Page images
PDF
EPUB

βρινῷ λαμβάνεσθαι μέλλοντα. ἐκεῖνος μὲν δὴ ἄρχεται ἀπὸ τῶν ἐν τῷ ἰσημερινῷ οἰκούντων, καὶ λοιπὸν ἀεὶ δι ̓ ἑπτακοσίων σταδίων τὰς ἐφεξῆς οἰκήσεις ἐπιὼν κατὰ τὸν λεχθέντα μεσημβρινὸν πειρᾶται λέγειν τὰ παρ' ἑκάστοις φαινόμενα· ἡμῖν δ ̓ οὐκ ἐντεῦθεν ἀρ-5 κτέον. καὶ γὰρ εἰ οἰκήσιμα ταῦτα ἐστιν, ὥσπερ οἴονταί τινες, ἰδία γέ τις οἰκουμένη αὕτη ἐστί, διὰ μέσης τῆς ἀοικήτου διὰ καῦμα στενὴ τεταμένη, οὐκ οὖσα μέρος τῆς καθ' ἡμᾶς οἰκουμένης· ὁ δὲ γεωγράφος ἐπισκοπεῖ ταύτην μόνην τὴν καθ ̓ ἡμᾶς οἰκουμένην. αὕτη δ' 10 ἀφορίζεται πέρασι νοτίῳ μὲν τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, βορείῳ δὲ τῷ διὰ Ἰέρνης· οὔτε δὲ τὰς τοσαύτας οἰκήσεις ἐπιτέον ὅσας ὑπαγορεύει τὸ λεχθὲν μεταξὺ διάστημα, οὔτε πάντα τὰ φαινόμενα θετέον, μεμνημένοις τοῦ γεωγραφικοῦ σχήματος. ἀρ- 15 κτέον δ ̓, ὥσπερ Ἵππαρχος, ἀπὸ τῶν νοτίων μερῶν. 35 Φησὶ δὴ τοῖς οἰκοῦσιν ἐπὶ τῷ διὰ τῆς Κινναμω μοφόρου παραλλήλῳ, ὃς ἀπέχει τῆς Μερόης τρισχι λίους σταδίους πρὸς νότον, τούτου δ' ὁ ἰσημερι νὸς ὀκτακισχιλίους καὶ ὀκτακοσίους, εἶναι τὴν οἰ-20 κησιν ἐγγυτάτω μέσην τοῦ τε ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ τοῦ κατὰ Συήνην· ἀπέχειν γὰρ τὴν Συήνην πεντακισχιλίους τῆς Μερόης· παρὰ δὲ τούτοις πρώτοις τὴν μικρὰν ἄρκτον ὅλην ἐν τῷ ἀρ κτικῷ περιέχεσθαι καὶ ἀεὶ φαίνεσθαι· τὸν γὰρ ἐπ ̓ 25 ἄκρας τῆς οὐρᾶς λαμπρὸν ἀστέρα, νοτιώτατον ὄντα, ἐπ ̓ αὐτοῦ ἱδρῦσθαι τοῦ ἀρκτικοῦ κύκλου ὥστ ̓ ἐφάπτεσθαι τοῦ ὁρίζοντος. τῷ δὲ λεχθέντι μεσημβρινῷ C.133 παράλληλός πως παράκειται ἕωθεν ὁ Αράβιος κόλπος· τούτου δ ̓ ἔκβασις εἰς τὸ ἔξω πέλαγος ἡ Κινναμωμοφό- 30 ρος ἐστίν, ἐφ ̓ ἧς ἡ τῶν ἐλεφάντων γέγονε θήρα τὸ παλαιόν. ἐκπίπτει δ ̓ ὁ παράλληλος οὗτος τῇ μὲν ἐπὶ

τοὺς νοτιωτέρους μικρὸν τῆς Ταπροβάνης ἢ ἐπὶ τοὺς ἐσχάτους οἰκοῦντας, τῇ δ ̓ ἐπὶ τὰ νοτιώτατα τῆς Λιβύης.

