Page images
PDF
EPUB

ἄλλων πλειόνων εἰσαφικνουμένων καὶ ζηλούντων ἐκεί νους κατὰ τὸ ὁμόφυλον, πολλὰς κατοικίας γενέσθαι, ὧν αἱ πλείους ὁμώνυμοι τῶν ποταμῶν ἐγένοντο. φησὶ δ ̓ ̓Αντίοχος, τοῦ θεοῦ χρήσαντος Αχαιοῖς Κρότωνα κτίζειν, ἀπελθεῖν Μύσκελλον κατασκεψόμενον τὸν 5 τόπον, ἰδόντα δ ̓ ἐκτισμένην ἤδη Σύβαριν ποταμῷ τῷ πλησίον ὁμώνυμον κρῖναι ταύτην ἀμείνω· ἐπανερέ σθαι δ ̓ οὖν ἀπιόντα τὸν θεὸν εἰ λῷον εἴη ταύτην ἀντ ̓ ἐκείνης κτίζειν, τὸν δὲ ἀνειπεῖν ἐτύγχανε δὲ ὑπόκυφος ῶν ὁ Μύσκελλος),,Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν 10 ἄλλο ματεύων κλαύματα θηρεύεις· δῶρον δ ̓ ὅ τι δῷ τις ἐπαινεῖν. ἐπανελθόντα δὲ κτίσαι τὸν Κρότωνα συμπράξαντος καὶ ̓Αρχίου τοῦ τὰς Συρακούσσας οἰκί σαντος, προσπλεύσαντος κατὰ τύχην ἡνίκα ώρμητο ἐπὶ τὸν τῶν Συρακουσσῶν οἰκισμόν. ᾤκουν δὲ Ἰάπυ- 15 γες τὸν Κρότωνα πρότερον, ὡς Ἔφορός φησι. δοκεῖ δ ̓ ἡ πόλις τά τε πολέμια ἀσκῆσαι καὶ τὰ περὶ τὴν ἄθλη σιν· ἐν μιᾷ γοῦν Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερή σαντες τῷ σταδίῳ ἑπτὰ ἄνδρες ἅπαντες ὑπῆρξαν Κρο τωνιᾶται, ὥστ ̓ εἰκότως εἰρῆσθαι δοκεῖ διότι Κροτω-20 νιατῶν ὁ ἔσχατος πρῶτος ἦν τῶν ἄλλων Ἑλλήνων· καὶ τὴν παροιμίαν δὲ ὑγιέστερον Κρότωνος λέγουσαν ἐντεῦθεν εἰρῆσθαί φασιν, ὡς τοῦ τόπου πρὸς ὑγίειαν καὶ εὐεξίαν ἔχοντός τι φορόν. πλείστους οὖν Ολυμπιονίκας ἔσχε, καίπερ οὐ πολὺν χρόνον οἰκηθεῖσα διὰ 25 τὸν φθόρον τῶν ἐπὶ Σάγρᾳ πεσόντων ἀνδρῶν του C.263 σούτων τὸ πλῆθος· προσέλαβε δὲ τῇ δόξῃ καὶ τὸ τῶν Πυθαγορείων πλῆθος καὶ Μίλων, ἐπιφανέστατος μὲν

3. post ἐγένοντο: καὶ ποταμὸς δὲ ὁ Νέαιθος ἀπὸ τοῦ πάθους τὴν προσωνυμίαν ἔσχε. 24. post φορόν: διὰ το πλῆθος τῶν ἀθλητῶν.

5

τῶν ἀθλητῶν γεγονὼς ὁμιλητὴς δὲ Πυθαγόρου δια τρίψαντος ἐν τῇ πόλει πολὺν χρόνον. φασὶ δ ̓ ἐν τῷ συσσιτίῳ ποτὲ τῶν φιλοσόφων πονήσαντος στύλου τὸν Μίλωνα ὑποδύντα σῶσαι ἅπαντας, ὑποσπάσαι δὲ καὶ ἑαυτόν· τῇ δ ̓ αὐτῇ ῥώμῃ πεποιθότα εἰκὸς καὶ τὴν ἱστορουμένην ὑπό τινων εὑρέσθαι καταστροφὴν τοῦ βίου. λέγεται γοῦν ὁδοιπορῶν ποτε δι ̓ ὕλης βαθείας παραβῆναι τὴν ὁδὸν ἐπὶ πλέον, εἶθ ̓ εὑρὼν ξύλον μέγα ἐσφηνωμένον, ἐμβαλὼν χεῖρας ἅμα καὶ πόδας εἰς τὴν 10 διάστασιν βιάζεσθαι πρὸς τὸ διαστῆσαι τελέως· του σοῦτον δ ̓ ἴσχυσε μόνον ὥστ ̓ ἐκπεσεῖν τοὺς σφῆνας· εἶτ ̓ εὐθὺς ἐπισυμπεσεῖν τὰ μέρη τοῦ ξύλου, ἀπολη φθέντα δ ̓ αὐτὸν ἐν τῇ τοιαύτῃ πάγῃ θηρόβρωτον γενέσθαι.

