Page images
PDF
EPUB

13

24

Πλησίον δ ̓ ἐστὶ τῶν χωρίων τούτων καὶ ̓Αλβανὸν ὄρος πολὺ ὑπερκῦπτον τοῦ ̓Αρτεμισίου καὶ τῶν περὶ αὐτὸ ὀφρύων, καίπερ ὑψηλῶν οὐσῶν καὶ ὀρθίων ἱκανῶς. ἔχει δὲ καὶ τοῦτο λίμνην πολὺ μείζω τῆς κατὰ τὸ Αρτεμίσιον. προσωτέρω δὲ τούτων αἱ λεχθεῖσαι πρό- 5 τερον πόλεις τῆς Λατίνης εἰσί. μάλιστα δ ̓ ἐν μεσογαία τῶν Λατίνων πόλεων ἐστὶν ἡ ̓Αλβα ὁμοροῦσα Μαρσοῖς· ἵδρυται δ ̓ ἐφ ̓ ὑψηλοῦ πάγου λίμνης Φουκίνας πλησίον, πελαγίας τὸ μέγεθος· χρῶνται δ ̓ αὐτῇ μάτ λιστα μὲν Μαρσοὶ καὶ πάντες οἱ πλησιόχωροι. φασὶ δ' 10 αὐτὴν καὶ πληροῦσθαί ποτε μέχρι τῆς ὀρεινῆς καὶ τα πεινοῦσθαι πάλιν ὥστ ̓ ἀναψύχειν τοὺς λιμνωθέντας τόπους καὶ γεωργεῖσθαι παρέχειν, εἴτε μεταστάσεις τῶν κατὰ βάθους ὑγρῶν σποράδην καὶ ἀδήλως γίνονται πάλιν δ ̓ ἐπισυρρέουσιν, ἢ τελέως ἐκλείπουσιν αἱ 15 πηγαὶ καὶ πάλιν συνθλίβονται, καθάπερ ἐπὶ τοῦ ̓Αμε νάνου συμβαίνειν φασὶ τοῦ διὰ Κατάνης ῥέοντος· ἐκλείπει γὰρ ἐπὶ πολλὰ ἔτη καὶ πάλιν ῥεῖ. ἐκ δὲ τῆς Φουκίνας εἶναι τὰς πηγὰς ἱστοροῦσι τοῦ Μαρκίου ὕδατος τοῦ τὴν Ῥώμην ποτίζοντος καὶ παρὰ τἆλλα 20 εὐδοκιμοῦντος ὕδατα. τῇ δὲ Αλβα διὰ τὸ ἐν βάθει τῆς χώρας ἱδρῦσθαι καὶ διὰ τὸ εὐερκὲς ἀντὶ φρουρᾶς ἐχρή σαντο πολλάκις Ῥωμαῖοι, τοὺς φυλακῆς δεομένους ἐνταῦθα καθείργοντες.

Ἐπεὶ δ ̓ ἀπὸ τῶν προσαλπείων ἐθνῶν ἀρξάμενοι 25 καὶ τῶν πρὸς αὐτοῖς ὁρῶν τῶν ̓Απεννίνων, ἔπειθ' ὑπερβάντες ταῦτα τὴν ἐντὸς ἐπήλθομεν πᾶσαν, ὅση μεταξὺ κεῖται τοῦ Τυρρηνικοῦ πελάγους καὶ τῶν Απεν νίνων ὀρῶν τῶν κεκλιμένων πρὸς τὸν ̓Αδρίαν μέχρι Σαυνιτῶν [καὶ] Καμπανῶν, νῦν ἐπανιόντες δηλώσο- 30

5. post Αρτεμίσιον: ὄρος

μεν τὰ ἐν τοῖς ὄρεσι τούτοις οἰκοῦντα καὶ ταῖς ὑπωρείαις τῆς τε ἐκτὸς μέχρι τῆς παραλίας τῆς Αδριατικῆς καὶ τῆς ἐντός. ἀρκτέον δὲ πάλιν ἀπὸ τῶν Κελτικῶν ὅρων.