Τοῖς δὲ κατὰ Μερόην καὶ Πτολεμαΐδα τὴν ἐν τῇ 36 Τρωγλοδυτικῇ ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν 5 ἐστι τρισκαίδεκα· ἔστι δ' αὕτη ἡ οἴκησις μέση πως τοῦ τε ἰσημερινοῦ καὶ τοῦ δι ̓ Αλεξανδρείας παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῷ ἰσημε ρινῷ· διήκει δ ̓ ὁ διὰ Μερόης παράλληλος τῇ μὲν δι' ἀγνωρίστων μερῶν, τῇ δὲ διὰ τῶν ἄκρων τῆς Ἰνδικῆς. 10 ἐν δὲ Συήνῃ καὶ Βερενίκῃ τῇ ἐν τῷ Αραβίῳ κόλπῳ καὶ τῇ Τρωγλοδυτικῇ κατὰ θερινὰς τροπὰς ὁ ἥλιος κατὰ κορυφῆς γίνεται, ἡ δὲ μακροτάτη ἡμέρα ὡρῶν ἰσημε ρινῶν ἐστι τρισκαίδεκα καὶ ἡμιωρίου, ἐν δὲ τῷ ἀρκτικῷ φαίνεται καὶ ἡ μεγάλη ἄρκτος ὅλη σχεδόν τι πλὴν τῶν 15 σκελῶν καὶ τοῦ ἄκρου τῆς οὐρᾶς καὶ ἑνὸς τῶν ἐν τῷ πλινθίῳ ἀστέρων. ὁ δὲ διὰ Συήνης παράλληλος τῇ μὲν διὰ τῆς τῶν Ἰχθυοφάγων τῶν κατὰ τὴν Γεδρωσίαν καὶ τῆς Ἰνδικῆς διήκει, τῇ δὲ διὰ τῶν νοτιωτέρων Κυρήνης πεντακισχιλίοις σταδίοις παρὰ μικρόν.

20

Απασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ 37 καὶ τοῦ ἐσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφ' ἑκάτερα, πρός τε ἄρκτους καὶ μεσημβρίαν, τοῖς δ ̓ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν· καλοῦνται δ' οἱ μὲν 25 ἀμφίσκιοι οἱ δ ̓ ἑτερόσκιοι. ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῷ τροπικῷ, ἣν προείπομεν ἐν τῷ περὶ τῶν ζωνών λόγῳ. αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος και ξηρά, τῶν νοτιωτέρων μερῶν εὐνδρων τε καὶ εὐκαρπων ὄντων.

30

Ἐν δὲ τοῖς [τοῦ] δι' ̓Αλεξανδρείας και Κυρήνης 38 νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ με γίστη ἡμέρα ὡρῶν ἐστιν ἐσημερινῶν δεκατεττάρων,

κατὰ κορυφὴν γίνεται ὁ ἀρκτούρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῇ ̓Αλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις, εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον 5 ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δ' ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακο σίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ δι ̓ Αἰ C.134γύπτου και Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ 10 Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γε δρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.

39

40

Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰση μερινῶν δεκατεττάρων καὶ τετάρτου βορειότεροι δ' 15 εἰσὶν οὗτοι ̓Αλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις. ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάν θον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συ ρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα 20 ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττά ρων καὶ ἡμίσους· ἀπέχουσι δ' οἱ τόποι οὗτοι Αλεξαν δρείας μὲν τρισχιλίους εξακοσίους τετταράκοντα .... διήκει δ' ὁ παράλληλος ούτος κατ' Ερατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυ-25 λῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.

Ἐν δὲ τοῖς περὶ ̓Αλεξάνδρειαν μέρεσι τῆς Τρῳά δος, κατ' ̓Αμφίπολιν καὶ ̓Απολλωνίαν τὴν ἐν Ἠπείρῳ, καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως, ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκα- 30

5. post σταδίοις: καὶ Ἀλεξανδρείας δὲ νοτιώτεροι

πέντε· ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν δι' ̓Αλε ξανδρείας τῆς πρὸς Αιγύπτῳ ὡς ἑπτακισχιλίους στα δίους πρὸς ἄρκτον, τοῦ δ ̓ ἐσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους, τοῦ δὲ διὰ Ῥόδου τρισ 5 χιλίους τετρακοσίους, προς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακο σίους, μικρὸν δ ̓ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμα χείας, ὃν φησιν Ερατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Υρκανίαν 10 καὶ Βάκτρα.

ον

Ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα 41 ὡρῶν ἐστιν ἰσημερινῶν δεκαπέντε καὶ τετάρτου, ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῇ θερινῇ τροπῇ ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα 15 πέμπτῳ. ἀπέχουσι δ ̓ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ροδίας περὶ τετρακισχιλίους καὶ ἐνακοσίους, τοῦ δ ̓ Ισημερινοῦ ὡς τρισμυρίους τριακοσίους. εἰσπλεύσασι δ ̓ εἰς τὸν Πόντον καὶ προελθοῦσιν ἐπὶ τὰς ἄρκτους ὅσον χιλίους καὶ τετρακοσίους ἡ μεγίστη ἡμέρα γίνεται 20 ὡρῶν ἰσημερινῶν δεκαπέντε καὶ ἡμίσους· ἀπέχουσι δ ̓ οἱ τόποι οὗτοι ἴσον ἀπό τε τοῦ πόλου καὶ τοῦ ἰση μερινού κύκλου, καὶ ὁ ἀρκτικὸς κύκλος κατὰ κορυφὴν αὐτοῖς ἐστιν, ἐφ ̓ οὗ κεῖται ὅ τ ̓ ἐν τῷ τραχήλῳ τῆς Κασσιεπείας καὶ ὁ ἐν τῷ δεξιῷ ἀγκῶνι τοῦ Περσέως 25 μικρῷ βορειότερος ὤν.

