Page images
PDF
EPUB

5

λεῖται δὲ το ῥεῖθρον ἠδύ . . . . γειον· αὐτοῦ δὲ καὶ αἱ Θασίων λεγόμεναι κεφαλαί. Σαπαῖοι δ ̓ εἰσὶν οἱ [ὑπερ]κείμενοι. Ε. 45. Ὅτι τὰ Τόπειρά [ἐστι π]ρος Αβδήροις και Μαρωνείᾳ. Ε.

46. Ὅτι Σιντοί, ἔθνος Θρακικόν, κατῴκει τὴν Λήμνον νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ, λέγων·

ἔνθα με Σίντιες ἄνδρες. Epit.

47. Ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Αβδηρα πόλις, ἐπώνυμος Αβδήρου, ὃν οἱ τοῦ Διομήδους ἵπποι ἔφα10 γον· εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη, ἡ Βιστονίς· εἶτα πόλις Μαρώνεια. Epit.

48. Ἔστι δ ̓ ἡ Θρᾴκη σύμπασα ἐκ δυεῖν καὶ εἴκοσι ἐθνῶν συνεστῶσα· δύναται δὲ στέλλειν, καίπερ οὖ[σα περισ]σῶς ἐκπεπονημένη μυρίους καὶ πεντακισχιλίους ἱππέας, πεζῶν δὲ καὶ 15 εἴκοσι μυριάδας. μετὰ δὲ τὴν Μαρώνειαν Ορθαγορία πόλις καὶ τὰ περὶ Σέρριον, παράπλους τραχύς, καὶ τὸ τῶν Σαμοθράκων πολίχνιον Τέμπυρα καὶ ἄλλο χαράκωμα, οὗ πρόκειται ἡ Σαμοθράκη νῆσος καὶ Ἴμβρος οὐ πολὺ ἄποθεν ταύτης· πλέον δ ̓ ἢ διπλάσιον ἡ Θάσος. ἀπὸ δὲ χαρακώματος Δορίσκος, ὅπου 20 ἐμέτρησε Ξέρξης τῆς στρατιᾶς τὸ πλῆθος. εἶν ̓ Ἕβρος, ἀνάπλουν ἔχων εἰς Κύψελα ἑκατὸν εἴκοσι· τῆς Μακεδονίας φησὶ τοῦτο ὅριον, ἣν ἀφείλοντο Περσέα Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὸν Ψευδοφίλιππον. Παῦλος μὲν οὖν ὁ τὸν Περσέα ἑλων συνάψας τῇ Μακεδονίᾳ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη εἰς τέτταρα 25 μέρη διέταξε τὴν χώραν, καὶ τὸ μὲν προσένειμεν Αμφιπόλει, τὸ δὲ Θεσσαλονικείᾳ, τὸ δὲ Πέλλῃ, τὸ δὲ Πελαγόσι. παροικοῦσι δὲ τὸν Ἕβρον Κορπῖλοι καὶ Βρέναι ἔτι ἀνωτέρω, εἶτ ̓

2. ὑπὲρ itidem periit, sicut in 10. ἧς] ω (s. spir. et acc.) cod. 16. Σέρρειον, uti legitur ap.

1. Post du literae tres quatuorve blattae morsu perierunt, praeterea γιον supra γειον scriptum est. proximis ἐστι π. 5. σίντοι cod. 13. Syllabae σα περισ a blatta corrosae. Herod. et Steph. Byz, ob huius maxime verba veriorem crediderim esse nominis formam; verumtamen a codicis scriptura recedere ausus non sum, codicibus constanter fere in cadem forma consentientibus ap. Demosth. de Halonn. 37. Phil. III, 15. Bekk. 20. στρατείας cod. 27. xαgπίλοι cod., sed v. infra et Steph. Βyz. s, v., ubi Kορπιλοὶ scribitur.

ἔσχατοι Βέσσοι· μέχρι γὰρ δεῦρο ὁ ἀνάπλους. ἅπαντα δὲ τὰ ἔθνη λῃστρικὰ ταῦτα, μάλιστα δ ̓ οἱ Βέσσοι, οὓς λέγει γειτονεύειν Ὀδρύσαις καὶ Σαπαίοις. Ἀστῶν δὲ βασίλειον ἦν Βιζύη. Οδρύσας δὲ καλοῦσιν ἔνιοι πάντας τοὺς ἀπὸ Ἕβρου καὶ Κυψέλων μέχρι Οδησσοῦ τῆς παραλίας ὑπεροικοῦντας, ὧν ἐβα- 5 σίλευσεν Ἀμάδοκος καὶ Κερσοβλέπτης καὶ Βηρισάδης και Σεύθης καὶ Κότυς. Ε.

