Page images
PDF
EPUB

24. Ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐστὶ πόλις, ἢ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δ ̓ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου Α. 510 τοῦ ̓Αμύντου, ωνόμασε· μετῴκισε δὲ τὰ πέριξ πολίχνια εἰς 5 αὐτήν, οἷον Χαλάστραν, Αἰνέαν, Κισσὸν καί τινα καὶ ἄλλα. ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρ' Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτ τόν, φησίν, ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. Epit.

25. Ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον και 10 τεῖχον Βρίγες, Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν· μετὰ δὲ Θεσσαλονίκειαν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι τοῦ Καναστραίου. τοῦτο δ ̓ ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι· ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη· πενταστάδιον δ ̓ ἔχει τὸν ἰσθμὸν 15 διορωρυγμένον· κεῖται δ ̓ ἐπ ̓ αὐτῷ πόλις ἡ πρότερον μὲν Που τίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου, ἀναλαβόντος αὐτὴν ἀνατετραμ μένην· ὁ περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα. ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι 20 φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες, οἱ δὲ πιθανώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δ ̓ ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν. κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρωάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, 25 ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν. Ε.

26. Ὅτι ἡ Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους. Epit.

27. Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια, νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκα30 λεῖτο· ᾤκουν δ ̓ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς

ρομένη γραφή Αξίου κάλλιστον ὕδωρ ἐπικίδναται αἴη, ὡς δηλαδὴ οὐ
τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ ̓ ἀνάπαλιν· εἶτα ὑποδυσ-
κόλως αιτιώμενος ὁ γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἴαν ἐπὶ τῆς γῆς
ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέ
ξεν. 5. Αινείαν Τzsch. Cor.: at vid. fr. 21.
7. αμφιδάμαντα cod.
12. καλασνραίου cod. 29. ποτιδαία cod.

Strabo. II.

6

C. 331

καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν· ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην. Epit.

28. Ὅτι διεῖχε Ποτιδαίας Ολυνθος ἑβδομήκοντα στα δίους. Ε.

29. Ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύβερνα ἐν τῷ Το- 5 ρωναίῳ κόλπῳ. Epit.

30. Ὅτι πλησίον Ολύνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον, ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κάν θαρος πέριξ τῆς χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται. Epit.

10

31. Μετὰ δὲ Κασάνδρειαν ἐφεξῆς ἡ λοιπὴ τοῦ Τορωνι κοῦ κόλπου παραλία μέχρι Δέρρεως· ἄκρα δ ̓ ἐστὶν ἀνταίρουσα τῷ Καναστραίῳ καὶ ποιοῦσα τὸν κόλπον. ἀπαντικρὺ δὲ τῆς Δέρρεως πρὸς ἕω τὰ ἄκρα τοῦ Ἄθω, μεταξὺ δὲ ὁ Σιγγικὸς κόλπος ἀπὸ τῆς ἐν αὐτῷ πόλεως ἀρχαίας κατεσκαμμένης Σίγ- 15 γου τοὔνομα. μεθ ̓ ἣν Ακανθος ἐπὶ τῷ ἰσθμῷ τοῦ Ἄθω κειμένη πόλις, Ανδρίων κτίσμα, ἀφ ̓ ἧς συχνοὶ καὶ τὸν κόλπον

Ακάνθιον καλοῦσι. Ε.

32. Ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα, πλησίον Κωφοῦ λιμένος, καὶ ὁ Τορωναῖος 20 κόλπος ὑπὸ τούτων ἀφορίζεται. καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ὃ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους προς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως· Μαλιακόν, Παγασιτικόν, Θερμαῖον, Τορωναίον, Σιγγιτικόν, Στρυμονικόν. τὰ δὲ ἄκρα Ποσείδιον 25 μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυ- 30 μονικὸν κόλπον ἡ Νεάπολις. Epit.

33. Ὅτι Ακανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος· ἔχει δ ̓ ὁ Ἄθων πέντε πόλεις, Δῖον, Κλεωνάς, Θύσσον, Ολόφυξιν, Ἀκροθώους·

[merged small][ocr errors][merged small][merged small][merged small]

αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. ἔστι δ ̓ ὁ Ἄθων ὄρος μαστοειδές, ὀξύτατον, ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ακάνθου 5 ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀρι- Α. 511 στοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψός, Απολλωνία, πᾶσαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θράκην, ὡς 10 Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατ ̓ αὐτοὺς χρόνοις. εἰσὶ δὲ περὶ τὸν Στρυμονικόν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος, Αργιλος, Δραβήσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια και χρυσοῦ μέταλλα· ἀφ ̓ οὗ καὶ παροιμία Δάτον ἀγαθῶν, ὡς καὶ 15 Ἀγαθῶν ἀγαθίδες. Epit.

34. Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρύσεια καὶ ἀργύρεια ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ Στρυμόνος ποτα20 μου μέχρι Παιονίας· φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. Epit.