5 Ἔστι δ ̓ ἡ Πικεντίνη μετὰ τὰς τῶν Ὀμβρικών πό- 2 λεις τὰς μεταξὺ Αριμίνου καὶ ̓Αγκῶνος. ὥρμηνται δ ̓ ἐκ τῆς Σαβίνης οἱ Πικεντῖνοι, δρυοκολάπτου τὴν ὁδὸν ἡγησαμένου τοῖς ἀρχηγέταις, ἀφ ̓ οὗ καὶ τοὔνομα· πι κον γὰρ τὸν ὄρνιν τοῦτον ὀνομάζουσι, καὶ νομίζουσιν 10 Αρεως ἱερόν. οἰκοῦσι δ ̓ ἀπὸ τῶν ὀρῶν ἀρξάμενοι μέχρι τῶν πεδίων καὶ τῆς θαλάττης, ἐπὶ μῆκος ηὐξη μένην ἔχοντες μᾶλλον ἢ πλάτος τὴν χώραν, ἀγαθὴν πρὸς ἅπαντα, βελτίω δὲ τοῖς ξυλίνοις καρποῖς ἢ τοῖς σιτικοῖς. ἔστι δ' εὖρος μὲν τὸ ἀπὸ τῶν ὀρῶν ἐπὶ θάλατ-0.241 15 ταν ἀνώμαλον τοῖς διαστήμασι· μῆκος δ ̓ ἀπὸ Αΐσιος ποταμοῦ μέχρι Κάστρου παράπλουν ἔχον σταδίων ὀκτακοσίων. πόλεις δ' Αγκων μὲν Ἑλληνίς, Συρακουσίων κτίσμα τῶν φυγόντων τὴν Διονυσίου τυραννίδα· κεῖται δ ̓ ἐπ ̓ ἄκρας μὲν λιμένα ἐμπεριλαμβανούσης τῇ 20 πρὸς τὰς ἄρκτους ἐπιστροφῇ, σφόδρα δ' εὔοινός ἐστι καὶ πυροφόρος. πλησίον δ ̓ αὐτῆς Αὔξουμον πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης· εἶτα Σεπτέμπεδα και * Πνευεντία καὶ Ποτεντία καὶ Φίρμον Πικηνόν· ἐπί νειον δὲ ταύτης Κάστελλον. ἐφεξῆς δὲ τὸ τῆς Κύπρος 25 ἱερόν, Τυρρηνῶν ἵδρυμα καὶ κτίσμα· τὴν δ ̓ Ἥραν ἐκεῖνοι Κύπραν καλοῦσιν· εἶτα Τρουεντίνος ποταμὸς καὶ πόλις ἐπώνυμος· εἶτα Καστρουνόουν καὶ ὁ Ματρίνος ποταμός, ῥέων ἀπὸ τῆς ̓Αδριανῶν πόλεως, ἔχων ἐπίνειον τῆς ̓Αδρίας ἐπώνυμον ἑαυτοῦ. ἔστι δ ̓ 30 ἐν τῇ μεσογαίᾳ καὶ αὕτη καὶ τὸ Ασκλον τὸ Πικηνόν, ἐρυμνότατον χωρίον καὶ . . . . ἐφ ̓ ᾧ κεῖται τὸ τεῖχος, καὶ τὰ περικείμενα ὄρη στρατοπέδοις οὐ βάσιμα. ὑπὲρ δὲ

τῆς Πικεντίνης 8ηστίνοι τε καὶ Μαρσοὶ καὶ Πελίγνοι
καὶ Μαρρουκῖνοι καὶ Φρεντανοί, Σαυνιτικὸν ἔθνος,
τὴν ὀρεινὴν κατέχουσιν ἐφαπτόμενοι μικρὰ τῆς θα
λάττης. ἔστι δὲ τὰ ἔθνη ταῦτα μικρὰ μὲν ἀνδρικώτατα
δὲ καὶ πολλάκις τὴν ἀρετὴν ταύτην ἐπιδεδειγμένα Ρω- 5
μαίοις, πρῶτον μὲν ἡνίκα ἐπολέμουν, δεύτερον δὲ ὅτε
συνεστράτευον, τρίτον δ ̓ ὅτε δεόμενοι τυχεῖν ἐλευ
θερίας καὶ πολιτείας μὴ τυγχάνοντες ἀπέστησαν καὶ τὸν
Μαρσικόν καλούμενον ἐξῆψαν πόλεμον, Κορφίνιον,
τὴν τῶν Πελίγνων μητρόπολιν, κοινὴν ἅπασι τοῖς Ἰτα 10
λιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ῥώμης, ὁρμητή
ριον τοῦ πολέμου, μετονομασθεῖσαν Ἰταλικήν, καὶ ἐν
ταῦθα δὴ τοὺς συνεπομένους ἀθροίσαντες καὶ χειροτο-
νήσαντες ὑπάτους καὶ στρατηγούς· δύο δ' ἔτη συνέμει
ναν ἐν τῷ πολέμῳ μέχρι διεπράξαντο τὴν κοινωνίαν 15
περὶ ἧς ἐπολέμουν. Μαρσικὸν δὲ ὠνόμασαν τὸν πόλε