49. Ὅτι ὁ νῦν ποταμὸς Ριγινία ἐν Θράκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος. Εpit.

Τ

50. Ὅτι τὴν Σαμοθράκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ 10 ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρ τίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθράκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρώας τὰ ἐν Σαμοθράκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθράκη Σάμος πρίν. Epit.

51. Ὅτι τοὺς ἐν τῇ Σαμοθράκῃ τιμωμένους θεοὺς εἰρήκασι πολλοὶ τοὺς αὐτοὺς τοῖς Καβείροις, οὐδ ̓ αὐτοὺς ἔχοντες λέγειν τοὺς Καβείρους, οἵ τινές εἰσι, καθάπερ τοὺς Κύρβαν τας καὶ Κορύβαντας, ὡς δ ̓ αὕτως Κουρῆτας καὶ Ἰδαίους Δακτύλους.

Ε.

15

20

52. Πρὸς δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου, διστόμου ὄντος, πόλις Αῖνος ἐν τῷ Μέλανι κόλπῳ κεῖται, κτίσμα Μιτυληναίων καὶ Κυμαίων, ἔτι δὲ πρότερον Αλωπεκοννησίων· εἶτ ̓ ἄκρα Σαρπηδών· εἶθ ̓ ἡ Χερρόνησος ἡ Θρακία καλουμένη, ποιοῦσα τήν τε Προποντίδα καὶ τὸν Μέλανα κόλπον καὶ τὸν Ἑλλήσποντον· 25 ἄκρα γὰρ ἔκκειται πρὸς εὐρόνοτον, συνάπτουσα τὴν Εὐρώπην πρὸς τὴν Ἀσίαν ἑπτασταδίῳ πορθμῷ τῷ κατὰ Ἀβυδον καὶ

[ocr errors]
[ocr errors]

3. γετῶν cod., sed Astarum fuisse hanc urbem Steph. Βyz. tradit: neque Getis hic est locus. βιζύης cod., sed v. Steph. Βyz. s. v. Plin. IV, 18. 6. βηφισιάδης cod., sed vid. Demosth. in Aristocr. S. 10 sqq. Bekk. Athen. VIII, 349 D. Θησεύς cod., Tafel. corr. 8. Ρηγίνα et mox Εργίνος scribi iubet Wessel. ad Hierocl. p. 632: sed v. Tafel. 1. 1. 22. Haec leguntur ap. Steph. Byz. v. Airos, ubi sine dubio scribendum est ex hoc loco πόλις Αίνος κτίσμα Μιτυληναίων καὶ Κυμαίων. 23. ἀλωπεκόννησος ex cod. notavi, quod cum ferri nequeat, illud scripsi ex Suid. v. Airos et Αλωπεκόννησος.

THRACIA.

89

Σηστόν, ἐν ἀριστερᾷ μὲν τὴν Προποντίδα ἔχουσα, ἐν δεξιᾷ δὲ τὸν Μέλανα κόλπον, καλούμενον οὕτως ἀπὸ τοῦ Μέλανος ἐκδιδόντος εἰς αὐτόν, καθάπερ Ἡρόδοτος καὶ Εὔδοξος· εἴρηκε δέ, φησίν, ὁ Ἡρόδοτος μὴ ἀνταρκέσαι τὸ ῥεῖθρον τῇ Ξέρξου 5 στρατιᾷ τοῦτο· ἰσθμῷ δὲ κλείεται τετταράκοντα σταδίων ἡ λεχθεῖσα ἄκρα. ἐν μέσῳ μὲν οὖν τοῦ ἰσθμοῦ Λυσιμάχεια πόλις ἵδρυται ἐπώνυμος τοῦ κτίσαντος βασιλέως· ἑκατέρωθεν δ ̓ ἐπὶ μὲν τῷ Μέλανι κόλπῳ Καρδία κεῖται, μεγίστη τῶν ἐν τῇ Χερρονήσῳ πόλεων, Μιλησίων καὶ Κλαζομενίων κτίσμα, ὕστερον 10 δὲ καὶ Ἀθηναίων, ἐν δὲ τῇ Προποντίδι Πακτύη. μετὰ δὲ Καρδίαν Δράβος καὶ Λίμναι· εἶτ ̓ Ἀλωπεκόννησος, εἰς ἣν τελευτᾷ μάλιστα ὁ Μέλας κόλπος· εἶτ ̓ ἄκρα μεγάλη Μαζουσία· εἶτ ̓ ἐν κόλπῳ Ἐλεοῦς, ὅπου τὸ Πρωτεσιλάειον, καθ ̓ ὃ τὸ Σίγειον ἀπὸ τετταράκοντα σταδίων ἐστίν, ἄκρα τῆς Τρωάδος· 15 καὶ σχεδὸν τοῦτ ̓ ἔστι τὸ νοτιώτατον ἄκρον τῆς Χερρονήσου, σταδίους μικρῷ πλείους τῶν τετρακοσίων ἀπὸ Καρδίας· καὶ οἱ λοιποὶ δ ̓ ἐπὶ θάτερον μέρος τοῦ ἰσθμοῦ μικρῷ τοῦ διαστή ματος τούτου πλείους περιπλέοντι. Ε.

