Page images
PDF
EPUB

ἀλλ ̓ ἀποδεξάμενος τὴν γνώμην τὰ ἀκόλουθα, οὐ τα ἐναντία ἐποίει, πρὸς τὴν διάνοιαν σκοπῶν τὴν τῶν ἐπεσταλκότων.

5

B

1 Ἐν δὲ τῷ τρίτῳ τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῇ τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπ ̓ ἀνατολὴν παραλλήλῳ τῇ ἰσημερινῇ 10 γραμμῇ, πέρατα δ ̓ αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ηρακλείους στήλας, ἐπ' ἀνατολῇ δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰν δικῆς πλευράν. γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν 15 ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς ̓Αττικής μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου. μέχρι μὲν δὴ δεῦ ρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμ μὴν καὶ τῶν παρακειμένων ἠπείρων (καὶ γὰρ αὐτὴν ὅλην τὴν καθ ̓ ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετά- 20 C. 68 σθαι μέχρι τῆς Κιλικίας), εἶτα ἐπ ̓ εὐθείας πως ἐκβάλ

λεσθαι παρ' ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς· τὸν γὰρ Ταῦρον ἐπ ̓ εὐθείας τῇ ἀπὸ στηλῶν θαλάττῃ τεταμένον δίχα τὴν ̓Ασίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος, τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ 25 νότιον, ὥστ ̓ ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ δι ̓ ̓Αθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν.

2 Ταῦτα δ ̓ εἰπὼν οἴεται δεῖν διορθῶσαι τὸν ἀρ χαῖον γεωγραφικὸν πίνακα· πολὺ γὰρ ἐπὶ τὰς ἄρκτους 30 παραλλάττειν τὰ ἑωθινὰ μέρη τῶν ὀρῶν κατ' αὐτόν, συνεπισπάσθαι δὲ καὶ τὴν Ἰνδικὴν ἀρκτικωτέραν ἢ

δεῖ γινομένην. πίστιν δὲ τούτου φέρει μίαν μὲν ταύτην, ὅτι τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμο λογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις, ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι, 5 ἐντεῦθεν δ ̓ ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι Πατροκλῆς, ὁ μάλιστα πιστεύε σθαι δίκαιος διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους· ἀλλὰ μὴν καὶ τὸ ἀπὸ Μερόης ἐπὶ τὸν 10 δι' ̓Αθηνῶν παράλληλον τοσοῦτόν πώς ἐστιν ὥστε τῆς Ἰνδικῆς τὰ προσάρκτια μέρη συνάπτοντα τοῖς Καυκασίοις ὄρεσιν εἰς τοῦτον τελευτᾶν τὸν κύκλον. ἄλλην δὲ πίστιν φέρει τοιαύτην, ὅτι τὸ ἀπὸ τοῦ Ἰσ– 3 σικοῦ κόλπου διάστημα ἐπὶ τὴν θάλατταν τὴν Πον15 τικὴν τρισχιλίων πώς ἐστι σταδίων πρὸς ἄρκτον ιόντι καὶ τοὺς περὶ Αμισὸν ἢ Σινώπην τόπους, ὅσον καὶ τὸ πλάτος τῶν ὀρῶν λέγεται· ἐκ δὲ Αμισοῦ πρὸς τὴν ἰση μερινὴν ἀνατολὴν φερομένῳ πρῶτον μὲν ἡ Κολχίς ἐστιν, ἔπειτα ἡ ἐπὶ τὴν Υρκανίαν θάλατταν ὑπέρθεσις 20 καὶ ἡ ἐφεξῆς ἡ ἐπὶ Βάκτρα καὶ τοὺς ἐπέκεινα Σκύθας ὁδὸς δεξιὰ ἔχοντι τὰ ὄρη· αὕτη δ ̓ ἡ γραμμὴ διὰ ̓Αμισοῦ πρὸς δύσιν ἐκβαλλομένη διὰ τῆς Προποντίδος ἐστὶ καὶ τοῦ Ἑλλησπόντου, ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλ λήσποντον οὐ πλείους εἰσὶ τῶν μυρίων καὶ ὀκτακισχι 25 λίων σταδίων, ὅσοι καὶ ἀπὸ τοῦ μεσημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς Βακτρίους μέρη, προσ τεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχι λίοις, ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὁρῶν οἱ δὲ τῆς Ἰνδικῆς.

30

Πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντι- 4 λέγει διαβάλλων τὰς πίστεις· οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου

C. 69 τε καὶ Μεγασθένους, οἳ καθ' οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθ' οὓς δὲ καὶ τρισμυρίων τούτους τε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνα κας τούτοις ὁμολογεῖν. ἀπίθανον δή που νομίζει τὸ 5 μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντας τοὺς τοσοῦ τον ἀντιμαρτυροῦντας αὐτῷ, καὶ διορθοῦσθαι παρ' αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας, ἀλλὰ μὴ ἐᾶν οὕ τως, ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν. 5 Οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λό- 10 γον. πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι. τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην; τίνες δ' οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ δι ̓ ̓Αθηνῶν παραλ- 15 λήλου [τοσοῦτον] λέγοντες; τίνες δὲ πάλιν οἱ τὸ τῶν ὁρῶν πλάτος τοσοῦτον, ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν ̓Αμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες; τίνες δὲ οἱ [τὸ] ἀπὸ ̓Αμισοῦ διὰ Κόλχων καὶ τῆς Υρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν και 20 θηκόντων ἐπ ̓ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπ ̓ ἰσημε ρινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾷ ἔχοντι αὐτά; ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπ ̓ εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον; ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ 25 ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ιππαρχός φησι.