15

Ἐφεξῆς δ ̓ ἐστὶν [ἐν] διακοσίοις σταδίοις Αχαιῶν 13 κτίσμα ἡ Σύβαρις δυεῖν ποταμῶν μεταξύ, Κράθιδος καὶ Συβάριδος· οἰκιστὴς δ ̓ αὐτῆς ὁ Ἶσ[ος] Ἑλικεύς. τοσοῦτον δ ̓ εὐτυχία διήνεγκεν ἡ πόλις αὕτη τὸ παλαιὸν ὥστε τεττάρων μὲν ἐθνῶν τῶν πλησίον ἐπῆρξε, 20 πέντε δὲ καὶ εἴκοσι πόλεις ὑπηκόους ἔσχε, τριάκοντα δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κροτωνιάτας ἐστράτευσεν, πεντήκοντα δὲ σταδίων κύκλον συνεπλήρουν οἰκοῦντες ἐπὶ τῷ Κράθιδι. ὑπὸ μέντοι τρυφῆς καὶ ὕβρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφηρέθησαν ὑπὸ Κροτωνια 25 τῶν ἐν ἡμέραις ἑβδομήκοντα· ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν. ὕστερον δ' οἱ περιγενόμενοι συνελθόντες ἐπῴκουν ὀλίγοι· χρόνῳ δὲ καὶ οὗτοι διεφθάρησαν ὑπὸ Αθηναίων καὶ ἄλλων Ἑλλήνων, οἳ συνοικήσοντες μὲν ἐκείνοις ἀφίκοντο, 30 καταφρονήσαντες δὲ αὐτῶν τοὺς μὲν διεχειρίσαντο τὴν δὲ πόλιν εἰς ἕτερον τόπον μετέθηκαν πλησίον καὶ Θουρίους προσηγόρευσαν ἀπὸ κρήνης ὁμωνύμου.

...

14

ὁ μὲν οὖν Σύβαρις τοὺς πίνοντας ἵππους ἀπ ̓ αὐτοῦ πτυρτικοὺς ποιεῖ· διὸ καὶ τὰς ἀγέλας ἀπείργουσιν ἀπ ̓ αὐτοῦ· ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους ξανθοτριχεῖν καὶ λευκοτριχεῖν ποιεῖ λουομένους καὶ ἄλλα πολλὰ πάθη ἰᾶται. Θούριοι δ ̓ εὐτυχήσαντες πολὺν χρόνον ὑπὸ 5 Λευκανῶν ἠνδραποδίσθησαν, Ταραντίνων δ ̓ ἀφελομένων ἐκείνους ἐπὶ Ῥωμαίους κατέφυγον. οἱ δὲ πέμψαντες συνοίκους ὀλιγανδροῦσι μετωνόμασαν Κωπιὰς τὴν πόλιν.

Μετὰ δὲ Θουρίους Λαγαρία φρούριον, Ἐπειοῦ 10 καὶ Φωκέων κτίσμα, ὅθεν καὶ ὁ Λαγαριτανὸς οἶνος, γλυκὺς καὶ ἁπαλὸς καὶ παρὰ τοῖς ἰατροῖς σφόδρα εὐδο C.264κιμῶν· καὶ ὁ Θουρῖνος δὲ τῶν ἐν ὀνόματι οἴνων ἐστίν.

