Page images
PDF
EPUB

ποῦται. ἐτίμησαν δ ̓ οἱ βασιλεῖς τὸ ἱερὸν τοῦτο οὕτως εἰς ὑπερβολήν, ὥστε τὸν βασιλικόν καλούμενον ὅρκον τοῦτον ἀπέφηναν Τύχην βασιλέως καὶ Μῆνα Φαρνάκου· ἔστι δὲ καὶ τοῦτο τῆς Σελήνης τὸ ἱερόν, καθάπερ τὸ ἐν Ἀλβανοῖς καὶ τὰ ἐν Φρυγίᾳ, 5 τό τε τοῦ Μηνὸς ἐν τῷ ὁμωνύμῳ τόπῳ καὶ τὸ τοῦ Ἀσκαίου τὸ πρὸς Ἀντιοχείᾳ τῇ πρὸς Πισιδίαν καὶ τὸ ἐν τῇ χώρᾳ τῶν Ἀντιοχέων.

32. Ὑπὲρ δὲ τῆς Φανεροίας ἐστὶ τά * τε* Κόμανα τὰ ἐν τῷ Πόντῳ, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ καὶ τῇ 10 αὐτῇ θεῷ καθιερωμένα, ἀφιδρυθέντα ἐκεῖθεν, σχεδὸν δέ τι καὶ τῇ ἀγωγῇ παραπλησίᾳ κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς, καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων· ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς, 15 καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα.

33. Εμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ, ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν, καὶ ἄλλου Δορυλάου, ὃς ἦν ἐκείνου ἀδελφιδοῦς, υἱὸς δὲ Φιλεταίρου, καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν 20 καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασι

quam

2. τοῦτο C Cor.

4. τὰ ἐν ἀλβανοῖς C. - τὸ ἐν Φρυγία ald.

5. Post Μηνός Cor. excidisse putat Κάρου, cuius templum inter Carura et Laodiceam situm infra p. 579 commemoratur, ita ut τόπος iste ὁμώνυμος aut Carura ipsa aut Καρόπολις sit a Stephano s. v. nominata: addi potuit Καρίς s. Καρίδες Phrygiae urbs ab eodem Steph. s. v. Καρία dicta. Sed parum probabilis mihi videtur haec opinio; sana contra iudico omnia, locumque istum cognominem censeo esse Μηνός κώμην, in Phrygia sitam laudat Athen. II, 43, quamque etiam Μηνός ἱε góv simpliciter nominatam fuisse haud improbabile est. Αρχαίου Tzsch. coll. p. 577, simul ex Vaillant. Num. colon. falso referens ita legi in numis; rectius haud dubie Wesseling. censet (v. ad Hieroclis Synecd. p. 669) Μηνα Ασκαῖον non diversum esse ab eo, qui Μὴν Ἄσκηνος appellatur in numis Sardianorum. 6. τῇ ante Αντιοχείᾳ add. ald. πρὸς Πισιδίᾳ i Cor., uti legitur p. 577, magisque concinit Strabonis consuetudini. κίας χ. τε om. 2 Cor., nec ferri potest. θιερωμένα om. l.

[ocr errors]

9. τοῖς] τῇ Ε.

8. φαρνα10. xα

18. ἀδελφιδοὺς D (circumflexus in gravem pr. m.

mut.) – φιλετέρου codd.

Strabo. II.

-

ὅτι χα.

35

λείαν ἀφιστὰς Ῥωμαίοις· καταλυθέντος δ ̓ ἐκείνου, συνδιεβλήθη καὶ τὸ γένος. ὀψὲ δὲ Μοαφέρνης, ὁ θεῖος τῆς μητρὸς ἡμῶν, εἰς ἐπιφάνειαν ἦλθεν ἤδη πρὸς καταλύσει τῆς βασιλείας, καὶ πάλιν τῷ βασιλεῖ συνητύχησαν καὶ αὐτὸς καὶ οἱ ἐκείνου φίλοι, πλὴν εἴ τινες ἔφθησαν προαποστάντες αὐτοῦ, καθάπερ ὁ πάπ- 5 Α. 836 πος ἡμῶν ὁ πρὸς * πατρὸς* αὐτῆς, ὃς ἰδὼν τὰ τοῦ βασιλέως κακῶς φερόμενα ἐν τῷ πρὸς Λεύκολλον πολέμῳ, καὶ ἅμα ἠλ λοτριωμένος αὐτοῦ δι ̓ ὀργήν, ὅτι ἀνεψιὸν αὐτοῦ Τίβιον καὶ υἱὸν ἐκείνου Θεόφιλον ἐτύγχανεν ἀπεκτονὼς νεωστί, ώρμησε τιμωρεῖν ἐκείνοις τε καὶ ἑαυτῷ, καὶ λαβὼν παρὰ τοῦ Λευκόλ- 10 C. 558 λου πίστεις ἀφίστησιν αὐτῷ πεντεκαίδεκα φρούρια, καὶ ἐπαγγελίαι μὲν ἐγένοντο ἀντὶ τούτων μεγάλαι· ἐπελθὼν δὲ Πομπήιος ὁ διαδεξάμενος τὸν πόλεμον πάντας τοὺς ἐκείνῳ τι χαρισαμένους ἐχθροὺς ὑπέλαβε διὰ τὴν γενομένην αὐτῷ πρὸς ἐκεῖνον ἀπέχθειαν, διαπολεμήσας δὲ καὶ ἐπανελθὼν οἴκαδε ἐξενί- 15 κησεν, ὥστε τὰς τιμάς, ἃς ὑπέσχετο ὁ Λεύκολλος τῶν Ποντικῶν τισι, μὴ κυρῶσαι τὴν σύγκλητον· ἄδικον γὰρ εἶναι, και τορθώσαντος ἑτέρου τὸν πόλεμον, τὰ βραβεῖα ἐπ' ἄλλῳ γενέσθαι καὶ τὴν τῶν ἀριστείων διανομήν.