35. Ἔστι δ ̓ ὁ Ἄθως [ὄρος] ὑψηλὸν καὶ μαστοειδές, ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας, ἡνίκα αλεκτοροφωνίας ἀρχὴ παρὰ τοῖς τὴν ἀκτὴν οἰκοῦσίν 25 ἐστιν. ἐν δὲ τῇ ἀκτῇ ταύτῃ Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε, τῶν αὐτῶν ἐπιτηδευμάτων γεγονώς, ὧν καὶ Ὀρφεύς. ἐνταῦθα δὲ καὶ διώρυξ δείκνυται ἡ περὶ τὴν Ἄκανθον, καθ ̓ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώ30 ρυγα. Δημήτριος δ' ὁ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώ

φυξιν, quod in Ολόφυξον Tzsch. Cor. mutarunt, Herodotum Thucydi-
demque secuti, servandum duxi propter utriusque Epitomes consensum:
eadem forma est ap. Scylacem, Suidam, Phavorinum. 9. νέσσου cod.
12. μυρκίνος, ἀργίλος cod. 14. άγαθον (s. acc.) cod. 15. ἀγαθὰ
ἀγαθῶν ἀγαθοιδας (s. acc.) cod.
fr. 36. 22. ὄρος om. cod.

Accusativus fortasse servandus: cf.

ρυγα ταύτην· μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δ ̓ ἐπὶ πλάτος πλεθριαῖον, εἶθ ̓ ὑψηλὸν εἶναι πλαταμώνα σταδιαῖον σχεδόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι δι ̓ ὅ[λου] μέχρι θαλάσσης· εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ, ὥστε πόρον γενέσθαι πλωτόν· ὅπου 5 Αλέξαρ[χ]ον τὸν Ἀντιπάτρου πόλιν ὑποδείμασθαι τὴν Οὐρα νόπολιν τριάκοντα σταδίων τὸν κύκλον ἔχουσαν. ᾤκησαν δὲ τὴν χερρόνησον ταύτην τῶν ἐκ Λήμνου Πελασγών τινες, εἰς πέντε διῃρημένοι πολίσματα, Κλεωνάς, Ολόφυξιν, Ἀκροθώους [Δῖον, Θύσσον]. μετὰ δὲ Ἄθω ὁ Στρυμονικός κόλπος μέχρι 10 Νέστου, τοῦ ποταμοῦ τοῦ ἀφορίζοντος τὴν κατὰ Φίλιππον καὶ Αλέξανδρον Μακεδονίαν· εἰς μέντοι τἀκριβὲς ἄκρα τίς ἐστι ἡ ποιοῦσα τὸν κόλπον πρὸς τὸν Ἄθω, πόλιν ἐσχηκυῖα τὴν Ἀπολλωνίαν. ἐν δὲ τῷ κόλπῳ πρώτη μετὰ τὸν Ἀκανθίων λιμένα Στάγειρα, ἔρημος, καὶ αὐτὴ τῶν Χαλκιδικῶν, Ἀριστοτέλους πα- 15 τρίς, καὶ λιμὴν αὐτῆς Κάπρος καὶ νησίον ὁμώνυμον τούτῳ· εἶθ ̓ ὁ Στρυμὼν καὶ ὁ ἀνάπλους εἰς Ἀμφίπολιν εἴκοσι στα δίων· ἔστι δ' Αθηναίων κτίσμα ἐν τῷ τόπῳ ἱδρυμένον τούτῳ, ὃς καλεῖται Εννέα ὁδοί· εἶτα Γαληψὸς καὶ Ἀπολλωνία, και τεσκαμμέναι ὑπὸ Φιλίππου. Ε.

20

36. Ἀπὸ Πηνειοῦ φησιν εἰς Πύδναν σταδίους ἑκατὸν εἴκοσι. παρὰ δὲ τὴν παραλίαν τοῦ Στρυμόνος καὶ Δατηνῶν πόλις Νεάπολις καὶ αὐτὸ τὸ Δάτον, εὔκαρπα πεδία καὶ λίμνην καὶ ποταμοὺς καὶ ναυπήγια και χρυσεῖα λυσιτελῆ ἔχον, ἀφ ̓ οὗ καὶ παροιμιάζονται Δάτον ἀγαθῶν, ὡς καὶ Ἀγαθῶν ἀγαθί- 25 δας. ἔστι δ ̓ ἡ χώρα ἡ πρὸς τὸ Στρυμόνος πέραν, ἡ μὲν ἐπὶ τῇ θαλάττῃ καὶ τοῖς περὶ Δάτον τόποις Οδομάντεις καὶ Ἠδωνοὶ καὶ Βισάλται, οἵ τε αὐτόχθονες καὶ οἱ ἐκ Μακεδονίας διαβάντες, ἐν οἷς Ῥῆσος ἐβασίλευσεν. ὑπὲρ δὲ τῆς Ἀμφιπόλεως

3. ἐνὸν non plane certum est: nihil tamen reperire potui quod melius conveniret compendio, quo breviator usus est. 4. Syll. λού blattae morsu periit. 6. χ 9 blatta corrosum: cf. Athen. III, 20. 10. Δίον, Θύσσον om. cod. 11. νέσου cod., sed infra constanter νέστος scribitur. 21. ἑκατὸν] an τριακοσίους? (Τ pro P.) 25. ἀγαθὸν cod. 27. ὁδομάντεις cod., eundemque spiritum tuetur infra. Praeterea videtur scribendum Οδόμαντες, uti nominantur a Suida et Schol. ad Arist. Acharn. v. 162.

