Page images
PDF
EPUB

κελικῷ κλυζομένη πελάγει, βλέπουσα πρὸς τὴν Πελοπόννησον καὶ τὸν ἐπὶ Κρήτης πόρον· τρίτη δ ̓ ἐστὶν ἡ προσεχὴς τῇ Λιβύῃ βλέπουσα πρὸς ταύτην ἅμα καὶ τὴν χειμερινὴν δύσιν, Λιλύβαιον. τῶν δὲ πλευρῶν, ἃς 5 ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι με τρίως, ἡ δὲ τρίτη κυρτή, ἡ ἀπὸ τοῦ Λιλυβαίου καθή- C.266 κουσα πρὸς τὴν Πελωριάδα, ἵπερ μεγίστη ἐστί, στα δίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε προσθεὶς καὶ εἴκοσι. τῶν δ ̓ ἄλλων ἡ ἐπὶ Πάχυνον ἀπὸ 10 τοῦ Λιλυβαίου μείζων τῆς ἑτέρας· ἐλαχίστη δὲ ἡ τῷ πορθμῷ καὶ τῇ Ἰταλίᾳ προσεχής, ἡ ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Πάχυνον, σταδίων ὅσον χιλίων καὶ ἑκατὸν καὶ τριάκοντα. τὸν δὲ περίπλουν ὁ Ποσειδώνιος στα δίων τετταρακοσίων ἐπὶ τοῖς τετρακισχιλίοις ἀποφαί15 νει. ἐν δὲ τῇ χωρογραφία μείζω λέγεται τὰ διαστήματα κατὰ μέρος διῃρημένα μιλιασμῷ· ἐκ μὲν Πελωριάδος εἰς Μύλας εἴκοσι πέντε· τοσαῦτα δὲ καὶ ἐκ Μυλῶν εἰς Τυνδαρίδα· εἶτα εἰς Αγάθυρνον τριάκοντα καὶ τὰ ἴσα εἰς"Αλαισαν καὶ πάλιν ἴσα εἰς Κεφαλοίδιον· ταῦτα μὲν 20 πολίχνια· εἰς δ ̓ Ἱμέραν ποταμὸν δεκαοκτώ διὰ μέσης ῥέοντα τῆς Σικελίας· εἶτ ̓ εἰς Πάνορμον τριάκοντα πέντε· δύο δὲ καὶ τριάκοντα εἰς τὸ τῶν Αἰγεσταίων ἐμπόριον· λοιπὰ δὲ εἰς Λιλύβαιον τριάκοντα ὀκτώ. ἐντεῦθεν δὲ κάμψαντι ἐπὶ τὸ συνεχὲς πλευρὸν εἰς μὲν 25 τὸ Ἡράκλειον ἑβδομήκοντα πέντε, ἐπὶ δὲ τὸ ̓Ακραγαν τίνων ἐμπόριον εἴκοσι, καὶ ἄλλα εἴκοσιν εἰς Καμάρι ναν· εἶτ ̓ ἐπὶ Πάχυνον πεντήκοντα. ἔνθεν πάλιν κατὰ τὸ τρίτον πλευρὸν εἰς μὲν Συρακούσσας τριάκοντα ἕξ, εἰς δὲ Κατάνην ἑξήκοντα· εἶτ ̓ εἰς Ταυρομένιον τριά30 κοντα τρία· εἶτ ̓ εἰς Μεσσήνην τριάκοντα. πεζῇ δὲ ἐκ μὲν Παχύνου εἰς Πελωριάδα ἑκατὸν ἑξήκοντα οκτώ, ἐκ δὲ Μεσσήνης εἰς Λιλύβαιον τῇ δαλερίᾳ ὁδῷ [διακό

