Page images
PDF
EPUB

ἀπὸ μὲν Ἀμβρακικοῦ κόλπου τὰ νεύοντα ἐφεξῆς πρὸς ἕω, τὰ ἀντιπαρήκοντα τῇ Πελοποννήσῳ, τῆς Ἑλλάδος ἐστίν· εἶτ ̓ ἐκπίπτει [εἰς] τὸ Αἰγαῖον πέλαγος, ἀπολιπόντα ἐν δεξιᾷ τὴν Πελοπόννησον ὅλην. ἀπὸ δὲ τῆς ἀρχῆς τῶν Μακεδονικῶν ὀρῶν 5 καὶ τῶν Παιονικών μέχρι Στρυμόνος ποταμοῦ Μακεδόνες τε οἰκοῦσι καὶ Παίονες καί τινες τῶν ὀρεινῶν Θρᾳκῶν· τὰ δὲ Α. 498 πέραν Στρυμόνος ἤδη μέχρι τοῦ Ποντικοῦ στόματος καὶ τοῦ Αίμου πάντα Θρᾳκῶν ἐστι πλὴν τῆς παραλίας· αὕτη δ ̓ ὑφ ̓ Ἑλλήνων οἰκεῖται, τῶν μὲν ἐπὶ τῇ Προποντίδι ἱδρυμένων, τῶν 10 δὲ ἐφ ̓ Ἑλλησπόντῳ καὶ τῷ Μέλανι κόλπῳ, τῶν δ ̓ ἐπὶ τῷ Αἰγαίῳ. τὸ δὲ Αἰγαῖον πέλαγος δύο κλύζει πλευρὰς τῆς Ἑλλάδος, τὴν μὲν πρὸς ἕω βλέπουσαν, τείνουσαν δὲ ἀπὸ Σουνίου πρὸς τὴν ἄρτον μέχρι τοῦ Θερμαίου κόλπου και Θεσσαλονι κείας, Μακεδονικῆς πόλεως, ἡ νῦν μάλιστα τῶν ἄλλων εὐαν 15 δρεῖ, τὴν δὲ πρὸς νότον τὴν Μακεδονικὴν ἀπὸ Θεσσαλονικείας μέχρι Στρυμόνος· τινὲς δὲ καὶ τὴν ἀπὸ Στρυμόνος μέχρι Νέστου τῇ Μακεδονίᾳ προσνέμουσιν, ἐπειδὴ Φίλιππος ἐσπούδασε διαφερόντως περὶ ταῦτα τὰ χωρία, ὥστ ̓ ἐξιδιώσασθαι, καὶ συνεστήσατο προσόδους μεγίστας ἐκ τῶν μετάλλων καὶ τῆς ἄλλης 20 εὐφυΐας τῶν τόπων. ἀπὸ δὲ Σουνίου μέχρι Πελοποννήσου τὸ Μυρτῷόν ἐστι καὶ Κρητικὸν πέλαγος καὶ Λιβυκὸν σὺν τοῖς κόλ ποις μέχρι τοῦ Σικελικοῦ· τοῦτο δὲ καὶ τὸν Ἀμβρακικὸν καὶ Κορινθιακὸν καὶ Κρισαῖον ἐκπληροῖ κόλπον.

5. Τῶν μὲν οὖν Ηπειρωτῶν ἔθνη φησὶν εἶναι Θεόπομ25 πος τετταρεσκαίδεκα, τούτων δ ̓ ἐνδοξότατα Χάονες και Μου λοττοὶ διὰ τὸ ἄρξαι ποτὲ πάσης τῆς Ἠπειρώτιδος πρότερον

3. εἰς om. codd, qui practerea habent του αιγαίου πελάγους:Tzsch. corr. ex Plethone. 4. ὁρῶν] ἐθνῶν codd. edd. Correxi ex coni. Cor. 11. κλύζει] κλείει C. τῆς Ἑλλάδος om. C. 12. τοῦ ante Σουνίου add. no edd. 16. νέτου Ε. 20. Ad hunc locum in marg. A addita sunt pr. m. haec: ἀπὸ σουνίου μέχρι πελοποννήσου τὸ μυρτῷόν ἐστι πέλαγος· πρὸς ἀνατολὰς δὲ τῆς πόλεως, πρὸς ἄρκτον δὲ τοῦ πελάγους τὸ κρητικὸν καὶ λιβυκὸν καὶ πρὸς δίσιν τῆς πελοποννή σου τὸ σικελικὸν ἤτοι ὁ ἀδρίας. In quibus quae urbs intelligenda sit difficillimum dictu est. 23. κρησαῖον Α. 25. χάονες, et o sup. o pr. m. add., E.

