Page images
PDF
EPUB

Καὶ αἱ τῶν μακάρων δὲ νῆσοι πρὸ τῆς Μαυρου- 5 σίας εἰσὶ τῆς ἐσχάτης προς δύσιν, καθ ̓ ὃ μέρος συντρέχει καὶ τῆς Ἰβηρίας τὸ ταύτῃ πέρας· ἐκ δὲ τοῦ ὀνόματος δῆλον ὅτι καὶ ταύτας ἐνόμιζον εὐδαίμονας 5 διὰ τὸ πλησιάζειν τοιούτοις χωρίοις.

66

66

̓Αλλὰ μὴν ὅτι γε καὶ οἱ Αἰθίοπες ἐπὶ τῷ ὠκεανῷ 6 ἔσχατοι, δηλοῖ· ὅτι μὲν ἔσχατοι Αιθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν.“ οὐδὲ τοῦ διχθὰ δεδαίαται" φαύλως λεγομένου, ὡς δειχθήσεται ὕστερον· ὅτι 10 δ ̓ ἐπὶ τῷ ὠκεανῷ Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ ̓ ἀμύμο νας Αιθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα.“ ὅτι δὲ καὶ ἡ πρὸς ταῖς ἄρκτοις ἐσχατιὰ παρωκεανῖτίς ἐστιν, οὕτως ᾐνίξατο εἰπὼν περὶ τῆς ἄρκτου,οἴη δ ̓ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο. διὰ μὲν γὰρ τῆς ἄρκτου καὶ τῆς 15 ἁμάξης τὸν ἀρκτικὸν δηλοῖ· οὐ γὰρ ἂν τοσούτων ἀστέ ρων ἐν τῷ αὐτῷ χωρίῳ περιφερομένων τῷ ἀεὶ φανερῷ οἴην ἄμμορον εἶπε λοετρῶν ὠκεανοῖο. ὥστ ̓ οὐκ εὖ ἀπειρίαν αὐτοῦ καταγινώσκουσιν, ὡς μίαν ἄρκτον ἀντὶ δυεῖν εἰδότος· οὐδὲ γὰρ εἰκὸς ἦν πω τὴν ἑτέραν ἠστρο20 θετῆσθαι, ἀλλ' ἀφ ̓ οὗ οἱ Φοίνικες ἐσημειώσαντο καὶ ἐχρῶντο πρὸς τὸν πλοῦν παρελθεῖν καὶ εἰς τοὺς Ἕλλη νας τὴν διάταξιν ταύτην, ὥσπερ καὶ τὸν Βερενίκης πλόκαμον καὶ τὸν Κάνωβον ἐχθὲς καὶ πρώην κατωνο μασμένον, πολλοὺς δ ̓ ἔτι νῦν ἀνωνύμους ὄντας, και 25 θάπερ καὶ "Αρατός φησιν. οὐδὲ Κράτης οὖν ὀρθῶς γράφει τοἶος δ ̓ ἄμμορός ἐστι λοετρῶν, φεύγων τὰ μὴ φευκτά. βελτίων δ ̓ Ἡράκλειτος καὶ ὁμηρικώτερος, ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων ἠοῦς καὶ ἑσπέρης τέρματα ἡ ἄρκτος, καὶ ἀντίον τῆς 30 ἄρκτου οὖρος αιθρίου Διός. ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, οὐχ ἡ ἄρκτος. διὰ μὲν δὴ C. 4 τῆς ἄρκτου, ἣν καὶ ἅμαξαν καλεῖ καὶ τὸν Ωρίωνα