σια] τριάκοντα πέντε. ἔνιοι δ ̓ ἁπλούστερον εἰρήκασιν, ὥσπερ Ἔφορος, τὸν περίπλουν ἡμερῶν καὶ νυκτών πέντε. Ποσειδώνιος δὲ τοῖς κλίμασιν ἀφορίζων τὴν νῆσον πρὸς ἄρκτον μὲν τὴν Πελωριάδα, πρὸς νότον δὲ Λιλύβαιον, πρὸς ἕω δὲ τὸν Πάχυνον τίθησιν. ἀνάγ- 5 κη δέ, τῶν κλιμάτων ἐν παραλληλογράμμῳ σχήματι διαστελλομένων, τὰ ἐγγραφόμενα τρίγωνα καὶ μά λιστα ὅσα σκαληνὰ καὶ ὧν οὐδεμία πλευρὰ [οὐδεμιᾷ] τῶν τοῦ παραλληλογράμμου ἐφαρμόττει, ἀναρμόστως ἔχειν πρὸς τὰ κλίματα διὰ τὴν λόξωσιν. ὅμως δ ̓ οὖν 10 * ἐν τοῖς τῆς Σικελίας τῇ Ἰταλίᾳ πρὸς νότον κειμένη ἡ Πελωριὰς ἀρκτικωτάτη λέγοιτ ̓ ἂν καλῶς τῶν τριῶν γωνιῶν, ὥσθ ̓ ἡ ἐπιζευγνυμένη ἀπ' αὐτῆς ἐπὶ τὸν Πάν χυνον, [ὃν] ἐκκεῖσθαι πρὸς ἕω ἔφαμεν, ἅμα πρὸς ἄρ κτον βλέπουσα ποιήσει τὴν πλευρὰν τὴν πρὸς τὸν 15 πορθμόν. δεῖ δ ̓ ἐπιστροφὴν μικρὰν λαμβάνειν ἐπὶ χειμερινὰς ἀνατολάς· οὕτω γὰρ ἡ ἠὼν παρακλίνει προϊοῦσιν ἀπὸ τῆς Κατάνης ἐπὶ τὰς Συρακούσσας καὶ τὸν Πάχυνον. δίαρμα δ ̓ ἐστὶν ἀπὸ τοῦ Παχύνου πρὸς C.267τὸ στόμα τοῦ ̓Αλφειοῦ στάδιοι τετρακισχίλιοι. Αρτε-20 μίδωρος δ ̓ ἀπὸ τοῦ Παχύνου φήσας ἐπὶ Ταίναρον εἶναι τετρακισχιλίους καὶ ἑξακοσίους, ἀπὸ δ' Αλφειού ἐπὶ Παμισὸν χιλίους ἑκατὸν τριάκοντα, παρασχεῖν ἂν δοκεῖ μοι λόγον μὴ οὐχ ὁμολογούμενα λέγῃ τῷ φή σαντι τετρακισχιλίους εἶναι τοὺς ἐπὶ τὸν ̓Αλφειὸν ἀπὸ 25 τοῦ Παχύνου. ἡ δ ̓ ἀπὸ Παχύνου πρὸς Λιλύβαιον (ἑσπεριώτερον δὲ τῆς Πελωριάδος ἐστὶν ἱκανῶς ἂν καὐτὴ λοξοῖτο ἀπὸ τοῦ μεσημβρινοῦ σημείου πρὸς τὴν ἑσπέραν, βλέποι δὲ ἂν ἅμα πρός τε τὴν ἕω καὶ πρὸς τὸν νότον, τῇ μὲν ὑπὸ τοῦ Σικελικοῦ πελάγους κλυ- 30

4. post νῆσον: καὶ 27. post Πελωριάδος: ἱκανῶς

ζομένη, τῇ δ ̓ ὑπὸ τοῦ Λιβυκοῦ τοῦ πρὸς τὰς Σύρτεις διήκοντος ἀπὸ τῆς Καρχηδονίας. ἔστι δὲ καὶ ἀπὸ Λιλυβαίου τουλάχιστον δίαρμα ἐπὶ Λιβύην χίλιοι καὶ πεντακόσιοι περὶ Καρχηδόνα· καθ ̓ ὃ δὴ λέγεται τις τῶν 5 ὀξυδορκούντων ἀπό τινος σκοπῆς ἀπαγγέλλειν τὸν ἀριθμὸν τῶν ἀναγομένων ἐκ Καρχηδόνος σκαφῶν τοῖς ἐν Λιλυβαίῳ. ἀπὸ δὲ τοῦ Λιλυβαίου τὴν ἐπὶ Πελω ριάδα πλευρὰν ἀνάγκη λοξοῦσθαι πρὸς ἕω καὶ βλέπειν πρὸς τὸ μεταξὺ τῆς ἑσπέρας καὶ τῆς ἄρκτου, πρὸς ἄρ 10 κτον μὲν ἔχουσαν τὴν Ἰταλίαν πρὸς δύσιν δὲ τὸ Τυρ ρηνικὸν πέλαγος καὶ τὰς Αιόλου νήσους.