C. 324 μὲν Χάονας, ὕστερον δὲ Μολοττούς, οἳ καὶ διὰ τὴν συγγένειαν
τῶν βασιλέων ἐπὶ πλέον ηὐξήθησαν (τῶν γὰρ Αἰακιδῶν ἦσαν),
καὶ διὰ τὸ παρὰ τούτοις εἶναι τὸ ἐν Δωδώνῃ μαντεῖον, πα-
λαιόν τε καὶ ὀνομαστὸν ὄν. Χάονες μὲν οὖν καὶ Θεσπρωτοὶ
καὶ μετὰ τούτους ἐφεξῆς Κασσωπαῖοι (καὶ οὗτοι δ ̓ εἰσὶ Θε- 5
σπρωτοὶς τὴν ἀπὸ τῶν Κεραυνίων ὁρῶν μέχρι τοῦ Αμβρακι-
κοῦ κόλπου παραλίαν νέμονται, χώραν εὐδαίμονα ἔχοντες· ὁ δὲ
πλοῦς ἀπὸ τῶν Χαόνων ἀρξαμένῳ πρὸς ἀνίσχοντα ἥλιον καὶ
πρὸς τὸν Αμβρακικόν κόλπον καὶ τὸν Κορινθιακόν, ἐν δεξιᾷ
ἔχοντι τὸ Αυσόνιον πέλαγος, ἐν ἀριστερᾷ δὲ τὴν Ἤπειρον, εἰσὶ 10
χίλιοι καὶ τριακόσιοι στάδιοι ἀπὸ τῶν Κεραυνίων ἐπὶ τὸ στόμα
Α. 499 τοῦ Αμβρακικοῦ κόλπου. ἐν τούτῳ δ ̓ ἐστὶ τῷ διαστήματι Πά-

κορμός τε λιμὴν μέγας, ἐν μέσοις τοῖς Κεραυνίοις ὄρεσι, καὶ
μετὰ ταῦτα Ογχησμος, λιμὴν ἄλλος, καθ ̓ ὃν τὰ δυσμικὰ ἄκρα
τῆς Κορκυραίας ἀντίκειται, καὶ πάλιν ἄλλος, Κασσιόπη, ἀφ' 15
οὗ ἐπὶ Βρεντέσιον χίλιοι ἑπτακόσιοι στάδιοι· οἱ δ ̓ ἴσοι καὶ
ἐπὶ Τάραντα ἀπὸ ἄλλου ἀκρωτηρίου νοτιωτέρου τῆς Κασσιό-
πης, ὃ καλοῦσι Φαλακρόν. μετὰ δὲ Ὄγχησμον Ποσείδιον καὶ
Βουθρωτὸν ἐπὶ τῷ στόματι τοῦ Πηλώδους καλουμένου λιμέ
νος, ἱδρυμένον ἐν τόπῳ χερρονησίζοντι, ἐποίκους ἔχον Ρωμαί- 20
ους, καὶ τὰ Σύβοτα. εἰσὶ δὲ νησῖδες τὰ Σύβοτα, τῆς μὲν
Ἠπείρου μικρὸν ἀπέχουσαι, κατὰ δὲ τὸ ἑῷον ἄκρον τῆς Κορ-
κυραίας τὴν Λευκίμμαν κείμεναι. καὶ ἄλλαι δ ̓ ἐν τῷ παρά-

1. χαονίας Β (sed hic sec. m. corr.) Cl. 4. or om. C. 14. oyχημος AC ὄγχιμος Β' ὄγχισμος no, quod rec. Cas.: verum denique dedit Tzsch. coll. Ptolem. III, 13. Cic. ad Att. VII, 2. 15. Κασσώπη Tzsch. Cor. probante Grosk.: at distinguenda sunt Cassiope portus et Cassope urbs in Cassopaeorum agro (v. Ptolem. III, 13). Mirum est quod legitur in Epit: ὅτι ἀπὸ Κασσιόπης, τῆς ἐν Κερκύρα, ἕως Βρεν τεσίου κτλ. 17. κασσιώπης 4 κασσώπης Tzsch. Cor. 18. Vocibus μετὰ δὲ cum finiatur folium in A, id quod sequitur incipit ab argumento libri VIII: quaternio integer excidit. Eadem autem, quae in A desunt, desiderantur etiam in ghi; in g duae, in h tres paginae vacuae sunt relictae. ὄγχιμον Βὶ ὄγχημον C (3) ὄγχισμον η Cas.; Tzsch. 20. χερσονησίζοντι C. 21. νησίδες τὰ σίβοτα C. 23. λεύ κιμαν Β λευκίμμην l edd., et sic quidem hoc nomen effert Thucyd. (I, 30. 47), sed Λεύκιμμα (sic) legitur etiam apud Ptolem. (ΙΙ, 13): est haec forma dorica. καὶ om. C.

corr.

