειμένη τυγχάνει καὶ τίνας διαφορὰς ἴσχουσα, τάς τ' ἐν τῷ περιέχοντι καὶ τὰς ἐν αὐτῇ. ἄλλων δὲ κατ ̓ ἄλλα μέρη δυναστευόντων καὶ ἀπ ̓ ἄλλης εστίας καὶ ἀρχῆς τὰς πράξεις προ10 χειριζομένων καὶ ἐπεκτεινόντων τὸ τῆς ἡγεμονίας μέγεθος, οὐκ ἐπ ̓ ἴσης δυνατὸν οὔτ ̓ ἐκείνοις ἅπαντα γνωρίζειν, οὔτε τοῖς γεωγραφοῦσιν· ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ ἐν ἀμφοτέροις και θορᾶται τούτοις. μόλις γὰρ [ἂν] τὸ ἐπ ̓ ἴσης πάντ ̓ εἶναι φανερὰ συμβαίη τῆς συμπάσης οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ πολιτείαν 15 ὑπηγμένης· ἀλλ ̓ οὐδ ̓ οὕτως, ἀλλὰ τὰ ἐγγυτέρω μᾶλλον ἂν γνωρίζοιτο. καὶ προσήκει ταῦτα διὰ πλειόνων ἐμφανίζειν, ἵν ̓ εἴη γνώριμα· ταῦτα γὰρ καὶ τῆς χρείας ἐγγυτέρω ἐστίν. ὥστ ̓ οὐκ ἂν εἴη θαυμαστόν, οὐδ ̓ εἰ ἄλλος μὲν Ἰνδοῖς προσήκοι χωρογράφος, ἄλλος δὲ Αἰθίοψιν, ἄλλος δὲ Ἕλλησι καὶ Ῥωμαίοις. 20 τί γὰρ ἂν προσήκοι τῷ παρ ̓ Ἰνδοῖς γεωγράφῳ καὶ τὰ κατὰ C. 10 Βοιωτοὺς οὕτω φράζειν, ὡς Ὅμηρος

οἶθ ̓ Υρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν

[blocks in formation]

ἡμῖν δὲ προσήκει· τὰ δὲ παρ ̓ Ἰνδοῖς οὕτω καὶ τὰ καθ' έκαστα Α. 19

1. our add. sec. m. B. 2. πᾶσιν Ι4, sed in hoc posterior vo4. τούτοις codd. Cas. corr. coll. cis pars sec. m. scripta est. 13. P. 7. ἔχουσα edd. 9. ἑστίας] αἰτίας ο, marg. η Guar 13. av om. codd. Coraes addidit: neque a Strabone omissum arbitror, licet nonnulli loci huic similes infra inveniantur, velut p. 44. II, 90. IV, 201. XV, 726. Paululum diversus est II, 73. Quibus locis fere omnibus quae causa fuerit omittendi patet. A particula γάρ, ut hic, profecta est p. 44. XV, 716. 726. τῷ et o sup. φ Α. 15. ἐγγυτέρωι 4 et sic constanter. 16. προσήκει sup. οι 4, inde προσήκοι gh. 20. καὶ in A cum antiquo margine ita deletum, ut quaedam modo literae x supersint reliquiae, neque sec. m. restitutum est: sed in marg. haec adiecta sunt sec. m. καὶ τὰ κατὰ. και om. lghnop. 24. προσῆκε BCA, in hoc sup. και. οὔπω BC.

ال

οὐκέτι. οὐδὲ γὰρ ἡ χρεία ἐπάγεται· μέτρον δ' αὕτη μάλιστα τῆς τοιαύτης ἐμπειρίας.