Πόλεις δ ̓ εἰσὶ κατὰ μὲν τὸ πλευρὸν τὸ ποιοῦν τὸν 2 πορθμὸν Μεσσήνη πρῶτον, ἔπειτα Ταυρομένιον καὶ Κατάνη καὶ Συρακοῦσσαι· αἱ δὲ μεταξὺ Κατάνης καὶ 15 Συρακουσσῶν ἐκλελοίπασι, Νάξος καὶ Μέγαρα, ὅπου καὶ αἱ τῶν ποταμῶν ἐκβολαί * συνελθοῦσαι καὶ πάντα καταρρεόντων ἐκ τῆς Αἴτνης εἰς εὐλίμενα στόματα· ἐνταῦθα δὲ καὶ τὸ τῆς Ξιφωνίας ἀκρωτήριον. φησὶ δὲ ταύτας Ἔφορος πρώτας κτισθῆναι πόλεις Ελληνίδας 20 ἐν Σικελία δεκάτῃ γενεᾷ μετὰ τὰ Τρωικά· τοὺς γὰρ πρότερον δεδιέναι τὰ λῃστήρια τῶν Τυρρηνῶν καὶ τὴν ὠμότητα τῶν ταύτῃ βαρβάρων, ὥστε μηδὲ κατ' ἐμπορίαν πλεῖν. Θεοκλέα δ' Αθηναῖον παρενεχθέντα ἀνέ μοις εἰς τὴν Σικελίαν κατανοῆσαι τήν τε οὐδένειαν 25 τῶν ἀνθρώπων καὶ τὴν ἀρετὴν τῆς γῆς, ἐπανελθόντα δὲ Αθηναίους μὲν μὴ πεῖσαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίᾳ συχνοὺς παραλαβόντα καὶ τῶν Ἰώνων τινάς, ἔτι δὲ Δωριέων, [ὧν] οἱ πλείους ἦσαν Μεγαρείς, πλεύ σαι· τοὺς μὲν οὖν Χαλκιδέας κτίσαι Νάξον τοὺς δὲ 30 Δωριέας Μέγαρα τὴν Ὕβλαν πρότερον καλουμένην. αἱ μὲν οὖν πόλεις οὐκέτ ̓ εἰσί, τὸ δὲ τῆς Ὕβλης ὄνομα συμμένει διὰ τὴν ἀρετὴν τοῦ Ὑβλαίου μέλιτος.

3

Τῶν δὲ συμμενουσῶν κατὰ τὸ λεχθὲν πλευρὸν C.268 πόλεων ἡ μὲν Μεσσήνη τῆς Πελωριάδος ἐν κόλπῳ κεῖ ται, καμπτομένης ἐπὶ πολὺ πρὸς ἕω καὶ μασχάλην τινὰ ποιούσης· ἀπέχει δὲ τοῦ μὲν Ῥηγίου δίαρμα ἑξηκον ταστάδιον, τῆς δὲ στυλίδος πολὺ ἔλαττον. κτίσμα δ' 5 ἐστὶ Μεσσηνίων τῶν ἐν Πελοποννήσῳ, παρ ̓ ὧν του νομα μετήλλαξε καλουμένη Ζάγκλη πρότερον διὰ τὴν σκολιότητα τῶν τόπων (ζάγκλον γὰρ ἐκαλεῖτο τὸ σκου λιόν), Ναξίων οὖσα πρότερον κτίσμα τῶν πρὸς Κατά νην· ἐπώκησαν δ ̓ ὕστερον Μαμερτίνοι Καμπανών τι 10 φῦλον. ἐχρήσαντο δ ̓ ὁρμητηρίῳ Ῥωμαῖοι πρὸς τὸν Σικελικὸν πόλεμον τὸν πρὸς Καρχηδονίους, καὶ μετὰ ταῦτα Πομπήιος ὁ Σέξτος ἐνταῦθα συνεῖχε τὸ ναυτι κὸν πολεμῶν πρὸς τὸν Σεβαστὸν Καίσαρα· ἐντεῦθεν δὲ καὶ τὴν φυγὴν ἐποιήσατο ἐκπεσὼν ἐκ τῆς νήσου. 15 δείκνυται δὲ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ τῆς πόλεως ἐν τῷ πόρῳ, βάθος ἐξαίσιον, εἰς ὃ αἱ παλίρροιαι τοῦ πορθμοῦ κατάγουσι φυσικῶς τὰ σκάφη τραχηλιζόμενα μετὰ συστροφῆς καὶ δίνης μεγάλης· καταποθέντων δὲ καὶ διαλυθέντων τὰ ναυάγια παρασύρεται πρὸς ᾐόνα 20 τῆς Ταυρομενίας, ἣν καλοῦσιν ἀπὸ τοῦ συμπτώματος τούτου Κοπρίαν. τοσοῦτον δ ̓ ἐπεκράτησαν οἱ Μαμερ τῖνοι παρὰ τοῖς Μεσσηνίοις ὥστ ̓ ἐπ ̓ ἐκείνοις ὑπῆρξεν ἡ πόλις, καλοῦσί τε Μαμερτίνους μᾶλλον ἅπαντες αὐ τοὺς ἢ Μεσσηνίους, εὐοίνου τε σφόδρα τῆς χώρας οὔ- 25 σης οὐ Μεσσήνιον καλοῦσι τὸν οἶνον ἀλλὰ Μαμερ τῖνον, τοῖς ἀρίστοις ἐνάμιλλον ὄντα τῶν Ἰταλικῶν. οἰκεῖται δ ̓ ἱκανῶς ἡ πόλις, μᾶλλον δὲ Κατάνη· καὶ γὰρ οικήτορας δέδεκται Ῥωμαίους· ἧττον δ ̓ ἀμφοῖν τὸ Ταυρομένιον. καὶ Κατάνη δ ̓ ἐστὶ Ναξίων τῶν αὐτῶν 30 κτίσμα, Ταυρομένιον δὲ τῶν ἐν Ὕβλῃ Ζαγκλαίων·