34. Ἐπὶ μὲν οὖν τῶν βασιλέων οὕτω τὰ Κόμανα διῳκεῖτο, 20 ὡς εἴρηται, παραλαβὼν δὲ Πομπήιος τὴν ἐξουσίαν Αρχέλαον ἐπέστησεν ἱερέα καὶ προσώρισεν αὐτῷ χώραν δίσχοινον κύκλῳ (τοῦτο δ ̓ ἐστὶν ἑξήκοντα στάδιοι), πρὸς τῇ ἱερᾷ προστάξας τοῖς ἐνοικοῦσι πειθαρχεῖν αὐτῷ· τούτων μὲν οὖν ἡγεμὼν ἦν καὶ τῶν τὴν πόλιν οἰκούντων ἱεροδούλων κύριος πλὴν τοῦ πι- 25 πράσκειν· ἦσαν δὲ οὐκ ἐλάττους οὐδ ̓ ἐνταῦθα τῶν ἑξακισχι λίων. ἦν δ ̓ οὗτος Αρχέλαος υἱὸς μὲν τοῦ ὑπὸ Σύλλα καὶ τῆς συγκλήτου τιμηθέντος, φίλος δὲ Γαβινίου τῶν ὑπατικών τινος.

4. συνητύχησε οχ.. 6. πατρὸς om. Cor. recte, utpote manifesto ortum ex πρός: neque audiendus Groskurdius, qui μητρὸς longius abesse ratus, quam quo αὐτῆς bene referatur, proponit ὁ πρὸς μητρὸς αὐτός. Multo magis a vero videtur aberrasse Tyrwhittus, qui nomen avi Strabonis ex parte paterna in avtīs latere suspicatus est. 7. λεύκουλλον loax ald. et sic const. 11. σὺν ante αὐτῷ add. ald. 20. βασιλειῶν codd., Cas. corr.

03.

22. προσώρησεν C.

αὐτοῦ ΟΧ. 25. και om.

τῶν om. rw. 27. μὲν υἱὸς CDhlx. 28. δὲ om. 1. γα

ἐκείνου δὲ πεμφθέντος εἰς Συρίαν ἧκε καὶ αὐτὸς ἐπ' ἐλπίδι τοῦ κοινωνήσειν αὐτῷ παρασκευαζομένῳ πρὸς τὸν Παρθικὸν πόλεμον, οὐκ ἐπιτρεπούσης δὲ τῆς συγκλήτου, ταύτην ἀφεὶς τὴν ἐλπίδα, ἄλλην εὕρατο μείζω. ἐτύγχανε γὰρ Πτολεμαῖος ὁ 5 τῆς Κλεοπάτρας πατὴρ ὑπὸ τῶν Αἰγυπτίων ἐκβεβλημένος, θυγάτηρ δ ̓ αὐτοῦ κατεῖχε τὴν βασιλείαν, ἀδελφὴ πρεσβυτέρα τῆς Κλεοπάτρας· ταύτῃ ζητουμένου ἀνδρὸς βασιλικοῦ γένους, ἐνεχείρισεν ἑαυτὸν τοῖς συμπράττουσι, προσποιησάμενος Μιθριδά- Α. 837 του τοῦ Εὐπάτορος υἱὸς [εἶναι], καὶ παραδεχθεὶς ἐβασίλευσεν 10 ἓξ μῆνας. τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει, κατάγων τὸν Πτολεμαῖον.