17. Καὶ τοῦτο καὶ ἐν μικροῖς μὲν δῆλόν ἐστιν, οἷον ἐν τοῖς κυνηγεσίοις. ἄμεινον γὰρ ἂν θηρεύσειέ τις εἰδὼς τὴν ὕλην, ὁποία τις καὶ πόση· καὶ στρατοπεδεῦσαι δὲ καλῶς ἐν χωρίῳ 5 τοῦ εἰδότος ἐστὶ καὶ ἐνεδρεῦσαι καὶ ὁδεῦσαι. ἀλλ ̓ ἐν τοῖς μετ γάλοις ἐστὶ τηλαυγέστερον, ὅσῳπερ καὶ τὰ ἆθλα μείζω τὰ τῆς ἐμπειρίας καὶ τὰ σφάλματα [τά] ἐκ τῆς ἀπειρίας. ὁ μέντοι Αγαμέμνονος στόλος τὴν Μυσίαν ὡς τὴν Τρωάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς. Πέρσαι δὲ καὶ Λίβυες, τοὺς πορθμοὺς 10 ὑπονοήσαντες εἶναι τυφλοὺς στενωπούς, ἐγγὺς μὲν ἦλθον κινδύτων μεγάλων, τρόπαια δὲ τῆς ἀγνοίας κατέλιπον· οἱ μὲν τὸν τοῦ Σαλγανέως τάφον πρὸς τῷ Εὐρίπῳ τῷ Χαλκιδικῷ τοῦ σφαγέντος ὑπὸ τῶν Περσῶν ὡς καθοδηγήσαντος φαύλως ἀπὸ Μαλιέων ἐπὶ τὸν Εὔριπον τὸν στόλον· οἱ δὲ τὸ τοῦ Πελώρου 15 μνῆμα, καὶ τούτου διαφθαρέντος κατὰ τὴν ὁμοίαν αἰτίαν· πλή ρης τε ναυαγίων ἡ Ἑλλὰς ὑπῆρξε κατὰ τὴν Ξέρξου στρατείαν. καὶ ἡ τῶν Αἰολέων δὲ καὶ ἡ τῶν Ἰώνων ἀποικία πολλὰ τοιαῦτα πταίσματα παραδέδωκεν. ὁμοίως δὲ καὶ κατορθώματα, Α. 20 ὅπου τι κατορθωθῆναι συνέβη παρὰ τὴν ἐμπειρίαν τῶν τόπων· 20 καθάπερ ἐν τοῖς περὶ Θερμοπύλας στενοῖς ὁ Ἐφιάλτης λέγεται δείξας τὴν διὰ τῶν ὀρῶν ἀτραπὸν τοῖς Πέρσαις ὑποχειρίους αὐτοῖς ποιῆσαι τοὺς περὶ Λεωνίδαν καὶ δέξασθαι τοὺς βαρβά ρους εἴσω Πυλών. ἐάσας δὲ τὰ παλαιὰ τὴν νῦν Ῥωμαίων στρατείαν ἐπὶ Παρθυαίους ἱκανὸν ἡγοῦμαι τούτων τεκμήριον· ὡς δ ̓ 25 αὕτως τὴν ἐπὶ Γερμανοὺς καὶ Κελτούς, ἐν ἕλεσι καὶ δρυμοῖς ἀβάτοις ἐρημίαις τε τοπομαχούντων τῶν βαρβάρων καὶ τὰ ἐγγὺς πόρρω ποιούντων τοῖς ἀγνοοῦσι καὶ τὰς ὁδοὺς ἐπικρυπτομένων καὶ τὰς εὐπορίας τροφῆς τε καὶ τῶν ἄλλων.

18. Τὸ μὲν δὴ πλέον, ὥσπερ εἴρηται, πρὸς τοὺς ἡγεμονι- 30

4. θηρεύσῃ al. 8. τὰ add. Cor. 11. τυφλοὺς] του πλοῦ codd. Cas. corr. coll. ΙΧ, 403. 12. ἀνοίας codd. Cor. corr. de Cas. coniectura ; ignorantiae Guar. 15. μαλεῶν BCL edd., idem et sup. μαλίων ἢ μαλιέων A, unde μαλιέων g. Quod reponendum esse complures viderunt coll. IX, 403. 21. περὶ om. l. 25. τούτου Β.

[ocr errors]

κοὺς βίους καὶ τὰς χρείας· ἔτι δὲ καὶ τῆς ἠθικῆς φιλοσοφίας καὶ πολιτικῆς τὸ πλέον περὶ τοὺς ἡγεμονικοὺς βίους. σημεῖον δέ· τὰς γὰρ τῶν πολιτειών διαφορὰς ἀπὸ τῶν ἡγεμονιών διακρίνομεν, ἄλλην μὲν ἡγεμονίαν τιθέντες τὴν μοναρχίαν, ἣν καὶ 5 βασιλείαν καλοῦμεν, ἄλλην δὲ τὴν ἀριστοκρατίαν, τρίτην δὲ τὴν C. 11 δημοκρατίαν. τοσαύτας δὲ καὶ τὰς πολιτείας νομίζομεν, ὁμωνύ