66

δοκεύειν φησί, τὸν ἀρκτικὸν δηλοῖ, διὰ δὲ του ὠκεανοῦ τὸν ὁρίζοντα, εἰς ὃν καὶ ἐξ οὗ τὰς δύσεις καὶ τὰς ἀνατολὰς ποιεῖται. εἰπὼν δὲ αὐτοῦ στρέφεσθαι καὶ ἀμοιρεῖν τοῦ ὠκεανοῦ οἶδεν ὅτι κατὰ σημεῖον τὸ ἀρ κτικώτατον τοῦ ὁρίζοντος γίνεται ὁ ἀρκτικός. ἀκο-5 λούθως δὴ τούτῳ τὸ ποιητικὸν ἁρμόσαντες τὸν μὲν ὁρίζοντα ὀφείλομεν δέχεσθαι τὸν ἐπὶ τῆς γῆς οἰκείως τῷ ὠκεανῷ, τὸν δ ̓ ἀρκτικὸν τῆς γῆς ἁπτόμενον ὡς ἂν πρὸς αἴσθησιν κατὰ τὸ ἀρκτικώτατον τῆς οἰκήσεως σημεῖον· ὥστε καὶ τοῦτο τὸ μέρος τῆς γῆς κλύζοιτ' ἂν 10 τῷ ὠκεανῷ κατ' αὐτόν. καὶ τοὺς ἀνθρώπους δὲ οἶδε τοὺς προσβόρρους μάλιστα, οὓς ὀνομαστὶ μὲν οὐ δηλοῖ (οὐδὲ γὰρ νῦν που κοινὸν αὐτοῖς ὄνομα κεῖται πᾶσι), τῇ διαίτῃ δὲ φράζει, νομάδας αὐτοὺς ὑπογράφων καὶ ἀγανοὺς ἱππημολγοὺς γαλακτοφάγους 15 ἀβίους τε.

7 Καὶ ἄλλως δ' ἐμφαίνει τὸ κύκλῳ περικεῖσθαι τῇ γῇ τὸν ὠκεανόν, ὅταν οὕτω φῇ ἡ Ἥρα, εἶμι γὰρ ὄψο μένη πολυφόρβου πείρατα γαίης Ωκεανόν τε θεῶν γένεσιν.“ τοῖς γὰρ πέρασι πᾶσι συνήθη λέγει τὸν ὠκε- 20 ανόν, τὰ δὲ πέρατα κύκλῳ περίκειται. ἔν τε τῇ ὁπλοποιίᾳ τῆς ̓Αχιλλέως ἀσπίδος κύκλῳ περιτίθησι τὸν ὠκεανὸν ἐπὶ τῆς ἴτυος. ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις ἀψορρόου ὠκεανοῖο, 25 λέγοντα και τρὶς μὲν γάρ τ ̓ ἀνίησιν ἐπ ̓ ἤματι, τρὶς δ ̓ ἀναροιβδεῖ. καὶ γὰρ εἰ μὴ τρὶς ἀλλὰ δίς, τάχα τῆς ἱστορίας παραπεσόντος ἢ τῆς γραφῆς διημαρτημένης, ἀλλ' ἥ γε προαίρεσις τοιαύτη. καὶ τὸ ἐξ ἀκαλαρρεί ταρ δὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος, ἐχούσης 30 τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελέως ῥοώδη. Ποσει δώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν κατ

[ocr errors]
[ocr errors]

λυπτομένους τοτὲ δὲ γυμνουμένους καὶ ἐκ τοῦ ποταμὸν φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι. τὸ μὲν οὖν πρῶτον εὖ, τὸ δὲ δεύτερον οὐκ ἔχει λόγον· οὔτε γὰρ ποταμίῳ 5 ῥεύματι ἔοικεν ἡ τῆς πλημμυρίδος ἐπίβασις, πολὺ δὲ μᾶλλον ἡ ἀναχώρησις οὐ τοιαύτη, ὅ τε τοῦ Κράτητος λόγος διδάσκει τι πιθανώτερον. βαθύρρουν μὲν γὰρ καὶ ἄψορρον λέγει, ὁμοίως δὲ καὶ ποταμὸν τὸν ὅλον ὠκεανόν· λέγει δὲ καὶ μέρος τοῦ ὠκεανοῦ τι ποταμὸν C. 5 10 καὶ ποταμοῖο ῥόον, οὐ τοῦ ὅλου ἀλλὰ τοῦ μέρους, ὅταν οὕτω φῇ αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεαγνοῖο νηῦς, ἀπὸ δ ̓ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο.“ οὐ γὰρ τὸν ὅλον, ἀλλὰ τὸν ἐν τῷ ὠκεανῷ τοῦ ποταμοῦ ῥόον μέρος ὄντα τοῦ ὠκεανοῦ, ὅν φησιν ὁ Κράτης 15 ἀνάχυσίν τινα καὶ κόλπον ἐπὶ τὸν νότιον πόλον ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ διήκοντα. τοῦτον γὰρ δύναιτ ̓ ἄν τις ἐκλιπὼν ἔτι εἶναι ἐν τῷ ὠκεανῷ, τὸν δὲ ὅλον ἐκλιπόντα ἔτι εἶναι ἐν τῷ ὅλῳ οὐχ οἷόν τε. Ὅμη ρος δέ γε οὕτω φησί,ποταμοίο λίπεν ῥόον, ἀπὸ δ' 20ἵκετο κύμα θαλάσσης, ἥτις οὐκ ἄλλη τίς ἐστιν ἀλλὰ ὠκεανός. γίνεται οὖν, ἐὰν ἄλλως δέχῃ, ἐκβὰς ἐκ τοῦ ὠκεανοῦ ἦλθεν εἰς τὸν ὠκεανόν. ἀλλὰ ταῦτα μὲν ματ κροτέρας ἐστὶ διαίτης.