εἶν ̓ Ηράκλεια πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης, καὶ
ποταμοὶ δύο πλωτοι Ακιρις καὶ Σίρις, ἐφ ̓ οὗ πόλις ἦν 15
ὁμώνυμος Τρωική· χρόνῳ δὲ τῆς Ἡρακλείας ἐντεῦθεν
οἰκισθείσης ὑπὸ Ταραντίνων, ἐπίνειον αὕτη τῶν Ἡρα
κλεωτῶν ὑπῆρξε. διεῖχε δ ̓ Ἡρακλείας μὲν τέτταρας
καὶ εἴκοσι σταδίους, Θουρίων δὲ περὶ τριακοσίους
τριάκοντα. τῆς δὲ τῶν Τρώων κατοικίας τεκμήριον 20
ποιοῦνται τὸ τῆς ̓Αθηνᾶς τῆς Ἰλιάδος ξόανον ἱδρυμέ
νον αὐτόθι, ὅπερ καταμῦσαι μυθεύουσιν ἀποσπωμέ
νων τῶν ἱκετῶν ὑπὸ Ἰώνων τῶν ἑλόντων τὴν πόλιν·
τούτους γὰρ ἐπελθεῖν οικήτορας φεύγοντας τὴν Λυ
δῶν ἀρχήν, καὶ βία λαβεῖν τὴν πόλιν Χώνων οὖσαν, 25
καλέσαι δὲ αὐτὴν Πολίειον· δείκνυσθαι δὲ καὶ νῦν και
ταμῦον τὸ ξόανον. ιταμὸν μὲν οὖν καὶ τὸ οὕτω μυ-
θεύειν, ὥστε μὴ καταμῦσαι ἀναινόμενον, καθάπερ καὶ
ἐν Ἰλίῳ ἀποστραφῆναι κατὰ τὸν Κασάνδρας βιασμόν,
ἀλλὰ καὶ καταμῦον δείκνυσθαι· πολὺ δὲ ἰταμώτερον 30
τὸ τοσαῦτα ποιεῖν ἐξ Ιλίου κεκομισμένα ξόανα, ὅσα
φασὶν οἱ συγγραφεῖς· καὶ γὰρ ἐν Ῥώμῃ καὶ ἐν Λαδινίῳ

καὶ ἐν Λουκερίᾳ καὶ ἐν Σιρίτιδι Ιλιὰς Αθηνᾶ καλεῖται ὡς ἐκεῖθεν κομισθεῖσα. καὶ τὸ τῶν Τρῳάδων δὲ τόλμημα περιφέρεται πολλαχοῦ καὶ ἄπιστον φαίνεται καί περ δυνατὸν ὄν. τινὲς δὲ καὶ Ῥοδίων κτίσμα φασὶ καὶ 5 Σιρίτιν καὶ τὴν ἐπὶ τοῦ Τράεντος Σύβαριν. φησὶ δ ̓ Αντίοχος τοὺς Ταραντίνους Θουρίοις καὶ Κλεανδρίδα τῷ στρατηγῷ φυγάδι ἐκ Λακεδαίμονος πολεμοῦντας περὶ τῆς Σιρίτιδος συμβῆναι, καὶ συνοικῆσαι μὲν κοινῇ, τὴν δ ̓ ἀποικίαν κριθῆναι Ταραντίνων, Ἡράκλειαν 10 δ ̓ ὕστερον κληθῆναι μεταβαλοῦσαν καὶ τοὔνομα καὶ τὸν τόπον.

Ἑξῆς δ ̓ ἐστὶ Μεταπόντιον, εἰς ἣν ἀπὸ τοῦ ἐπι- 15 νείου τῆς Ἡρακλείας εἰσὶ στάδιοι τετταράκοντα πρὸς τοῖς ἑκατόν. Πυλίων δὲ λέγεται κτίσμα τῶν ἐξ Ιλίου 15 πλευσάντων μετὰ Νέστορος, οὓς οὕτως ἀπὸ γεωργίας εὐτυχῆσαί φασιν ὥστε θέρος χρυσοῦν ἐν Δελφοῖς ἀναθεῖναι. σημεῖον δὲ ποιοῦνται τῆς κτίσεως τὸν τῶν Νη λειδῶν ἐναγισμόν· ηφανίσθη δ ̓ ὑπὸ Σαυνιτών. Αν τίοχος δέ φησιν ἐκλειφθέντα τὸν τόπον ἐποικῆσαι τῶν 20 Αχαιών τινας μεταπεμφθέντας ὑπὸ τῶν ἐν Συβαρι ̓Αχαιών, μεταπεμφθῆναι δὲ κατὰ μίσος τὸ πρὸς Τα ραντίνους τῶν ̓Αχαιῶν τῶν ἐκπεσόντων ἐκ τῆς Λακω νικῆς, ἵνα μὴ Ταραντίνοι γειτνιῶτες ἐπιπηδήσαιεν τῷ τόπῳ. δυεῖν δ ̓ οὐσῶν πόλεων, τοῦ Μεταποντίου ἐγ 25 γυτέρω [τῆς δὲ Σιρίτιδος ἀπωτέρω] τοῦ Τάραντος, πεισθῆναι τοὺς ἀφιγμένους ὑπὸ τῶν Συβαριτῶν τὸ Μεταπόντιον κατασχεῖν· τοῦτο μὲν γὰρ ἔχοντας ἕξειν.265 καὶ τὴν Σιρίτιν, εἰ δ ̓ ἐπὶ τὴν Σιρίτιν τράποιντο, προσθήσειν τοῖς Ταραντίνοις τὸ Μεταπόντιον ἐν πλευραῖς 30 ούσι. πολεμοῦντας δ ̓ ὕστερον πρὸς τοὺς Ταραντίνους καὶ τοὺς ὑπερκειμένους Οίνωτροὺς ἐπὶ μέρει διαλυ θῆναι τῆς γῆς, ὅπερ γενέσθαι τῆς τότε Ιταλίας ὅριον

