Page images
PDF
EPUB
[ocr errors]

Η πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος,
Καὶ βωμοὶ ποταμῷ κεῖντ ̓ ἐπὶ Κουραλίῳ,
Η πὶ Κορωνείας, ἢ εἰς ̔Αλίαρτον ἐλαύνοι

Ιππως, Βοιωτῶν ἔργα διερχομένα,
Πολλάκις ὁ δαίμων μιν ἑῷ ἐπεβάσατο δίφρῳ.

Οὐ δ ̓ ὄαροι Νυμφῶν, οὐδὲ χοροστασίαι

Αδεῖαι τελέθεσκον, ὅθ ̓ οὐχ ἡγεῖτο Χαρικλώ.
Αλλ' ἔτι καὶ τήναν δάκρυα πόλλ ̓ ἔμενε,
Καίπερ Αθαναίᾳ καταθύμιον εὖσαν ἑταίραν.
Δή ποκα γὰρ πέπλων λυσαμένα περόνας,
Ιππω ἐπὶ κράνα Ελικωνίδι καλὰ ῥείσα
Λῶντο· μεσαμερία δ ̓ εἶχ ̓ ὄρος ἡσυχία.
Τειρεσίας δ ̓ ἔτι μῶνος ἁμᾶ κυσὶν, ἄρτι γένεια
Περκάζων, ἱερὸν χῶρον ἀνεστρέφετο·

Διψάσας δ ̓ ἄφατόν τι, ποτὶ ῥόον ἤλυθε κράνας,

Σχέτλιος· οὐκ ἐθέλων δ ̓ εἶδε τὰ μὴ θέμις ἦς. Τὸν δὲ, χολωσαμένα περ, ὅμως προσέφασεν Αθάνα Τίς σε, τὸν ὀφθαλμῶς οὐκ ἔτ ̓ ἀποισόμενον,

Ω Εὐηρείδα, χαλεπαν ὁδὸν ἄγαγε δαίμων;

C

̔Α μὲν ἔφα, παιδὸς δ ̓ ὄμματα νὺξ ἔβαλεν Εστάθη δ ̓ ἄφθογγος· ἐκόλλασαν γὰρ ἀνίαι

Γώνατα, καὶ φωνὰν ἔσχεν ἀμαχανία.

65

70

75

80

4 Νύμφα δ ̓ ἐβόασε· Τί μοι τὸν χῶρον ἔρεξας, Πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;

Ομματά μοι τώ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
Εἶδες Αθαναίας στάθεα καὶ λαγόνας·

85

Αλλ' οὐκ ἀέλιον πάλιν ὄψεαι· ὦ ἐμὲ δειλάν.
Ω ὄρος, ὦ Ἑλικῶν οὐκ ἔτι μοι παριτέ,
Η μεγάλ ̓ ἀντ ̓ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
Καὶ πρόκας οὐ πολλὰς, φάεα παιδὸς ἔχεις.
Πάχεσιν ἀμφοτέροισι φίλον περὶ παῖδα λαβοῖσα,
Μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων

90

Εσχε, βαρὺ κλαίοισα· θεὰ δ ̓ ἐλέησεν ἑταίραν,
Καί μιν Αθαναία πρὸς τόδ ̓ ἔλεξεν ἔπος·
Δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν, ὅσσα δι ̓ ὀργαν
Εἶπας· ἐγὼν δ ̓ οὔ τοι τέκνον ἔθηκ' ἀλαόν.
Οὐ γὰρ Αθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
Αρπάσδειν· Κρόνιοι δ ̓ ὧδε λέγοντι νόμοι·
Ος κέ τιν ̓ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
Αθρήσῃ, μισθῷ τοῦτον ἰδεῖν μεγάλῳ.
Δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
Εργον· ἐπεὶ Μοιρᾶν ὧδ ̓ ἐπένευσε λίνα,
Ανίκα τοπρᾶτόν νιν ἐγείναο. νῦν δὲ κομίσδεν,
Ω Εὐηρείδα, τέλθος ὀφειλόμενον.

95

100

Πόσσα μὲν ὁ Καδμηὶς ἐσύστερον ἔμπυρα καυσεῖ,

105

Πόσσα δ' Αρισταῖος, τὸν μόνον εὐχόμενοι

Παῖδα, τὸν ἁβάταν Ακταίονα, τυφλὸν ἰδέσθαι;

Καὶ τῆνος μεγάλας σύνδρομος Αρτέμιδος

Εσσεται· ἀλλ ̓ οὐκ αὐτὸν ὅ τε δρόμος, αἵ τ ̓ ἐν ὄρεσσι

Ρυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,

110

Οππόταν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρα

Δαίμονος· ἀλλ' αὐταὶ τὸν πρὶν ἄνακτα κύνες

Τουτάκι δειπνασεῦντι· τὰ δ ̓ υἱέος ὀστέα μάτηρ
Λεξεῖται, δρυμώς πάντας ἐπερχομένα.
Ολβίσταν ἐρέει σὲ καὶ εὐαίωνα γενέσθαι,

Εξ ὀρέων ἀλαὸν παῖδ ̓ ὑποδεξαμέναν.
Ω ἑτάρα, τῷ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα,
Τεῦ χάριν, ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα·
Μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
Η μέγα τῶν ἄλλων δή τι περισσότερον.
Γνωσεῖται δ ̓ ὄρνιχας, ὃς αἴσιος, οἵ τε πέτονται
Ηλιθα, καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
Πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
Χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
VoL. II.

