Page images
PDF
EPUB

Μνώεο· σεῖο δ ̓ ἐγώ, καὶ ἐμῶν ἀέκητι τοκήων,
Μνήσομαι. ἔλθοι δ ̓ ἡμὶν ἀπόπροθεν ἠέ τις ὄσσα,
Πέ τις ἄγγελος ὄρνις, ὅτ ̓ ἐκλελάθοιο ἐμεῖο·
Η αὐτήν γε ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
Ενθένδ ̓ εἰς Ιαωλκὸν ἀναρπάξασαι ἄελλαι,
Οφρα σ', ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,
Μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
Απροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.

Ως ἄρ ̓ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
Δάκρυα· τὴν δ ̓ ὅγε δῆθεν ὑποβλήδην προσέειπε·
Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,
Ως δὲ καὶ ἄγγελον ὄρνιν· ἐπεὶ μεταμώνια βάζεις.
Εἰ δέ κεν ἤθεα κεῖνα καὶ ̔Ελλάδα γαῖαν ἵκηαι,
Τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν, αιδοίη τε,
Εσσεαι, ἠδέ σε πάγχυ θεὸν ὡς πορσανέουσιν
Οἵνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ ̓ ἵκοντο
Σῇ βουλῇ, τῶν δ ̓ αὖτε κασίγνητοί τε ἔται τε
Καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.
Ημέτερον δὲ λέχος θαλάμοις ἐνὶ κουριδίοισι
Πορσανέεις· οὐδ ̓ ἄμμε διακρινέει φιλότητος

1110

1115

1120

1125

1135

Αλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι. 1130
̔Ως φάτο· τῇ δ ̓ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ.
Εμπης δ ̓ ἔργ ̓ ἀΐδηλα κατεῤῥίγησεν ιδέσθαι,
Σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
Ελλάδα ναιετάειν. ὡς γὰρ τόδε μήδετο Ηρη,
Οφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ιωλκὸν ἵκοιτο
Αἰαίη Μήδεια, λιποῦσά γε πατρίδα γαῖαν.
Ηδη δ ̓ ἀμφίπολοι μὲν ἐπιπτεύουσαι ἄπωθεν
Σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ ̓ ἤματος ώρη
Αψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
̔Η δ ̓ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ
Θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν·
Εἰ μὴ ἄρ ̓ Αισονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·

1140

Ωρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
Δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
Οθνείων· αὖτις δ ̓ ἀβολήσομεν ἐνθάδ ̓ ἰόντες.

Ως τώγ ̓ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσαι
Πείρηθεν μετὰ δ ̓ αὖτε διέτμαγεν ἤτοι Ιήσων
Εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ώρτο νέεσθαι·
Ἡ δὲ μετ' ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν
Πᾶσαι ὁμοῦ· τὰς δ ̓ οὔ τι περιπλομένας ἐνόησε·
Ψυχὴ γὰρ νεφέεσσι μεταχθονίη πεπότητα.
Αυτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ' ἀπήνης,
Καί δ ̓ ἑτέρῃ μὲν χειρὶ λάβ ̓ ἡνία, τῇ δ ̓ ἄρ ̓ ἱμάσθλην
Δαιδαλέην, οὐρας ἐλαυνέμεν· οἱ δὲ πόλινδε

1145

1150

Θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ ̓ ἀνιοῦσαν
Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ερέεινεν

1155

Ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
Εκλυεν, οὔτ ̓ αὐδῆσαι ἀνειρομένῃ λελίητο.
Ιζε δ ̓ ἐπὶ χθαμαλῷ σφέλαι κλιντῆρος ἔνερθε,
Μέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·
Υγρὰ δ ̓ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα
Οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.

1160

FINIS

EXCERPTORUM EX PRAECIPUIS POETIS
HEROICI CARMINIS.

ANALECTA GRAECA MAJORA.

TOMI POSTERIORIS

PARS SECUNDA.

EXCERPTA TRAGICA.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ,

Εἰς Αἰσχύλον.

Ο ΤΡΑΓΙΚΟΝ φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν
Πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ,
Αισχύλος Ευφορίωνος, Ελευσινίης ἑκας αἴης
Κεῖται, κυδαίνων βήματι Τρινακρίην.

ΣΙΜΜΙΟΥ ΘΗΒΑΙΟΥ,

Εἰς Σοφοκλῆν.

ΤΟΝ δὲ χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλου,
Τὸν τραγικῆς Μούσης αστέρα Κεκρόπιον,
Πολλάκις ἐν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς
Βλαισὸς Αχαρνίτης κισσὸς ἔρεψε κόμην,
Τύμβος ἔχει, και γῆς ὀλίγον μέρος· ἀλλ' ὁ περισσὸς
Αἰων αθανάτοις δέρκεται ἐν βελίσι.

ΙΩΝΟΣ,

Εἰς Εὐριπίδην.

ΧΑΙΡΕ, μελαμπέπλοις, Εὐριπίδη, ἐν γυάλοισι
Πιερίας, τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον·
Ισθι δ ̓ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται,
Ισον Ομηρείαις αενάοις χάρισιν.

Ι.

E SOPHOCLE.

[JUXTA ED. RICH. FR. PHIL. BRUNCK. ARGENT. II. TOM. IN 4to.]

Adjungamus philosophis doctissimum hominem, poëtam quidem divinum, SOPHOCLEM. CICERO de DIVINAT. I. 25.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ

ΕΠΙΓΡΑΜΜΑ

ΕΙΣ ΤΟΝ ΤΥΡΑΝΝΟΝ ΟΙΔΙΠΟΥΝ.

ΛΙΠΩΝ Κόρινθον Οἰδίπους, Πατρὸς νόθος,
Πρὸς τῶν ἁπάντων λοιδορούμενος ξένος,
Ηλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων,
Ζητῶν ἑαυτὸν, καὶ γένους φυτοσπόρου.
Εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖς,
Ακων ἔπεφνε Λάϊον γεννήτορα.

Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος,
Ησχυνε μητρὸς ἀγνοουμένης λέχος.
Λοιμὸς δὲ Θήβας εἷλε, καὶ νόσος μακρά.

Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν,
Οπως πύθοιτο τοῦ κακοῦ παυστήριον,
Ηκουσε φωνῆς μαντικῆς θεοῦ πάρα,
Τὸν Λαΐειον ἐκδικηθῆναι φόνον.
*Οθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλας
Πόρπαισι δισσὰς ἐξανάλωσεν κόρας·
Αὐτὴ δὲ μήτηρ αγχόναις διώλετο.

« PreviousContinue »