66

Ὅτι δὲ ἡ οἰκουμένη νῆσός ἐστι πρῶτον μὲν ἐκ τῆς 8 25 αἰσθήσεως καὶ τῆς πείρας ληπτέον. πανταχῆ γάρ, ὁπουποτοῦν ἐφικτὸν γεγονεν ἀνθρώποις ἐπὶ τὰ ἔσχα τα τῆς γῆς προελθεῖν, εὑρίσκεται θάλαττα, ἣν δὴ καλοῦμεν ὠκεανόν. καὶ ὅπου δὲ τῇ αἰσθήσει λαβεῖν οὐχ ὑπῆρξεν, ὁ λόγος δείκνυσι. τὸ μὲν γὰρ ἑωθινὸν 30 πλευρόν, τὸ κατὰ τοὺς Ἰνδούς, καὶ τὸ ἑσπέριον, τὸ κατὰ τοὺς Ἴβηρας καὶ τοὺς Μαυρουσίους, περιπλεῖ ται πᾶν ἐπὶ πολὺ τοῦ τε νοτίου μέρους καὶ τοῦ βο

9

6

ρείου· τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι νῦν τῷ μὴ
συμμίξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ
πολύ, εἴ τις συντίθησιν ἐκ τῶν παραλλήλων διαστη
μάτων τῶν ἐφικτῶν ἡμῖν. οὐκ εἰκὸς δὲ διθάλαττον
εἶναι τὸ πέλαγος τὸ Ατλαντικόν, ἰσθμοῖς διειργόμενον 5
οὕτω στενοῖς τοῖς κωλύουσι τὸν περίπλουν, ἀλλὰ
μᾶλλον σύρρουν καὶ συνεχές· οἵ τε γὰρ περιπλεῖν
ἐγχειρήσαντες, εἶτα ἀναστρέψαντες, οὐχ ὑπὸ ἠπείρου
τινὸς ἀντιπιπτούσης καὶ κωλυούσης τὸν ἐπέκεινα
πλοῦν ἀνακρουσθῆναι φασίν, ἀλλὰ ὑπὸ ἀπορίας καὶ 10
ἐρημίας, οὐδὲν ἧττον τῆς θαλάττης ἐχούσης τὸν πό-
μον. τοῖς τε πάθεσι τοῦ ὠκεανοῦ τοῖς περὶ τὰς ἀμπώ-
τεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ τοῦτο μᾶλλον·
πάντη γοῦν ὁ αὐτὸς τρόπος τῶν τε μεταβολῶν ὑπάρ
χει καὶ τῶν αὐξήσεων καὶ μειώσεων, ἢ οὐ πολὺ παραλ- 15
λάττων, ὡς ἂν ἐπὶ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδι
δομένης καὶ ἀπὸ μιᾶς αἰτίας.

Ἵππαρχος δ ̓ οὐ πιθανός ἐστιν ἀντιλέγων τῇ δόξῃ C. 6 ταύτῃ, ὡς οὔθ ̓ ὁμοιοπαθοῦντος τοῦ ὠκεανοῦ παντελῶς οὔτ ̓, εἰ δοθείη τοῦτο, ἀκολουθοῦντος αὐτῷ τοῦ 20 σύρρουν εἶναι πᾶν τὸ κύκλῳ πέλαγος τὸ ̓Ατλαντικόν, πρὸς τὸ μὴ ὁμοιοπαθεῖν μάρτυρι χρώμενος Σελεύκω τῷ Βαβυλωνίῳ. ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς Ποσειδώνιον ἀναβαλλόμεθα καὶ ̓Αθηνόδωρον, ἱκανῶς * διακρατή- 23 σαντας τὸν περὶ τούτων λόγον· πρὸς δὲ τὰ νῦν ἐπὶ τοσοῦτον λέγομεν, ὅτι πρός τε τὴν ὁμοιοπάθειαν οὕτω βέλτιον νομίσαι, τά τε οὐράνια συνέχοιτ' ἂν κρεῖττον ταῖς ἐντεῦθεν ἀναθυμιάσεσιν, εἰ πλεῖον εἴη τὸ ὑγρὸν περικεχυμένον.

