Page images
PDF
EPUB

ραν ταύτην Ηπειρωτών τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες· οἱ μὲν ἐκ Κρήτης, ὡς φασι, τὸ γένος ὄντες, ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, 5 Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπήν μέχρι Στρυμόνος· ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δ ̓ οἱ μὲν Μυγδόνες, οἱ δὲ Ἤδωνες, οἱ δὲ Σιθῶνες. τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν 10 τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐ τῶν, εἰς τὴν Ολυνθον· ὠνομάζοντο δ ̓ οἱ ἐπὶ Θράκης Χαλκιδεῖς. Ε.

12. Ὅτι Πηνειὸς μὲν ὁρίζει τὴν κάτω καὶ πρὸς θαλάττῃ 15 Μακεδονίαν ἀπὸ Θετταλίας καὶ Μαγνησίας, Αλιάκμων δὲ τὴν ἄνω, καὶ ἔτι τοὺς Ηπειρώτας καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ ὁ Ἐρίγων καὶ ὁ Ἀξιὸς καὶ ἕτεροι. Ε.

13. Ὅτι ἐστὶ τῆς παραλίας τῆς Μακεδονικῆς ἀπὸ τοῦ μυ χοῦ τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας ἡ μὲν τεταμένη 20 πρὸς νότον μέχρι Σουνίου, ἡ δὲ πρὸς ἕω μέχρι τῆς Θρακίας χερρονήσου, γωνίαν τινὰ ποιοῦσα κατὰ τὸν μυχόν. εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας, ἀπὸ τῆς προτέρας λεχθείσης ἀρκτέον. τὰ μὲν δὴ πρῶτα μέρη τὰ περὶ Σούνιον ὑπερκειμένην ἔχει τὴν Ἀττικὴν σὺν τῇ Μεγαρικῇ μέχρι τοῦ Κρι- 25 σαίου κόλπου· μετὰ δὲ ταύτην ἡ Βοιωτική ἐστι παραλία ἡ πρὸς Εὔβοιαν· ὑπέρκειται δ ̓ αὐτῆς ἡ λοιπὴ Βοιωτία ἐπὶ δύσιν παράλληλος τῇ Ἀττικῇ. λέγει δὲ καὶ τὴν Ἐγνατίαν ὁδὸν τελευτῶν εἰς Θεσσαλονίκειαν ἀπὸ τοῦ Ἰονίου κόλπου. Ε.

14. Τῶν ταινιών, φησίν, ἀφοριοῦμεν πρώτους τοὺς περὶ 30 Πηνειὸν οἰκοῦντας καὶ τὸν Αλιάκμονα πρὸς θαλάττῃ. ῥεῖ δ ̓

p.

3. βούτωνα cod. Correxi, monente Schneidewino, ex Etym. Magn. 206, 6, ubi leguntur haec: τὸ δὲ ἐθνικὸν τοῦ Βόττεια διὰ τοῦ

[ocr errors]

4, ὡς Στράβων ἐν ζ'· καλεῖται δὲ ἀπὸ Βόττωνος Κρητός.

11. τριά

κοντα] λ cod., atque constanter fere numeri notis expressi sunt in utra que epitome.

25. κρισσαίου cod.

ὁ Πηνειὸς ἐκ τοῦ Πίνδου ὄρους διὰ μέσης τῆς Θετταλίας πρὸς ἕω. διελθὼν δὲ τὰς τῶν Λαπιθῶν πόλεις καὶ Περραιβῶν τι νας συνάπτει τοῖς Τέμπεσι· παραλαβὼν πλείους ποταμούς, ὧν καὶ ὁ Εὔρωπος, ὃν Τιταρήσιον εἶπεν ὁ ποιητής, τὰς πηγὰς 5 ἔχοντα ἀπὸ τοῦ Τιταρίου ὄρους συμφυοῦς τῷ Ὀλύμπῳ, ὃ κάνε τεῦθεν ἄρχεται διορίζειν τὴν Μακεδονίαν ἀπὸ τῆς Θετταλίας. ἔστι γὰρ τὰ Τέμπη στενὸς αὐλών μεταξὺ Ὀλύμπου καὶ Ὄσσης. φέρεται δ ̓ ὁ Πηνειὸς ἀπὸ τῶν στενῶν τούτων ἐπὶ σταδίους τετταράκοντα, ἐν ἀριστερᾷ μὲν ἔχων τὸν Ὄλυμπον, Μακεδονικὸν 10 ὄρος μετεωρότατον, τῶν ἐκβολῶν τοῦ ποταμοῦ. ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτών ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσαν· ἀπέχει δ ̓ ὅσον σταδίους ἑκατὸν τῆς Γυρτῶνος πόλις Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητὴς τὼ μὲν ἄρ ̓ ἐκ Θρᾴκης καὶ 15 ἑξῆς, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους· ἐπὶ δὲ θάτερα ἡ Πιερία. Ε.