μου

ἀπὸ τῶν ἀρξάντων τῆς ἀποστάσεως, καὶ μάλιστα ἀπὸ Πομπαιδίου. τὰ μὲν οὖν ἄλλα κωμηδὸν ζῶσιν, ἔχουσι δὲ καὶ πόλεις ὑπὲρ μὲν τῆς θαλάττης τό τε Κορφία νιον καὶ Σούλμωνα καὶ Μαρούιον καὶ Τεατέαν τὴν τῶν 20 Μαρρουκίνων μητρόπολιν. ἐπ' αὐτῇ δὲ τῇ θαλάττῃ τό τε"Ατερνον, ὅμορον τῇ Πικεντίνῃ, ὁμώνυμον δὲ τῷ ποταμῷ τῷ διορίζοντι τήν τε 8ηστίνην καὶ τὴν Μαρρουκίνην. ῥεῖ γὰρ ἐκ τῆς Αμιτερνίνης, διὰ δὲ Ῥηστίνων, παραλιπὼν ἐν δεξιᾷ τοὺς Μαρρουκίνους ὑπὲρ τῶν 25 Πελίηνων κειμένους, ζεύγματι περατός. τὸ δὲ πόλισμα C.242τὸ ἐπώνυμον αὐτοῦ 8ηστίνων μέν ἐστι, κοινῷ δ ̓ ἐπινείῳ χρῶνται καὶ οἱ Πελίγνοι καὶ οἱ Μαρρουκίνοι· διέχει δὲ τὸ ζεῦγμα τέτταρας καὶ εἴκοσι σταδίους ἀπὸ Κορ φινίου. μετὰ δὲ Ατερνον Ὄρτων ἐπίνειον Φρεντανών, 30 καὶ Βοῦκα καὶ αὐτὴ Φρεντανῶν, ὅμορος Τεάνῳ τῷ

Απούλῳ. μεταξὺ δὲ Ὄρτωνος καὶ Ατέρνου ὁ Σάγρος ποταμὸς ὁρίζων τοὺς Φρεντανοὺς ἀπὸ τῶν Πελίγνων. ὁ δὲ παράπλους ἀπὸ τῆς Πικεντίνης ἐπὶ τοὺς ̓Απού λους, οὓς οἱ Ἕλληνες Δαυνίους καλοῦσι, σταδίων ἐστὶν 5 ὅσον τετρακοσίων ἐνενήκοντα.

Εξῆς δὲ μετὰ τὴν Λατίνην ἐστὶν ἥ τε Καμπανία 3 παρήκουσα τῇ θαλάττῃ, καὶ ὑπὲρ ταύτην ἡ Σαυνῖτις ἐν μεσογαία μέχρι Φρεντανῶν καὶ τῶν Δαυνίων, εἶτ ̓ αὐτοὶ Δαύνιοι καὶ τἆλλα ἔθνη τὰ μέχρι τοῦ Σικελικοῦ 10 πορθμού. πρῶτον δὲ περὶ τῆς Καμπανίας ῥητέον. ἔστι δ ̓ ἀπὸ τῆς Σινοέσσης ἐπὶ μὲν τὴν ἑξῆς παραλίαν κόλπος εὐμεγέθης μέχρι Μισηνού, κἀκεῖθεν ἄλλος κόλπος πολὺ μείζων τοῦ προτέρου, καλοῦσι δ' αὐτὸν κρα τῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ ̓Αθηναίου, δυεῖν 15 ἀκρωτηρίων, κολπούμενον. ὑπὲρ δὲ τούτων τῶν πόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων· περίκεινται δ ̓ αὐτῷ γεωλοφίαι τε εὔ καρποι καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄ σκων. Αντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπι20 κοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι. Που λύβιος δ ̓ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν κρατῆρα. ἄλλοι δὲ λέγουσιν οικούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων· οἱ δ ̓ ἐκείνους κατασχεῖν ὕστε 25 ρον Ὄσκων τι ἔθνος, τούτους δ' ὑπὸ Κυμαίων, ἐκεί νους δ ̓ ὑπὸ Τυρρηνῶν ἐκπεσεῖν· διὰ γὰρ τὴν ἀρετὴν περιμάχητον γενέσθαι τὸ πεδίον· δώδεκα δὲ πόλεις ἐγκατοικίσαντας τὴν οἷον κεφαλὴν ὀνομάσαι Καπύην. διὰ δὲ τὴν τρυφὴν εἰς μαλακίαν τραπομένους καθά