μως καλοῦντες ὡς ἂν ἀπ' ἐκείνων τὴν ἀρχὴν ἐχούσας τῆς εἶδο- Α. 21 ποιίας· ἄλλος γὰρ νόμος τὸ τοῦ βασιλέως πρόσταγμα, ἄλλος δὲ τὸ τῶν ἀρίστων, καὶ τὸ τοῦ δήμου. τύπος δὲ καὶ σχῆμα 10 πολιτείας ὁ νόμος. διὰ τοῦτο δὲ καὶ τὸ δίκαιον εἶπόν τινες τὸ

15

τοῦ κρείττονος συμφέρον. εἴπερ οὖν ἡ πολιτικὴ φιλοσοφία περὶ τοὺς ἡγεμόνας τὸ πλέον ἐστίν, ἔστι δὲ καὶ ἡ γεωγραφία περὶ τὰς ἡγεμονικὰς χρείας, ἔχοι ἄν τι πλεονέκτημα καὶ αὐτὴ παρὰ τοῦτο· ἀλλὰ τοῦτο μὲν τὸ πλεονέκτημα πρὸς τὰς πράξεις.

19. Ἔχει δέ τινα καὶ θεωρίαν οὐ φαύλην ἡ πραγματεία, τὴν μὲν τεχνικήν τε καὶ μαθηματικὴν καὶ φυσικὴν, τὴν δὲ ἐν ἱστορία καὶ μύθοις κειμένην, οὐδὲν οὖσι πρὸς τὰς πράξεις· οἷον εἴ τις λέγοι τὰ περὶ τὴν Ὀδυσσέως πλάνην καὶ Μενελάου καὶ Ἰάσονος, εἰς φρόνησιν μὲν οὐδὲν ἂν συλλαμβάνειν δόξειεν, 20 ἣν ὁ πράττων ζητεῖ, πλὴν εἰ καταμίσγοι καὶ τῶν γενομένων ἀναγκαίων τὰ παραδείγματα χρήσιμα· διαγωγὴν δ ̓ ὅμως πορί ζοι ἂν οὐκ ἀνελεύθερον τῷ ἐπιβάλλοντι ἐπὶ τοὺς τόπους τοὺς παρασχόντας τὴν μυθοποιίαν. καὶ γὰρ τοῦτο ζητοῦσιν οἱ πράττοντες διὰ τὸ ἔνδοξον καὶ τὸ ἡδύ, ἀλλ ̓ οὐκ ἐπὶ πολύ· μᾶλλον 25 γὰρ σπουδάζουσιν, ὡς εἰκός, περὶ τὰ χρήσιμα. διόπερ καὶ τῷ γεωγραφῳ τούτων μᾶλλον ἢ ἐκείνων ἐπιμελητέον. ὡς δ ̓ αὖ τως ἔχει καὶ περὶ τῆς ἱστορίας καὶ περὶ τῶν μαθημάτων· καὶ Α. 22 γὰρ τούτων τὸ χρήσιμον ἀεὶ μᾶλλον ληπτέον καὶ τὸ πιστότερον.

1. ἔτι sup. ἔστι 4, inde ἔστι gi Sbk. Cor. 2. ὥσπερ εἴρηται post τὸ πλέον add. C, sed sec. m. punctis inclusa sunt. καὶ τὰς χρείας post βίους inter versus add. k, inde leguntur in ald. sqq. Eiecit Sbk. 3. ἡγεμονικῶν ABI ἡγεμονιών ex corr. C, Cor. rec. 9. αρι στων sup. ἀριστέων Α. καὶ ἄλλος το Cor. ex Cas. coni. 12. ἔστι] ἔτι 1. 16. μαθητικὴν 4 μαθηματικὴν καὶ om. l. 17. où

18. λέγει ald.

σαν Β.
sec. m.) ghinop κορίζοι Ι.

Strabo. I.

20. καταμίσγει Ο.

24. καὶ] ή C Cor.

21. χωρίζοι 4 (χωρί

27. περὶ τὰς C.