Ἔν τε τοῖς ἀπέχουσι Βυζαντίου πρὸς ἄρκτον ὅσον 42 τρισχιλίους ὀκτακοσίους ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν Ισημερινῶν δεκαέξ· ἡ οὖν δὴ Κασσιέπεια ἐν τῷ ἀρ- C.135 κτικῷ φέρεται. εἰσὶ δ ̓ οἱ τόποι οὗτοι περὶ Βορυσθένη 30 καὶ τῆς Μαιώτιδος τὰ νότια· ἀπέχουσι δὲ τοῦ ἰσημε ρινοῦ περὶ τρισμυρίους τετρακισχιλίους ἑκατόν. ὁ δὲ κατὰ τὰς ἄρκτους τόπος τοῦ ὁρίζοντος ἐν ὅλαις σχεδόν

43

τι ταῖς θεριναῖς νυξὶ παραυγάζεται ὑπὸ τοῦ ἡλίου ἀπὸ δύσεως ἕως καὶ ἀνατολῆς ἀντιπεριισταμένου τοῦ φωτός. ὁ γὰρ θερινὸς τροπικὸς ἀπέχει ἀπὸ τοῦ ὁρίζον τος ἑνὸς ζωδίου ἥμισυ καὶ δωδέκατον· τοσοῦτον οὖν καὶ ὁ ἥλιος ἀφίσταται τοῦ ὁρίζοντος κατὰ τὸ μεσονύ- 5 κτιον. καὶ παρ' ἡμῖν δὲ τοσοῦτον τοῦ ὁρίζοντος ἀποσχὼν πρὸ τοῦ ὄρθρου καὶ μετὰ τὴν ἑσπέραν ἤδη κατ ταυγάζει τὸν περὶ τὴν ἀνατολὴν ἢ τὴν δύσιν ἀέρα. ἐν δὲ ταῖς χειμεριναῖς ὁ ἥλιος τὸ πλεῖστον μετεωρίζεται πήχεις ἐννέα. φησὶ δ ̓ Ερατοσθένης τούτους τῆς Με- 10 ρόης διέχειν μικρῷ πλείους ἢ δισμυρίους τρισχιλίους. διὰ γὰρ Ἑλλησπόντου εἶναι μυρίους ὀκτακισχιλίους, εἶτα πεντακισχιλίους εἰς Βυρυσθένη. ἐν δὲ τοῖς ἀπέχουσι τοῦ Βυζαντίου σταδίους περὶ ἑξακισχιλίους τριακοσίους, βορειοτέροις οὖσι τῆς Μαιώτιδος, κατὰ τὰς 15 χειμερινὰς ἡμέρας μετεωρίζεται τὸ πλεῖστον ὁ ἥλιος ἐπὶ πήχεις ἕξ, ἡ δὲ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰση μερινών δεκαεπτά.

Τὰ δ ̓ ἐπέκεινα ἤδη πλησιάζοντα τῇ ἀοικήτῳ διὰ ψυχος οὐκέτι χρήσιμα τῷ γεωγράφῳ ἐστίν. ὁ δὲ βου- 20 λόμενος καὶ ταῦτα μαθεῖν καὶ ὅσα ἄλλα τῶν οὐρανίων Ἵππαρχος μὲν εἴρηκεν ἡμεῖς δὲ παραλείπομεν διὰ τὸ τρανότερα εἶναι τῆς νῦν προκειμένης πραγματείας, παρ' ἐκείνου λαμβανέτω. τρανότερα δ ̓ ἐστὶ καὶ τὰ περὶ τῶν περισκίων καὶ ἀμφισκίων καὶ ἑτεροσκίων, ἅ 25 φησι Ποσειδώνιος. ὅμως γε καὶ τούτων τό γε τοσού τον ἐπιμνηστέον ὥστε τὴν ἐπίνοιαν διασαφῆσαι καὶ πῆ χρήσιμον πρὸς τὴν γεωγραφίαν καὶ πῆ ἄχρηστον. ἐπεὶ δὲ περὶ τῶν ἀφ ̓ ἡλίου σκιῶν ὁ λόγος ἐστίν, ὁ δ ̓ ἥλιος πρὸς αἴσθησιν κατὰ παραλλήλου φέρεται καθ' 30 οὗ καὶ ὁ κόσμος, παρ ̓ οἷς καθ ̓ ἑκάστην κόσμου περιστροφὴν ἡμέρα γίνεται καὶ νύξ, ὅτε μὲν ὑπὲρ γῆς τοῦ

« PreviousContinue »