πλῳ νησῖδες εἰσὶν οὐκ ἄξιαι μνήμης. ἔπειτα ἄκρα Χειμέριον καὶ Γλυκὺς λιμήν, εἰς ὃν ἐμβάλλει ὁ Ἀχέρων ποταμός, ῥέων ἐκ τῆς Ἀχερουσίας λίμνης καὶ δεχόμενος πλείους ποταμούς, ὥστε καὶ γλυκαίνειν τὸν κόλπον· ῥεῖ δὲ καὶ ὁ Θύαμις πλη5 σίον. ὑπέρκειται δὲ τούτου μὲν τοῦ κόλπου Κίχυρος, ἡ πρότε ρον Ἔφυρα, πόλις Θεσπρωτῶν· τοῦ δὲ κατὰ Βουθρωτὸν ἡ Φοινίκη. ἐγγὺς δὲ τῆς Κιχύρου πολίχνιον Βουχέτιον Κασσωπαίων, μικρὸν ὑπὲρ τῆς θαλάττης ὄν, καὶ Ἐλάτρια καὶ Πανδοσία καὶ Α. 500 Βατίαι ἐν μεσογαίᾳ· καθήκει δ ̓ αὐτῶν ἡ χώρα μέχρι τοῦ κόλ 10 που. μετὰ δὲ Γλυκὺν λιμένα ἐφεξῆς εἰσι δύο ἄλλοι λιμένες, ὁ μὲν ἐγγυτέρω καὶ ἐλάττων Κόμαρος, ἰσθμὸν ποιῶν ἑξήκοντα σταδίων πρὸς τὸν Ἀμβρακικόν κόλπον καὶ τὸ τοῦ Σεβαστοῦ Καίσαρος κτίσμα, τὴν Νικόπολιν· ὁ δὲ ἀπωτέρω καὶ μείζων καὶ ἀμείνων πλησίον τοῦ στόματος τοῦ κόλπου, διέχων τῆς 15 Νικοπόλεως ὅσον δώδεκα σταδίους.

Τ

6. Ἐφεξῆς δὲ τὸ στόμα τοῦ Ἀμβρακικού κόλπου· τούτου C. 325 δὲ τοῦ κόλπου τὸ μὲν στόμα μικρῷ τοῦ τετρασταδίου μεῖζον, ὁ δὲ κύκλος καὶ τριακοσίων σταδίων, εὐλίμενος δὲ πᾶς. οἰκοῦσι δὲ τὰ μὲν ἐν δεξιᾷ εἰσπλέουσι τῶν Ἑλλήνων Ακαρνᾶνες, καὶ 20 ἱερὸν τοῦ Ακτίου Απόλλωνος ἐνταῦθά ἐστι πλησίον τοῦ στόματος, λόφος τις, ἐφ ̓ ᾧ ὁ νεώς, καὶ ὑπ ̓ αὐτῷ πεδίον ἄλσος ἔχον καὶ νεώρια, ἐν οἷς ἀνέθηκε Καῖσαρ τὴν δεκαναΐαν ἀκροθίνιον, ἀπὸ μονοκρότου μέχρι δεκήρους· ὑπὸ πυρὸς δὲ ἠφανί σθαι καὶ οἱ νεώσοικοι λέγονται καὶ τὰ πλοῖα· ἐν ἀριστερᾷ δὲ 25 ἡ Νικόπολις καὶ τῶν Ἠπειρωτῶν οἱ Κασσωπαῖοι μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀμβρακίαν· ὑπέρκειται δὲ αὕτη τοῦ μυχοῦ μια

esse videatur.