2

20. Μάλιστα δὲ δοκεῖ, καθάπερ εἴρηται, γεωμετρίας τε καὶ ἀστρονομίας δεῖν τῇ τοιαύτῃ ὑποθέσει. καὶ δεῖ μὲν ὡς ἀλη θῶς· σχήματα γὰρ καὶ κλίματα καὶ μεγέθη καὶ τὰ ἄλλα τὰ τούτοις οἰκεῖα οὐχ οἷόν τε λαβεῖν καλῶς ἄνευ τῆς τοιαύτης με θόδου. ἀλλ ̓ ὥσπερ τὰ περὶ τὴν ἀναμέτρησιν τῆς ὅλης γῆς ἐν 5 ἄλλοις δεικνύουσιν, ἐνταῦθα δὲ ὑποθέσθαι δεῖ καὶ πιστεῦσαι τοῖς ἐκεῖ δειχθεῖσιν· ὑποθέσθαι δὲ καὶ σφαιροειδῆ μὲν τὸν κόσμον, σφαιροειδῆ δὲ καὶ τὴν ἐπιφάνειαν τῆς γῆς, ἔτι δὲ τού των πρότερον τὴν ἐπὶ τὸ μέσον τῶν σωμάτων φοράν. † αὐτὸ μόνον ἐπὶ τῆς αἰσθήσεως ἢ τῶν κοινῶν ἐννοιῶν ἐγγύς ἐστιν. 10 εἰ ἄρα, † ἐπισημηνάμενον ἐπὶ κεφαλαίῳ μικρά· οἷον ὅτι ἡ γῆ Α. 23 σφαιροειδής, ἐκ μὲν τῆς ἐπὶ τὸ μέσον φορᾶς πόρρωθεν ἡ ὑπό

μνησις καὶ τοῦ ἕκαστον σῶμα ἐπὶ τὸ αὐτοῦ ἄρτημα νεύειν, ἐκ C. 12 δὲ τῶν κατὰ πελάγη καὶ τὸν οὐρανὸν φαινομένων ἐγγύθεν· καὶ

γὰρ ἡ αἴσθησις ἐπιμαρτυρεῖν δύναται καὶ ἡ κοινὴ ἔννοια. φα- 15
νερῶς γὰρ ἐπιπροσθεῖ τοῖς πλέουσιν ἡ κυρτότης τῆς θαλάττης,
ὥστε μὴ προσβάλλειν τοῖς πόρρω φέγγεσι τοῖς ἐπ ̓ ἴσον ἐξῃρ-
μένοις τῇ ὄψει. ἐξαρθέντα γοῦν πλέον τῆς ὄψεως ἐφάνη, καί-
τοι πλέον ἀποσχόντα αὐτῆς· ὁμοίως δὲ καὶ αὐτὴ μετεωρισθεῖσα
εἶδε τὰ κεκρυμμένα πρότερον. ὅπερ δηλοῖ καὶ ὁ ποιητής· τοι- 20
οὗτον γάρ ἐστι καὶ τὸ

2. μὲν om. Al. In A una cum margine deletum, neque postea restitutum: sed pr. m. quondam scriptum fuisse ex spatio nunc vacuo manifestum est. 9. αὐτὸ μόνον corrupta sunt, ac multis coniecturis tentata: quarum nulla probabilis, nisi quod recte, ut opinor, Anonymus ap. Falcon. proposuit μὲν οὖν pro μόνον. Quo accepto scribendum fortasse ταῦτα μὲν οὖν. 10. ἐπὶ] ὅ τι Cor. ὅτι Grosk. 11. ἐπιστη σάμενοι ἐν sup. pr. m. ἐπισημηνάμενοι ἐπὶ k, inde επισημηνάμενοι ἐν ald. Sed επισημηνάμενον, quod reliqq. codd. exhibent, sine dubio corruptum est, neque adhuc sanatum. Nescio an Strabo scripserit επισημή ναιμεν ἀν. ἐν κεφαλαίῳ edd. Sed multis aliis ctiam locis Strabo praefert ἐπί. Similiter ἐπὶ κεφαλαίῳ posuit Arist. Eth. Nic. II, 7. 12. ή om. edd. 13. τοῦ] τὸ codd. edd. του scribendum esse viderunt Breq. et Paetz. 14. κατὰ τὰ πελάγη hino. 17. ὥσπερ sup.

τε Β.

πόρρωθεν al edd. hno. μεγέθεσι pr. m. scriptum 18. γοῦν ἐπὶ πλέον Ι.

φέγγεσι sup. γγουσι 4, inde φέγγουσι in marg. C. Sed cf. Plin. N. Η. II, 65.

ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. καὶ τοῖς προσπλέουσι δὲ ἀεὶ καὶ μᾶλλον ἀπογυμνοῦται τὰ πρόσ γεια μέρη, καὶ τὰ φανέντα ἐν ἀρχαῖς ταπεινὰ ἐξαίρεται μᾶλ λον. τῶν τε οὐρανίων ἡ περιφορὰ ἐναργής ἐστι καὶ ἄλλως καὶ 5 ἐκ τῶν γνωμονικῶν· ἐκ δὲ τούτων εὐθὺς ὑποτείνει καὶ ἡ ἔννοια, ὅτι ἐρριζωμένης ἐπ ̓ ἄπειρον τῆς γῆς οὐκ ἂν ἡ τοιαύτη περιφορὰ συνέβαινε. καὶ τὰ περὶ τῶν κλιμάτων δὲ ἐν τοῖς περὶ τῶν οἰκήσεων δείκνυται.

21. Νυνὶ δὲ ἐξ ἑτοίμου δεῖ λαβεῖν ἔνια, καὶ ταῦθ ̓ ὅσα τῷ 10 πολιτικῷ καὶ τῷ στρατηλάτῃ χρήσιμα. οὔτε γὰρ οὕτω δεῖ ἀγνοεῖν τὰ περὶ τὸν οὐρανὸν καὶ τὴν θέσιν τῆς γῆς, ὥστ', ἐπειδὰν γένηται κατὰ τόπους, καθ ̓ οὓς ἐξήλλακταί τινα τῶν φαινομένων τοῖς πολλοῖς ἐν τῷ οὐρανῷ, ταράσσεσθαι καὶ τοιαῦτα λέγειν· ὦ φίλοι, οὐ γάρ τ ̓ ἴδμεν ὅπη ζόφος, οὐδ ̓ ὅπη ἠώς,

15

οὐδ ̓ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ ̓ ὑπὸ γαῖαν,

οὐδ ̓ ὅπη ἀννεῖται·

[ocr errors][merged small]

οὔθ ̓ οὕτως ἀκριβοῦν, ὥστε τὰς πανταχοῦ συνανατολάς τε καὶ συγκαταδύσεις καὶ συμμεσουρανήσεις καὶ ἐξάρματα πόλων καὶ τὰ κατὰ κορυφὴν σημεῖα καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὰς με 20 ταπτώσεις τῶν ὁριζόντων ἅμα καὶ τῶν ἀρκτικῶν διαφέροντα ἀπαντᾶ, τὰ μὲν πρὸς τὴν ὄψιν, τὰ δὲ καὶ τῇ φύσει γνωρίζειν ἅπαντα· ἀλλὰ τὰ μὲν μηδ ̓ ὅλως φροντίζειν, πλὴν εἰ θέας φιλοσόφου χάριν, τοῖς δὲ πιστεύειν, κἂν μὴ βλέπῃ τὸ διὰ τί. καὶ γὰρ τοῦτο τοῦ φιλοσοφοῦντος μόνου, τῷ δὲ πολιτικής σχολής 25 οὐ τοσαύτης μέτεστιν, ἢ οὐκ ἀεί. οὐ μὴν οὐδ ̓ οὕτως ὑπάρχειν ἁπλοῦν δεῖ τὸν ἐντυγχάνοντα τῇ γραφῇ ταύτῃ καὶ ἀργόν, ὥστε μηδὲ σφαῖραν ἰδεῖν, μηδὲ κύκλους ἐν αὐτῇ, τοὺς μὲν παραλλή- C. 13 λους, τοὺς δ ̓ ὀρθίους πρὸς τούτους, τοὺς δὲ λοξούς· μηδὲ προ

2. αἰεὶ codd. edd. πρόσγαια C' edd. πρόσγεα B. Nota in his adiectivis scripturae ambiguitas (v. Lob. ad Phryn. p. 297 sq.). Apud Strabonem plerisque locis codd. in ́a consentiunt. 3. ἐξ ἀρχῶν sec. m. not. in marg. A. 5. γνωμωνικών Β γνωμικών a sed (γνωμονικῶν sub marg. agglutinato 4), inde γνωμικών gl. 13. λέξειν 1, idem et sup. λέγειν α. 14. οὐδ ̓ ὅπη ως om. l. 21. ἅπαντα codd. Cas. corr. 24. τοῦτο om. l. 28. In Epit., ubi hic locus legitur in brevius contractus ac mutatus, adiectivum ὀρθός positum.

« PreviousContinue »