53. Ὅτι ἡ ἐν Θράκῃ Χερρόνησος τρεῖς ποιεῖ θαλάσσας· 20 Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσποντον ἐξ ἀνατολῶν καὶ τὸν Μέσ λανα κόλπον ἐκ νότου, ὅπου καὶ ὁ Μέλας ποταμὸς βάλλει, ὁμώνυμος τῷ κόλπῳ. Epit.

54. Ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερρονήσου τρεῖς πόλεις κείνται· πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῇ Προποντίδι 25 Πακτύη, πρὸς δὲ τῇ μεσογαίᾳ Λυσιμαχία· μῆκος τοῦ ἰσθμοῦ στάδια τεσσαράκοντα. Epit.

55. Ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς. Epit.

56. Ἔστι δ ̓ ἐν τῷ περίπλῳ τούτῳ τῷ μετὰ Ἐλεοῦντα ἡ 30 εἰσβολὴ πρῶτον ἡ εἰς τὴν Προποντίδα διὰ τῶν στενῶν, ἦν φασιν ἀρχὴν εἶναι τοῦ Ἑλλησπόντου· ἐνταῦθα δ ̓ ἐστὶ τὸ Κυνὸς σῆμα ἄκρα, οἱ δ ̓ Ἑκάβης φασί· καὶ γὰρ δείκνυται κάμ

αι

13. ἐλεοῦς cod. Utramque huius nominis formam apud veteres scriptores inveniri notum est: v. Tzschuck. nott. crit. ad Mel. II, 2, 7 (II, 2, p. 113).

ψαντι τὴν ἄκραν τάφος αὐτῆς. εἶτα Μάδυτος καὶ Σηστιὰς ἄκρα, καθ ̓ ἣν τὸ Ξέρξου ζεῦγμα, καὶ μετὰ ταῦτα Σηστός. ἀπὸ δὲ Ἐλεοῦντος ἐπὶ τὸ ζεῦγμα ἑκατὸν ἑβδομήκοντα· μετὰ δὲ Σηστὸν ἐπὶ Αἰγὸς ποταμοὺς διακόσιοι ὀγδοήκοντα, πολίχνην κατεσκαμμένην, ὅπου φασὶ τὸν λίθον πεσεῖν κατὰ τὰ Περσικά· 5 εἶτα Καλλίπολις, ἀφ ̓ ἧς εἰς Λάμψακον δίαρμα εἰς τὴν Ἀσίαν τετταράκοντα· εἶτα πολίχνιον κατεσκαμμένον Κριθωτή· εἶτα Πακτύη· εἶτα τὸ Μακρὸν τεῖχος καὶ Λευκὴ ἀκτὴ καὶ τὸ Ἱερὸν ὄρος καὶ Πέρινθος, Σαμίων κτίσμα· εἶτα Σηλυβρία. ὑπέρκει ται δ ̓ αὐτῶν Σίλτα, καὶ τὸ Ἱερὸν ὄρος τιμᾶται ὑπὸ τῶν ἐγ- 10 χωρίων καὶ ἔστιν οἷον ἀκρόπολις τῆς χώρας. ἄσφαλτον δ ̓ ἐξίησιν εἰς τὴν θάλασσαν, καθ ̓ ὃν τόπον ἡ Προκόννησος ἐγγυτάτω τῆς γῆς ἐστι ἀπὸ ἑκατὸν εἴκοσι σταδίων, τὸ [μέτ]αλλον ἔχουσα τῆς λευκῆς μαρ[μάρου] πολύ τε καὶ σπουδαῖον. μετὰ δὲ Σηλυβρίαν Ἀθύρας ἐστὶ ποταμὸς καὶ .... ουνίας· εἶτα Βυζάντιον 15 καὶ τὰ ἐφεξῆς μέχρι Κυανέων πετρῶν. Ε.