10

Ὥσπερ οὖν τὰ ἔσχατα καὶ τὰ κύκλῳ τῆς οἰκουμε νης οἶδε καὶ φράζει σαφῶς ὁ ποιητής, οὕτω καὶ τὰ τῆς

30

θαλάττης τῆς ἐντός. περιέχει γὰρ ταύτην ἀπὸ στηλών ἀρξαμένοις Λιβύη τε καὶ Αἴγυπτος καὶ Φοινίκη, ἑξῆς δὲ ἡ πέριξ τῆς Κύπρου, εἶτα Σόλυμοι καὶ Λύκιοι καὶ Κᾶρες, μετὰ δὲ τούτους ἡ μεταξὺ Μυκάλης καὶ τῆς 5 Τρῳάδος γὼν καὶ αἱ προκείμεναι νῆσοι· ὧν ἁπάντων μέμνηται, καὶ ἐφεξῆς τῶν περὶ τὴν Προποντίδα καὶ τοῦ Εὐξείνου μέχρι Κολχίδος καὶ τῆς Ἰάσονος στρατείας. καὶ μὴν καὶ τὸν Κιμμερικὸν Βόσπορον οἶδε τοὺς Κιμμερίους εἰδώς, οὐ δήπου τὸ μὲν ὄνομα τῶν Κιμ10 μερίων εἰδὼς αὐτοὺς δὲ ἀγνοῶν, οἳ κατ ̓ αὐτὸν ἢ μι κρὸν πρὸ αὐτοῦ μέχρι Ἰωνίας ἐπέδραμον τὴν γῆν τὴν ἐκ Βοσπόρου πᾶσαν. αινίττεται γοῦν καὶ τὸ κλίμα τῆς χώρας αὐτῶν ζοφῶδες ὄν, καὶ ὡς φησίν „ἠέρι καὶ

66

νεφέλη κεκαλυμμένοι· οὐδέ ποτ ̓ αὐτοὺς ἠέλιος φαέ 15,θων ἐπιλάμπεται, ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται. γνωρίζει δὲ καὶ τὸν Ἴστρον, μεμνημένος γε Μυσῶν, ἔθνους Θρακίου παροικοῦντος τὸν Ἴστρον. καὶ μὴν καὶ την ἑξῆς παραλίαν οἶδε, Θρᾳκίαν οὖσαν μέχρι Πηνειού, Παίονάς τε ὀνομάζων καὶ ̓Αθω καὶ ̓Αξιὸν καὶ τὰς 20 προκειμένας τούτων νήσους. ἑξῆς δέ ἐστιν ἡ τῶν Ἑλ λήνων παραλία μέχρι Θεσπρωτῶν, ἧς ἁπάσης μέμνηται. καὶ μὴν καὶ τὰ τῆς Ἰταλίας ἄκρα οἶδε, Τεμέσην και λῶν καὶ Σικελούς, καὶ τὰ τῆς Ἰβηρίας ἄκρα καὶ τὴν εὐδαιμονίαν αὐτῶν, ἣν ἀρτίως ἔφαμεν. εἰ δέ τινα ἐν 25 τοῖς μεταξὺ διαλείμματα φαίνεται, συγγνοίη τις ἄν· καὶ γὰρ ὁ γεωγραφῶν ὄντως πολλὰ παρίησι τῶν ἐν μέρει. συγγνοίη δ ̓ ἂν καὶ εἰ μυθώδη τινὰ προσπέ πλεκται τοῖς λεγομένοις ἱστορικῶς καὶ διδασκαλικῶς, καὶ οὐ δεῖ μέμφεσθαι. οὐδὲ γὰρ ἀληθές ἐστιν, ὅ φησιν 30 Ερατοσθένης, ὅτι ποιητὴς πᾶς στοχάζεται ψυχαγω- C. 7 γίας, οὐ διδασκαλίας· τἀναντία γὰρ οἱ φρονιμώτατοι τῶν περὶ ποιητικῆς τι φθεγξαμένων πρώτην τινὰ λέ

« PreviousContinue »