Βισάλται καὶ μέχρι πόλεως Ηρακλείας, ἔχοντες αὐλῶνα εὔκαρπον, ὃν διαιρεῖ ὁ Στρυμών, ωρμημένος ἐκ τῶν περὶ Ροδόπην Ἀγριάνων, οἷς παράκειται τῆς Μακεδονίας ἡ Παρορβηλία, ἐν μεσογαία ἔχουσα κατὰ τὸν αὐλῶνα τὸν ἀπὸ Εἰδομένης Καλλί5 πολιν, Ὀρθόπολιν, Φιλιππούπολιν, Γαρησκόν. ἐν δὲ τοῖς Βισάλταις ἀνὰ ποταμὸν ἰόντι τὸν Στρυμόνα καὶ ἡ Βέργη ἵδρυη ται, κώμη ἀπέχουσα Αμφιπόλεως περὶ διακοσίους σταδίους. ἐπὶ δὲ ἄρκτους ἰόντι ἀπὸ Ἡρακλείας καὶ τὰ στενά, δι ̓ ὧν ὁ Στρυμών φέρεται, δεξιὸν ἔχοντι τὸν ποταμὸν ἐκ μὲν τῶν εὐω10 νύμων ἐστὶν ἡ Παιονία καὶ τὰ περὶ τὸν Δόβηρον καὶ τὴν Ῥοδόπην καὶ τὸν Αἷμον ὄρος, ἐν δεξιᾷ δὲ [τά] περὶ τὸν Αἷμον. ἐντὸς δὲ τοῦ Στρυμόνος πρὸς αὐτῷ μὲν τῷ ποταμῷ ἡ Σκοτοῦσσά ἐστι· πρὸς δὲ τῇ λίμνῃ τῇ Βόλβη Αρέθουσα. καὶ δὴ καὶ μάλιστα λέγονται Μυγδόνες οἱ περὶ τὴν λίμνην. οὐ μόνον 15 δ ̓ ὁ Ἀξιὸς ἐκ Παιόνων ἔχει τὴν φύσιν, ἀλλὰ καὶ ὁ Στρυμών· ἐξ Ἀγριάνων γὰρ διὰ Μαίδων καὶ Σιντῶν εἰς τὰ μεταξύ Βισαλτῶν καὶ Ὀδομάντων ἐκπίπτει. Ε.

20

37. "Οτι ὁ Στρυμών ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Αγριάνων. Epit.

38. Τοὺς δὲ Παίονας οἱ μὲν ἀποίκους Φρυγῶν, οἱ δ ̓ ἀρχηγέτας ἀποφαίνουσι, καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαι φασί· καλεῖσθαι δὲ πρότερον Ὀρεστίαν τὴν Πελαγονίαν, τὸν δὲ Ἀστεροπαῖον, ἕνα τῶν ἐκ Παιονίας στρατευσάντων ἐπ ̓ Ἴλιον ἡγεμόνων, οὐκ ἀπεικότως υἱὸν λέγε 25 σθαι Πηλεγόνος, καὶ αὐτοὺς τοὺς Παίονας καλεῖσθαι Πελα γόνας. Ε.

cod.

39. Ὅτι ὁ παρ' Ὁμήρῳ Αστεροπαῖος, υἱὸς Πηλεγόνος, ἐκ

11. và om.

2. Vid. scribendum διαρρεῖ. 3. παρορβηλία cod, 13. βολβο (s. acc.) cod., sed tam minutae sunt h. 1. literae atque ex parte incertae, ut de priore quidem syllaba dubitari queat. Boíβην λίμνην in Macedonia commemorat Steph. Βyz. s. v. Βοίβη, erroris tamen haud iniuria a VV. DD. accusatus: Bóλßŋr enim appellant Thucyd. (I, 58. 1V, 103), Scylax et Steph. Βyz. ipse s. v. Βόλβαι. 16. μέδων σίντων cod.: at vid. Steph. Βyz. s. v. Σιντία. 22. ὀργεστίαν cod.: cf. fr. 21 et p. 326 extr. et e sup. η, a sup. e add., cod., idemque paulo post.

cod.

cod.

19. ἀγριανῶν 25. πηλεγόνας,

« PreviousContinue »