καὶ τῆς Ἰαπυγίας. ἐνταῦθα δὲ καὶ τὸν Μετάποντον μυθεύουσι καὶ τὴν Μελανίππην τὴν δεσμώτιν καὶ τὸν ἐξ αὐτῆς Βοιωτόν. δοκεῖ δ ̓ Αντίοχος τὴν πόλιν Μεταπόντιον εἰρῆσθαι πρότερον Μέταβον, παρωνομάσθαι δ ̓ ὕστερον· τήν τε Μελανίππην οὐ πρὸς τοῦτον ἀλλὰ 5 πρὸς Δίον κομισθῆναι ἐλέγχειν ἡρῷον τοῦ Μετάβου καὶ Ασιον τὸν ποιητὴν φήσαντα ὅτι τὸν Βοιωτὸν Δίου ἐνὶ μεγάροις τέκεν εὐειδὴς Μελανίππη,“ ὡς πρὸς ἐκεῖ νον ἀχθεῖσαν τὴν Μελανίππην, οὐ πρὸς Μέταβον. οἰκιστὴς δὲ τοῦ Μεταποντίου Δαύλιος ὁ Κρίσης τύ- 10 ραννος γεγένηται τῆς περὶ Δελφούς, ὥς φησιν Ἔφορος. ἔστι δέ τις καὶ οὗτος λόγος ὡς ὁ πεμφθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὸν συνοικισμὸν Λεύκιππος εἴη, χρησάμενος δὲ παρὰ τῶν Ταραντίνων τὸν τόπον εἰς ἡμέ ραν καὶ νύκτα μὴ ἀποδοίη, μεθ ̓ ἡμέραν μὲν λέγων 15 πρὸς τοὺς ἀπαιτοῦντας ὅτι καὶ εἰς τὴν ἐφεξῆς νύκτα αἰτήσαιτο καὶ λάβοι, νύκτωρ δ' ὅτι καὶ πρὸς τὴν ἑξῆς ἡμέραν. ἐφεξῆς δ ̓ ἐστὶν ὁ Τάρας καὶ ἡ Ἰαπυγία, περὶ ὧν ἐροῦμεν, ὅταν πρότερον τὰς προκειμένας τῆς Ἰτα λίας νήσους περιοδεύσωμεν κατὰ τὴν ἐξ ἀρχῆς πρό-20 θεσιν· ἀεὶ γὰρ τοῖς ἔθνεσιν ἑκάστοις τὰς γειτνιώσας προσκαταλέγοντες νήσους καὶ νῦν, ἐπειδὴ μέχρι τέλους ἐπεληλύθαμεν τὴν Οἰνωτρίαν, ἥνπερ καὶ Ἰταλίαν μό νην ὠνόμαζον οἱ πρότερον, δίκαιοί ἐσμεν φυλάξαι τὴν αὐτὴν τάξιν, ἐπελθόντες τὴν Σικελίαν καὶ τὰς περὶ 25 αὐτὴν νήσους.

Ἔστι δ ̓ ἡ Σικελία τρίγωνος τῷ σχήματι, καὶ διὰ τοῦτο Τρινακρία μὲν πρότερον, Θρινακία δ ̓ ὕστερον προσηγορεύθη μετονομασθεῖσα εὐφωνότερον. τὸ δὲ σχῆμα διορίζουσι τρεῖς ἄκραι, Πελωριὰς μὲν ἡ πρὸς 30 τὴν Καίνυν καὶ τὴν στυλίδα τὴν Ρηγίνων ποιοῦσα τὸν πορθμόν, Πάχυνος δὲ ἡ ἐκκειμένη πρὸς ἕω καὶ τῷ Σι

« PreviousContinue »