57. Ὅτι ἐκ Περίνθου εἰς Βυζάντιον εἰσι ἑξακόσιοι τριάκοντα· ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυ νέων τρισχίλιοι ἑκατόν, ὥς φησι Ἀρτεμίδωρος· τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ιονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαν- 20 τίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι· προστίθησι δ ̓ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις. Δημήτριος δ ̓ ὁ Σκήψιος ἐν τοῖς περὶ τοῦ Τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Πε ρίνθου μέχρι Βυζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δ ̓ ἴσον 25 μέχρι Παρίου. τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει σταδίων, εἰς εὖρος δὲ πεντακοσίων. τοῦ δὲ Ἑλλησπόντου τὸ στενώτατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων. Ε.

58. Ὅτι Ἑλλήσποντος οὐχ ὁμολογεῖται παρὰ πᾶσιν ὁ αὐ- 30 τός, ἀλλὰ δόξαι περὶ αὐτοῦ λέγονται πλείους. οἱ μὲν γὰρ ὅλην

4. πολίχνη κατεσκαμμένη cod. 13. Literae uer blattae morsu perierant. 14. Syllabae μάρου blattae morsu perierunt. 15. Post καὶ nonnullae literae a blatta corrosae sunt: videtur βαθυνίας scriptum fuisse, quod flumen commemoratur inter Byzantium et Athyram a Ptolem. 111, 10. Plin. 1V, 18.

τὴν Προποντίδα καλοῦσιν Ἑλλήσποντον, οἱ δὲ μέρος τῆς Προποντίδος τὸ ἐντὸς Περίνθου. οἱ δὲ προσλαμβάνουσι καὶ τῆς ἔξω θαλάσσης τῆς πρὸς τὸ Αἰγαῖον πέλαγος καὶ τὸν Μέλανα κόλπον ἀνεῳγμένης καὶ οὗτοι ἄλλος ἄλλα ἀποτεμνόμενος· οἱ 5 μὲν τὸ ἀπὸ Σιγείου ἐπὶ Λάμψακον καὶ Κύζικον ἢ Πάριον ἢ Πρίαπον, ὁ δὲ προσλαμβάνων καὶ τὸ ἀπὸ Σιγρίου τῆς Λεσβίας. οὐκ ὀκνοῦσι δέ τινες καὶ τὸ μέχρι τοῦ Μυρτώου πελάγους ἅπαν καλεῖν Ἑλλήσποντον, εἴπερ, ὥς φησιν ἐν τοῖς ὕμνοις Πίνδαρος, οἱ μεθ' Ηρακλέους ἐκ Τροίας πλέοντες διὰ παρθένιον 10 Ελλας πορθμόν, ἐπεὶ τῷ Μυρτῴῳ συνῆψαν, εἰς Κῶν ἐπαλινδρόμησαν Ζεφύρου ἀντιπνεύσαντος. οὕτω δὲ καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Θερμαίου κόλπου καὶ τῆς κατὰ Θετταλίαν καὶ Μακεδονίαν θαλάσσης ἅπαν ἀξιοῦσι Ἑλλήσποντον προσαγορεύειν δεῖν, μάρτυρα καὶ Ὅμηρον καλοῦντες. φησὶ γάρ·

113

15

ὄψεαι, ἣν ἐθέλησθα καὶ αἴ κέν τοι τὰ μέμηλε,
ἦρι μάλ ̓ Ἑλλήσποντον ἐπ ̓ ἰχθυοέντα πλεούσας
νῆας ἐμάς.

ἐλέγχεται δὲ τὸ τοιοῦτον ἐκ τῶν ἐπῶν ἐκείνων·
ἥρως Ἰμβρασίδης, ὃς ἄρ ̓ Αἰνόθεν εἰληλούθει·

20 οὗτος δὲ τῶν Θρᾳκῶν ἡγεῖτο,

ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει· τοὺς γὰρ ἐφεξῆς τούτων ἐκτὸς ἂν καὶ τοῦ Ἑλλησπόντου καθιδρυμένους ἀποφαίνοι. ἡ μὲν γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην, ἡ δὲ τῶν Κικόνων ἐφεξῆς πρὸς δύσιν. Ε.

8. Haec Pindari verba in versus redegerunt Μeinekius (in Zeitschrift für Alterthumskunde von Bergk etc. 1844, 1 p. 15) et Schneidewinus (Götting. Gel. Anz. 1844. St. 28. p. 268). 19. Πείρως

ap. Hom. Il. 4, 520 in Ven. aliisque codd. legi constat, idque a Strabone quoque hic scriptum fuisse probabile est. 23. προτέραν Steph. Byz. habet s. v. Κορπιλοί, ubi hic locus affertur.

« PreviousContinue »