1. post Απούλῳ: Ὀρτώνιον ἐστιν ἐν τοῖς Φρεντανοῖς, πέτραι λῃστρικῶν ἀνθρώπων, οἷς αἱ οἰκήσεις ἀπὸ τῶν ναυαγίων πήγνυνται· καὶ τἆλλα θηριώδεις εἶναι.

περ τῆς περὶ τὸν Πάδον χώρας ἐξέστησαν, οὕτω καὶ ταύτης παραχωρῆσαι Σαυνίταις, τούτους δ ̓ ὑπὸ Ῥωμαίων ἐκπεσεῖν. τῆς δ ̓ εὐκαρπίας ἐστὶ σημεῖον τὸ σῖτον ἐνταῦθα γίνεσθαι τὸν κάλλιστον, λέγω δὲ τὸν πύ ρινον, ἐξ οὗ καὶ ὁ χόνδρος κρείττων ὢν πάσης καὶ ὀρύ- 5 ζης καὶ ἐν ὀλίγῳ σιτικῆς τροφῆς. ἱστορεῖται δ ̓ ἔνια τῶν πεδίων σπείρεσθαι δι ̓ ἔτους δὶς μὲν τῇ ζειᾷ, τὸ δὲ τρί C.243 τον ἐλύμῳ, τινὰ δὲ καὶ λαχανεύεσθαι τῷ τετάρτῳ σπόρῳ. καὶ μὴν τὸν οἶνον τὸν κράτιστον ἐντεῦθεν ἔχουσι Ρωμαῖοι τὸν Φαλερνον καὶ τὸν Στατανὸν καὶ Καλη- 10 νόν· ἤδη δὲ καὶ ὁ Συρρεντῖνος ἐνάμιλλος καθίσταται τούτοις, νεωστὶ πειρασθεὶς ὅτι παλαίωσιν δέχεται. ὡς δ' αὕτως εὐέλαιός ἐστι καὶ πᾶσα ἡ περὶ τὸ δέναφρον ὅμορον τοῖς πεδίοις ὄν.

4 Πόλεις δ ̓ ἐπὶ μὲν τῇ θαλάττῃ μετὰ τὴν Σινόεσ- 15 σαν Λίτερνον, ὅπου τὸ μνῆμα τὸ Σκιπίωνος τοῦ πρώτου προσαγορευθέντος Αφρικανοῦ· διέτριψε γὰρ ἐνταῦθα τὸ τελευταῖον ἀφεὶς τὰς πολιτείας κατ ̓ ἀπέ χθειαν τὴν πρός τινας. παραρρεῖ δὲ ὁμώνυμος τῇ πόλει ποταμός. ὡς δ ̓ αὕτως καὶ δουλτοῦρνος ὁμώνυμός 20 ἐστι τῇ παρ' αὐτὸν πόλει ἐφεξῆς κειμένῃ· ῥεῖ δ ̓ οὗτος διὰ δενάφρου καὶ τῆς Καμπανίας μέσης. ταύταις δ' ἐφεξῆς ἔστι Κύμη Χαλκιδέων καὶ Κυμαίων παλαιότα τον κτίσμα· πασῶν γάρ ἐστι πρεσβυτάτη τῶν τε Σικε λικῶν καὶ τῶν Ἰταλιωτίδων. οἱ δὲ τὸν στόλον ἄγοντες, 25 Ἱπποκλῆς ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεύς, διωμολογήσαντο πρὸς σφᾶς αὐτούς, τῶν μὲν τὴν] ἀποικίαν εἶναι τῶν δὲ τὴν ἐπωνυμίαν· ὅθεν νῦν μὲν προσαγορεύεται Κύμη, κτίσαι δ ̓ αὐτὴν Χαλκιδεῖς δοκοῦσι. πρότερον μὲν οὖν ηὐτύχει [ἥ τε πόλις] καὶ τὸ 30 Φλεγραῖον καλούμενον πεδίον, ἐν ᾧ τὰ περὶ τοὺς Γιγαντας μυθεύουσιν οὐκ ἄλλοθεν, ὡς εἰκός, ἀλλ ̓ ἐκ

« PreviousContinue »