66

ἀπέβαλε δὲ τοὺς οἰκήτορας τοὺς ἐξ ἀρχῆς ἡ Κατάνη, κατοικίσαντος ἑτέρους Ιέρωνος τοῦ Συρακουσσίων τυ ράννου καὶ προσαγορεύσαντος αὐτὴν Αἴτνην ἀντὶ Κατάνης. ταύτης δὲ καὶ Πίνδαρος κτίτορα λέγει αὐτὸν 5 ὅταν φῇ οξύνες [ὅ] τοι λέγω, ζαθέων ἱερῶν ὁμώνυμε πάτερ, κτίστορ Αίτνας. μετὰ δὲ τὴν τελευτὴν τοῦ Ιέρωνος κατελθόντες οἱ Καταναῖοι τούς τε ἐνοίκους ἐξέβαλον καὶ τὸν τάφον ἀνέσκαψαν τοῦ τυράννου. οἱ δὲ Αἰτναῖοι παραχωρήσαντες τὴν Ἴννησαν καλουμέ 10 νην τῆς Αἴτνης ὀρεινὴν ᾤκησαν καὶ προσηγόρευσαν τὸ χωρίον Αίτνην διέχον τῆς Κατάνης σταδίους ὀγδοή κοντα, καὶ τὸν Ιέρωνα οἰκιστὴν ἀπέφηναν. ὑπέρκειται δὲ μάλιστα τῆς Κατάνης ἡ Αίτνη καὶ τῶν περὶ τοὺς κρατῆρας παθῶν πλεῖστον κοινωνεῖ· καὶ γὰρ οἱ ρύα-C.269 15 κες εἰς τὴν Καταναίαν ἐγγυτάτω καταφέρονται, καὶ τὰ περὶ τοὺς εὐσεβεῖς ἐκεῖ τεθρύληται τὸν ̓Αμφίνομον καὶ τὸν ̓Αναπίαν, οἳ τοὺς γονέας ἐπὶ τῶν ὤμων ἀράμενοι διέσωσαν ἐπιφερομένου τοῦ κακοῦ. ὅταν δ ̓, ὁ Ποσειδώνι[ός] φ[ησι], γίνηται τὰ περὶ τὸ ὄρος, κατατε20φροῦται πολλῷ βάθει τὰ Καταναίων χωρία· ἡ μὲν οὖν σποδὸς λυπήσασα πρὸς καιρὸν εὐεργετεῖ τὴν χώραν χρόνοις ὕστερον· εὐάμπελον γὰρ παρέχεται καὶ χρη στόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου· τάς τε ῥίζας, [ἃς] ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαί25 νειν ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν ὥστε πνίγεσθαι· διόπερ ἐκ τῶν ὤτων ἀφαιροῦσιν αἷμα δι' ἡμερῶν τεττάρων ἢ πέντε, καθάπερ τοῦτο καὶ κατὰ τὴν Ερύθειαν συμβαῖνον εἰρήκαμεν. ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφ ̓ ἱκανὸν βάθος, 30 ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομέ νοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν. τακείσης γὰρ ἐν τοῖ κρατῆρσι τῆς πέτρας, εἶτ ̓ ἀναβληθείσης, τὸ ὑπερχυ

STRABO I.

24

« PreviousContinue »