[ocr errors]

15. Ὅτι ὁ Πηνειός ποταμός, ῥέων διὰ τῶν Τεμπῶν, καὶ ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὄρους, καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμενός τε τὸν Εὔρωπον 20 ποταμόν, ὃν Ὅμηρος Τιταρήσιον ὠνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσσαλίαν δὲ πρὸς νότον. αἱ δὲ τοῦ Εὐρώπου ποταμοῦ πηγαὶ ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ὅ ἐστι συνεχὲς τῷ Ὀλύμπῳ. καὶ ἔστιν ὁ μὲν Ὄλυμπος τῆς Μακεδονίας, ἡ δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πήλιον. Epit.

25

16. Ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτών ἐστι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις,

[ocr errors]

2. περαιβῶν cod., ac sic plerumque. 4. τιταρήσιον et mox τι ταρίου cod. Κιτάριον ὄρος, ut praebet infra cod. Pal., legitur etiam ap. Strab. IX, 441 in codice optimo A et apud Ptolemaeum III, 13. Τίταρον ap. Strab. exhibent alii codd. et Εust. ad Il. B, 754 p. 336, 1. 27 ed. Rom. Idem hunc fluvium Ευρώταν a Strabone nominatum esse tradit ex 1. ΙΧ, 441: sed εὐρώτου, quod ibi codd. praebent, ex h. l. corrigendum est. 12. ἐβασίλευσεν cod., illud exhibet Εust. ad Il. Β, 752 p. 337, 14 ed. Rom., ubi multa ex hoc loco refert. βῶν cod., ac sic constanter. 22. κιταρίου cod.

19.

περαι

ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἦρξαν. ἀπέχει † δ ̓ ἡ Γυρτὼν τῆς C. 330 Τυρρηνος πόλεως Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητὴς τὼ μὲν ἄρ ̓ ἐκ Θρήκης, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτώνιους. Epit.

17. Ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγιαλῷ τοῦ Θερμαίου 5 κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλ ̓ ὅσον ἑπτὰ ἀπέχει σταδίους· ἔχει δ ̓ ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμ πλειαν, ἔνθα Ὀρφες διέτριβεν. Epit.

18. Ὅτι ὑπὸ τῷ Ὀλύμπῳ πόλις Δῖον. ἔχει δὲ κώμην πλησίον Πίμπλειαν· ἐνταῦθα τὸν Ὀρφέα διατρίψαί φασι τὸν Κί- 10 κονα, ἄνδρα γόητα από μουσικῆς ἅμα και μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν ἀγυρτεύοντα τὸ πρῶτον, εἶτ ̓ ἤδη καὶ μείζονα ἀξιοῦντα ἑαυτὸν καὶ ὄχλον καὶ δύναμιν κατασκευα ζόμενον· τοὺς μὲν οὖν ἑκουσίως ἀποδέχεσθαι, τινὰς δ ̓ ὑπιδομένους ἐπιβουλὴν καὶ βίαν ἐπισυστάντας διαφθεῖραι αὐτόν. ἐν- 15 ταῦθα πλησίον καὶ τὰ Λείβηθρα. Ε.

19. Ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο. Epit.

20. Μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Αλιάκμονος ἐκβολαί· εἶτα Πύδνα, Μεθώνη, Αλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λου- 20 δίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων δι ̓ Ὀρεστῶν καὶ τῆς † Πελλαίας, ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ· ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι. μέση δ ̓ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τεττα ράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα. ἔστι 25

2. τῆς τύρρηνος ortum ex τῆς Γυρτῶνος, quod recte suspicatus est Tzschuckius. In verbis autem ἡ γυρτών latere videtur ἑκατὸν. Nam praeter Epit. Vat. etiam Steph. Βyz. s. v. Κράνων habet: ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρτῶνος ἡ Κράνων πόλις, ὥς φησι Στράβων, quae h. l. recipienda certatim censuerunt VV. DD. Sed voce σταδίους, quae saepissime omittitur, opus non est. Pro πόλεως Strabo haud dubie scripserat nós. Ceterum hoc fere loco commemoratum fuisse videtur a Strabone Homolium oppidum, cum apud Stephanum Byz. (s. v.) legantur haec: Ομόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας Στράβων ἑβδόμῃ, neque alius locus commodior inveniatur. 12. εἴδη cod. 20. καὶ Θερίγων cod. 21. Πελαγονίας recte videtur coniicere Tafel in editione sua horum Fragmentorum p. 14 n. 35. 24. εἴκοσι] η', et sup. pr. m. k, cod.

δ ̓ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου λέγεται δὲ Θεσσαλονίκεια [δε]ὰ τὴν ἐπιφάνειαν. τὴν μὲν οὖν Αλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν. Πέλ[λα ἐσ]τὶ μὲν τῆς κάτω Μακεδονίας, ἣν Βοττιαῖοι κατεῖχον· ἐνταῦθ ̓ ἦν 5 πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον· ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος, τραφεὶς ἐν [αὐτῇ]. ἔχει δ ̓ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ· ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι που ταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα. ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ πο10 ταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὁ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δ ̓ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν·

15

τήλοθεν ἐξ Ἀμυδῶνος ἀπ ̓ Ἀξιοῦ εὐρυρέοντος. κατεσκάφη δ ̓ ὑπὸ τῶν Ἀργεαδῶν. Ε.

21. Ὅτι ὁ Ἀξιός θολερὸς ῥεῖ· ὁ δ ̓ Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αίαν, ἣ καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρ χουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ. μετὰ δὲ Αξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν· εἶτα Θεσσαλονίκεια Κα20 σάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ ἡ Ἐγνατία οδός. ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρου σίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν· ἡ δὲ μητρόπολις τῆς νῦν Μακεδο25 νιας ἐστί. τῶν δὲ συνοικισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλά στρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἰνέα καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέσ μνηται ὁ ποιητής· Κισσῆς τόν γ ̓ ἔθρεψε, τὸν Ἰφιδάμαντα λέγων. Ε.

30

22. Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Αλιάκμων ποταμός ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἶτα Α. 509

2. lit. δι perierunt in cod., sicut ea, quae paulo post uncinis inclusa sunt. Ceterum mira sunt, quae hic traduntur.

Μεθώνη και Αλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί· ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια έκατὸν εἴκοσιν. ἀπέχει δ ̓ ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια. ἡ μὲν οὖν Πύ δνα Πιερική ἐστι πόλις· ἡ δὲ Ἄλωρος Βοτταϊκή. ἐν μὲν οὖν 5 τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν που λιορκίαν τῆς πόλεως. Epit.

10

23. Ὅτι τὴν Πέλλαν, οὖσαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ηύξησε, τραφεὶς ἐν αὐτῇ· ἔχει δὲ λίμνην πρὸ αὐτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα.. εἶτα ὁ Ἀξιός, διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα 15 ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν·

τήλοθεν ἐξ Ἀμυδῶνος ἀπ ̓ Ἀξιοῦ εὐρυρέοντος.

ἀλλ ̓ ἐπεὶ ὁ μὲν Ἀξιός θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶ- 20 νος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον,

Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αίαν,

μεταγράφουσιν οὕτως·

Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης·

οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον †τῆς γῆς τῇ ὄψει κίδναται, ἀλλὰ τῆς γῆς τῷ Ἀξιῷ. Εpit.

779

1. πόλις cod. 27. Hunc locum Politus ad Εust. Tom. 2 Ρ. bene sic restituit: — τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ: Cor. ὄψει ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγής. Eustathius haec habet (ad Il. B, 850 p. 360, 14 R.): ἐν δὲ τῷ ἐπικίδναται αἴῃ ἦ αἶαν (διττῶς γὰρ ἡ γραφή) αἶαν τινὲς οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ γεωγράφος φησί, λέγων, ὅτι ἡ παρ' Ομήρῳ Ἀμυδὼν Αβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος, Αία καλουμένη, καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει. φαύλη οὖν, φησίν, ἡ φε

25

« PreviousContinue »