4. ò om. Bl. Θυμίαμις ΙΒ, sed in hoc puncta sub με posita. 6. τοῦ] τὸ BC. 7. Βουχαίτιον codd : at v. Εtym. magn. p. 210. Eadem urbs ap. Demosth. (de Halonn. §. 32 Β) appellatur Βούχενα, quam scripturam servat etiam Harpocrat. s. v., ita ut & pro vero habendum 8. ἐλάτεια Pleth. et sic Dem. 1. 1., ἐλάτρεια habet Harpocration s. v., unde & praeferendum esse putabat Tzsch., sed tuetur Steph. s. ν. ἐλάτεια. 9. βάτιαι Β. 19. τὰ] τὰς Cl τοῖς Β (sed or sec. m. in litura scriptum) Ε edd. τὰ restituit iam Pleth.: idem mox habet εἰσπλέοντι. 22. δεκανέαν ABCl edd. τὴν ἐπ' ἀκροθίνιον το δεκάνεων Pleth.: verum, quod Wess. ad Diod. XIV, 103 vidit, restituere non dubitavi. 26. τοῦ μυχοῦ om. Ε.

παιδόσια C.

κρόν, Γόργου τοῦ Κυψέλου κτίσμα· παραρρεῖ δ ̓ αὐτὴν ὁ Ἄρατθος ποταμός, ἀνάπλουν ἔχων ἐκ θαλάττης εἰς αὐτὴν ὀλίγων σταδίων, ἀρχόμενος ἐκ Τύμφης ὄρους καὶ τῆς Παρωραίας. Α. 501 ηὐτύχει μὲν οὖν καὶ πρότερον ἡ πόλις αὕτη διαφερόντως (τὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν ὁ κόλπος), μάλιστα δ ̓ ἐκόσμη- 5 σεν αὐτὴν Πύρρος, βασιλείῳ χρησάμενος τῷ τόπῳ· Μακεδόνες δ ̓ ὕστερον καὶ Ῥωμαῖοι καὶ ταύτην καὶ τὰς ἄλλας κατεπόνησαν τοῖς συνεχέσι πολέμοις διὰ τὴν ἀπείθειαν, ὥστε τὸ τελευταῖον ὁ Σεβαστὸς ὁρῶν ἐκλελειμμένας τελέως τὰς πόλεις εἰς μίαν συνώκισε τὴν ὑπ ̓ αὐτοῦ κληθεῖσαν Νικόπολιν ἐν τῷ 10 κόλπῳ τούτῳ, ἐκάλεσε δ ̓ ἐπώνυμον τῆς νίκης, ἐν ᾗ κατεναυ μάχησεν Αντώνιον πρὸ τοῦ στόματος τοῦ κόλπου καὶ τὴν Αἰ γυπτίων βασίλισσαν Κλεοπάτραν, παροῦσαν ἐν τῷ ἀγῶνι καὶ αὐτήν. ἡ μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθ ̓ ἡμέ ραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν λαφύ- 15 ρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δ ̓ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος. ἀποδέδεικται δ ̓ ὁ ἀγὼν Ὀλύμπιος, τὰ Ακτια, ἱερὸς τοῦ Ακτίου Απόλλωνος, τὴν δ ̓ ἐπιμέλειαν ἔχου- 20

1. τόλγου Bl ald. τέργου Ο γόργου, quod recepit Cor., exhibet Epit., uti et Scymnus Chius v. 454; eique scripturae favet nomen, corruptum quidem et ipsum, quod est in codd. X, 452: Τόργος habet Anton. Liber. c. 4, ubi vid. Kochii not. ἄροθος Ε ἄραχθος C(?) edd. inde a Xyl., qui hanc scripturam sumpsit ex Ptolem. III, 13. Plin. IV, 1. Liv. XLIII, 22. Sed alteram egregie tuetur Dionysii (Pseudo - Dicaearchi) Αναγραφὴ τῆς Ἑλλάδος ν. 42 (v. Letronne Fragm. des poèmes geogr. etc. p. 143): et videtur ad eam revocandum esse Ἄρατος, quod praebent codd. ap. Polyb. XXII, 9, 4, et ὁ Ρατῶος, quod legitur infra 327. Nec multum abest ab ea nomen Αραιθος, corruptum fortasse et ipsum, quod habet Lycophron Cassandr. 409, quoque Callimachum usum fuisse Tzetzes testatur ad h. 1., et Arethon ap. Liv. XXXVIII, 3. 2. ὀλίγων] οκτώ scribendum esse suspicatur Cor.: frustra. 3. στίμ φης Ο στύμφης Bl Cor. corr. atque infra p. 326 codd. bis praebent τυμφαῖος. Adhaesisse videtur ex altera literae κ parte; sed etiam alibi idem nomen similiter corruptum est: v. Arrian. de exp. Alex. 7. Callim. in Dion. 178. Diod. ΧΧ, 28. παρωρέας Β ́ παρωρείας ald. 4. ευτύχει Cor. 18. άλσος, et v sec. m. supra o add., Β.