39

115

120

Δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ·

125

Δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.

Καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι

Φοιτασεῖ, μεγάλῳ τίμιος Αγεσίλα.

Ως φαμένα κατένευσε· τὸ δ ̓ ἐντελὲς, ᾧ κ ̓ ἐπινεύσῃ
Παλλάς· ἐπεὶ μώνα Ζεὺς τό γε θυγατέρων
Δῶκεν Αθαναίᾳ, πατρώϊα πάντα φέρεσθαι.
Λωτροχόοι, μάτηρ δ ̓ οὔτις ἔτικτε θεάν
Αλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
Ψεύδεα· [μηδ ̓ ἀτελῆ νεῦσε Διὸς] θυγάτηρ.

130

Ερχετ ̓ Αθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε

135

Τὰν θεὸν, ὦ χώρας, τώργος ὅσαις μέλεται,
Σύν τ ̓ εὐαγορίᾳ, σύν τ' εὔγμασι, σύν τ' ὀλολυγαῖς.
Χαῖρε, θεά, κάδευ δ' Αργεος Ιναχίω.
Χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις

Ιππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

140

ΙΙ.

SENTENTIA E.

[EX BRUNCKII POETIS GR. GNOMICIS. ARGENT. 1784. 12mo.]

Vos lene consilium et datis, et dato

Gaudetis, almae.

HOR. OD. III. 4. 41.

† ΜΙΜΝΕΡΜΟΥ ΚΟΛΟΦΩΝΙΟΥ.

I.

ΤΙΣ δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσέης Αφροδίτης,
Τεθναίην, ὅτ ̓ ἐμοὶ μηκέτι ταῦτα μέλοι,
Κρυπταδίη φιλότης, καὶ μείλιχα δώρα, καὶ εὐνή.
Ανθεα τῆς ἥβης γίγνεται ἁρπαλέα

Ανδράσιν ἠδὲ γυναιξίν. ἐπὴν δ ̓ ὀδυνηρὸν ἐπέλθῃ
Γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ καλὸν ἄνδρα τιθεῖ,
Δἰεὶ μὲν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,

Οὐδ ̓ αὐγὰς προσορῶν τέρπεται ήελίου

Αλλ' ἐχθρὸς μὲν παισὶν, ἀτίμαστος δὲ γυναιξίν·
Οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.

II.

Ἡμεῖς δ ̓, οἷά τε φύλλα φύει πολυάνθεμος ώρη
Ηρος, ὅτ ̓ ἂψ αὐγὴ αὔξεται ἠελίου,

Τοῖς ἴκελοι, πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης
Τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν,

5

10

Οὔτ ̓ ἀγαθόν. Κῆρες δὲ παρεστήκασι μέλαιναι·
Η μὲν ἔχουσα τέλος γήραος αργαλέου,
Η δ ̓ ἑτέρη θανάτοιο. μίνυνθα δὲ γίγνεται ἥβης
Καρπὸς, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος.
Αὐτὰρ ἐπεὶ δὴ τοῦτο τέλος παραμείψεται ώρης,
Αὐτίκα δὴ τεθνάναι βέλτιον, ἢ βίοτος.

Πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίγνεται· ἄλλοτε δ ̓ οἶκος
Τρυχοῦται, πενίης δ ̓ ἔργ ̓ ὀδυνηρὰ πέλει·

5

10

Αλλος δ ̓ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα

Ιμείρων κατὰ γῆς ἔρχεται εἰς Αΐδην

Αλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τις ἐστὶν
Ανθρώπων, ᾧ Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.

15

III.

Αὐτίκ ̓ ἐμοὶ κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρῶς,
Πτοιοῦμαι δ ̓ ἐσορῶν ἄνθος ὁμηλικίης

Τερπνὸν ὁμῶς καὶ καλὸν, ἐπεὶ πλέον ὤφελεν εἶναι.
Αλλ ̓ ὀλιγοχρόνιον γίγνεται, ὥσπερ ὄναρ,

Ηβη τιμήεσσα. τὸ δ ̓ ἀργαλέον καὶ ἄμορφον

Γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ ̓ ὑπερκρέμαται,

Εχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ ̓ ἄγνωστον τιθεῖ ἄνδρα,
Βλάπτει δ ̓ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.

IV.

Αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδώνων
Εξηκονταέτη μοῖρα κίχοι θανάτου.

V.

Δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ

Ζῶντι φθονῆσαι, κατθανόντα δ ̓ αἰνέσαι.

5

« PreviousContinue »