6

Καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριών σύγκειται, τῶν βασιλέων τῶν πεπιστευ- 30 κότων αὐτῷ τηλικαύτην ἀρχήν, τῶν ἐπακολουθησάν των αὐτῷ, τῶν ἀντιδοξούντων, ὧν αὐτὸς ὁ Ιππαρχος

κατονομάζει· οἱ γὰρ κατ ̓ ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰσίν. οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅτι φησὶ τοὺς ̓Αλεξάνδρῳ συστρα τεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ 5 Αλέξανδρον ἀκριβῶσαι, ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῷ· τὴν δ ̓ ἀναγραφὴν αὐτῷ δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.

Ἔτι φησὶν ὁἽππαρχος ἐν τῷ δευτέρῳ ὑπομνήματι 7 10 αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρόν, τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισ χιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου· 15 ἀπὸ γάρ τινος ἀναγραφῆς σταθμῶν ὁρμηθέντα τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν. εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστος ὁ Πατροκλής, C. 70 καίτοι παρὰ χιλίους σταδίους τῆς διαφορᾶς οὔσης, πόσῳ χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷς παρὰ ὀκτακισχιλίους 20 ή διαφορά ἐστι, πρὸς δύο καὶ ταῦτα ἄνδρας συμφω νοῦντας ἀλλήλοις, τῶν μὲν λεγόντων τὸ τῆς Ἰνδικῆς πλάτος δισμυρίων σταδίων, τοῦ δὲ μυρίων καὶ δισ χιλίων ;

Ἐροῦμεν δ ̓ ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ᾐτιά- 8 * σατο, ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν. οὐ θαυμα στὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον, καὶ εἰ τῷ αὐτῷ ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δ ̓ ἀπιστοῦ μεν, ὅταν παρά τινος τεθῇ τι βεβαιότερον. γελοῖόν τε 30 τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας· τοὐναντίον γὰρ ἐν τῷ παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε. παρὰ μικρὸν

9

γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον, ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν· ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχῶν ἁμάρτοι ἄν, ὁ δ ̓ ἐπιστημονικώ τερος ἧττον ἂν τοῦτο πάθοι· διὸ καὶ πιστεύεται θᾶττον.

Απαντες μὲν τοίνυν οἱ περὶ τῆς Ἰνδικῆς γράψαν- 5 τες ὡς ἐπὶ τὸ πολὺ ψευδολόγοι γεγόνασι, καθ ̓ ὑπερβολὴν δὲ Δηίμαχος, τὰ δὲ δεύτερα λέγει Μεγασθένης, Ονησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη. καὶ ἡμῖν δ ̓ ὑπῆρξεν ἐπὶ πλέον κατιδεῖν ταῦτα ὑπομνηματιζομένοις τὰς Αλεξάνδρου πρά- 10 ξεις· διαφερόντως δ ̓ ἀπιστεῖν ἄξιον Δηιμάχῳ τε καὶ Μεγασθένει. οὗτοι γάρ εἰσιν οἱ τοὺς ἐνωτοκοίτας καὶ τοὺς ἀστόμους καὶ ἄρρινας ἱστοροῦντες μονοφθάλ μους τε καὶ μακροσκελεῖς καὶ ὀπισθοδακτύλους· ἀνε καίνισαν δὲ καὶ τὴν Ὁμηρικὴν τῶν Πυγμαίων γερανο- 15 μαχίαν, τρισπιθαμους εἰπόντες. οὗτοι δὲ καὶ τοὺς χρυ σωρύχους μύρμηκας καὶ Πᾶνας σφηνοκεφάλους ὄφεις τε καὶ βοῦς καὶ ἐλάφους σὺν κέρασι καταπίνοντας· περὶ ὧν ἕτερος τὸν ἕτερον ἐλέγχει, ὅπερ καὶ Ἐρατοσθένης φησίν. ἐπέμφθησαν μὲν γὰρ εἰς τὰ Παλίμ- 20 βαθρα, ὁ μὲν Μεγασθένης πρὸς Σανδρόκοττον ὁ δὲ Δηίμαχος πρὸς 'Αλλιτροχάδην τὸν ἐκείνου υἱὸν κατὰ πρεσβείαν· ὑπομνήματα δὲ τῆς ἀποδημίας κατέλιπον τοιαῦτα, ὑφ ̓ ἧς δή ποτε αἰτίας προαχθέντες. Πατροκλῆς δὲ ἥκιστα τοιοῦτος· καὶ οἱ ἄλλοι δὲ μάρτυρες οὐκ 25 ἀπίθανοι, οἷς κέχρηται ὁ Ερατοσθένης.

10 . . . . εἰ γὰρ ὁ διὰ Ῥόδου καὶ Βυζαντίου μεσημβρινὸς ὀρθῶς είληπται, καὶ ὁ διὰ τῆς Κιλικίας καὶ ̓Αμισού ὀρθῶς ἂν εἴη εἰλημμένος· φαίνεται γὰρ τὸ παράλληλον C. 71 ἐκ πολλῶν, ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται. 30 Ὅ τε ἐξ ̓Αμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν ἐπὶ ἰσημερινὴν ἀνατολήν, καὶ τοῖς ἀνέμοις ἐλέγχεται

11

« PreviousContinue »