P.

[ocr errors]

σιν αὐτοῦ Λακεδαιμόνιοι. αἱ δ ̓ ἄλλαι κατοικίαι περιπόλιοι τῆς Νικοπόλεως εἰσιν. ἤγετο δὲ καὶ πρότερον τὰ Ἄκτια τῷ θεῷ, στεφανίτης ἀγών, ὑπὸ τῶν περιοίκων· νυνὶ δ ̓ ἐντιμότερον ἐποίησεν ὁ Καῖσαρ.

5 7. Μετὰ δὲ τὴν Ἀμβρακίαν τὸ Ἄργος ἐστὶ τὸ Ἀμφιλοχικόν, κτίσμα Αλκμαίωνος καὶ τῶν παίδων. Ἔφορος μὲν οὖν φησι τὸν Ἀλκμαίωνα μετὰ τὴν Ἐπιγόνων ἐπὶ τὰς Θήβας στρατείαν, παρακληθέντα ὑπὸ Διομήδους, συνελθεῖν εἰς Αιτωλίαν αὐτῷ καὶ συγκατακτήσασθαι ταύτην τε καὶ τὴν Ακαρνανίαν· 10 καλοῦντος δ ̓ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Αγαμέμνονος, τὸν μὲν Διομήδη πορευθῆναι, τὸν δ ̓ Ἀλκμαίωνα, μείναντα ἐν C. 326 τῇ Ακαρνανίᾳ, τὸ Ἄργος κτίσαι, καλέσαι δ' Αμφιλοχικὸν ἐπ- Α. 502 ώνυμον τοῦ ἀδελφοῦ, Ἴναχον δὲ τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσαγο15 ρεῦσαι. Θουκυδίδης δέ φησιν αὐτὸν Ἀμφίλοχον μετὰ τὴν ἐκ Τροίας ἐπάνοδον, δυσαρεστοῦντα τοῖς ἐν Ἄργει, παρελθεῖν εἰς τὴν Ακαρνανίαν, διαδεξάμενον δὲ τὴν τἀδελφοῦ δυναστείαν κτίσαι τὴν πόλιν ἐπώνυμον ἑαυτοῦ.

8. Ἠπειρῶται δ ̓ εἰσὶ καὶ Ἀμφίλοχοι καὶ οἱ ὑπερκείμενοι 20 καὶ συνάπτοντες τοῖς Ἰλλυρικοῖς ὄρεσι, τραχεῖαν οἰκοῦντες χώραν, Μολοττοί τε καὶ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τυμφαῖοι καὶ Ὀρέσται Παρωραιοί τε καὶ Ἀτιντᾶνες, οἱ μὲν πλησιάζον τες τοῖς Μακεδόσι μᾶλλον, οἱ δὲ τῷ Ἰονίῳ κόλπῳ. λέγεται δὲ τὴν Ορεστιάδα κατασχεῖν ποτε Ὀρέστης, φεύγων τὸν τῆς μη25 τρὸς φόνον, καὶ καταλιπεῖν ἐπώνυμον ἑαυτοῦ τὴν χώραν, κτίσαι δὲ καὶ πόλιν, καλεῖσθαι δ ̓ αὐτὴν Ἄργος Ορεστικόν. ἀναμέμικται δὲ τούτοις τὰ Ἰλλυρικὰ ἔθνη τὰ πρὸς τῷ νοτίῳ μέσ ρει τῆς ὀρεινῆς καὶ τὰ ὑπὲρ τοῦ Ἰονίου κόλπου· τῆς γὰρ Ἐπι δάμνου καὶ τῆς Ἀπολλωνίας μέχρι τῶν Κεραυνίων ὑπεροι

3. νῦν Β' edd.

inde Cas. a

11. ἀλκμαίονα Γ. 17. τοῦ ἀδελφοῦ edd. 19. ἠπειρωτῶν δ ̓ εἰσὶ καὶ οἱ ἀμφιλοχικοί Ε. 21. alιγκες Β (sed κ sec. m. in litura scriptum) Cl καὶ οἱ αἴθικες Ε. 23. ἰονικῷ Cl edd. ιωνικῷ, sed @ in o sec. m. mut., Β: quae scriptura 28. ἰωνίου, et @ in o

erroris originem indicat.

sec. m. mut., Β ἰωνικοῦ p.

Strabo. II.

27. μέρη BCE.

29. των om. Tzsch. Cor.

5

« PreviousContinue »