35. Υἱὸς δ ̓ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν· εἶν ̓ ὕστερον Λυκομήδης, ᾧ καὶ τετράσχοινος ἄλλη προσετέθη· καταλυθέν τος δὲ καὶ τούτου νῦν ἔχει Δύτευτος, υἱὸς Ἀδιατόριγος, ὃς 15 δοκεῖ ταύτης τυγχάνειν τῆς τιμῆς παρὰ Καίσαρος τοῦ Σεβα στοῦ δι ̓ ἀρετήν. ὁ μὲν γὰρ Καῖσαρ, θριαμβεύσας τὸν Ἀδιατόριγα μετὰ παίδων καὶ γυναικός, ἔγνω ἀναιρεῖν μετὰ τοῦ πρεσβυτάτου τῶν παίδων (ἦν δὲ πρεσβύτατος οὗτος), τοῦ δὲ δευτέρου τῶν ἀδελφῶν αὐτοῦ φήσαντος εἶναι πρεσβυτάτου πρὸς 20 τοὺς ἀπάγοντας στρατιώτας, ἔρις ἦν ἀμφοτέροις πολὺν χρόνον, ἕως οἱ γονεῖς ἔπεισαν τὸν Δύτευτον, παραχωρῆσαι τῷ νεωτέρῳ C. 559 τῆς νίκης· αὐτὸν γὰρ ἐν ἡλικίᾳ μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῇ μητρὶ ἔσεσθαι καὶ τῷ λειπομένῳ ἀδελφῷ· οὕτω δὲ τὸν μὲν συναποθανεῖν τῷ πατρί, τοῦτον δὲ σωθῆναι καὶ τυ 25 χεῖν τῆς τιμῆς ταύτης. αἰσθόμενος γάρ, ὡς ἔοικε, Καῖσαρ ἤδη τῶν ἀνθρώπων ἀνῃρημένων ἠχθέσθη, καὶ τούς γε σωζομένους

βηνίου codd., Xyl. corr. 2. του om. l. 4. εΐρετο C ald., idque
cum Tzsch. ex reliquorum codd. auctoritate mutavisset, Cor. denuo re-
cepit: mihi altera forma, quantumvis sequior, propter maiorem testium
numerum videtur retinenda.
χείρησεν CD.

[ocr errors]

μείζονα χ. 5. αἰγιπτίων C. 7. Eve9. εἶναι om. codd. ac Tzsch. in notis ait se reiecisse, sed

in textu reliquit: neque qui abesse possit intelligo. ** γαβήνιος codd. rell. 14. δύτευκτος hi

[blocks in formation]

10. ταβήνιος D 16. δι' ἀρετήν] διὰ 26. ἀνῃρημένων om. W.

εὐεργεσίας καὶ ἐπιμελείας ἀξίους ὑπέλαβε, δοὺς αὐτοῖς ταύτην τὴν τιμήν.

36. Τὰ μὲν οὖν Κόμανα εὐανδρεῖ καὶ ἔστιν ἐμπόριον τοῖς ἀπὸ τῆς Ἀρμενίας ἀξιόλογον, συνέρχονται δὲ κατὰ τὰς ἐξόδους τῆς θεοῦ πανταχόθεν ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας 5 ἄνδρες ὁμοῦ γυναιξὶν ἐπὶ τὴν ἑορτήν· καὶ ἄλλοι δὲ κατ ̓ εὐχὴν ἀεί τινες ἐπιδημοῦσι, θυσίας ἐπιτελοῦντες τῇ θεῷ. καί εἰσιν ἁβροδίαιτοι οἱ ἐνοικοῦντες, καὶ οἰνόφυτα τὰ κτήματα αὐτῶν ἐστι πάντα, καὶ πλῆθος γυναικῶν τῶν ἐργαζομένων ἀπὸ τοῦ σώματος, ὧν αἱ πλείους εἰσὶν ἱεραί. τρόπον γὰρ δή τινα μι- 10 κρὰ Κόρινθός ἐστιν ἡ πόλις· καὶ γὰρ ἐκεῖ διὰ τὸ πλῆθος τῶν ἑταιρῶν, αἳ τῆς Ἀφροδίτης ἦσαν ἱεραί, πολὺς ἦν ὁ ἐπιδημῶν καὶ ἐνεορτάζων τῷ τόπῳ· οἱ δ ̓ ἐμπορικοὶ καὶ στρατιωτικοὶ τελέως ἐξανηλίσκοντο, ὥστ ̓ ἐπ ̓ αὐτῶν καὶ παροιμίαν ἐκπεσεῖν τοιαύτην·

επ

οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθ ̓ ὁ πλοῦς. τὰ μὲν δὴ Κόμανα τοιαῦτα.

15

37. Τὴν δὲ κύκλῳ πᾶσαν ἔχει Πυθοδωρίς, ἧς ἥ τε Φα νάροιά ἐστι καὶ ἡ Ζηλῖτις καὶ ἡ Μεγαλοπολῖτις. περὶ μὲν Φαναροίας εἴρηται· ἡ δὲ Ζηλῖτις ἔχει πόλιν Ζῆλα ἐπὶ χώματι Σε- 20 Α. 838 μιράμιδος τετειχισμένην, ἔχουσαν τὸ ἱερὸν τῆς Ἀναίτιδος, ἥν

περ καὶ οἱ Αρμένιοι σέβονται. αἱ μὲν οὖν ἱεροποιίαι μετὰ μείζονος ἁγιστείας ἐνταῦθα συντελοῦνται, καὶ τοὺς ὅρκους περὶ τῶν μεγίστων ἐνταῦθα Ποντικοὶ πάντες ποιοῦνται· τὸ δὲ πλῆθος τῶν ἱεροδούλων καὶ αἱ τῶν ἱερέων τιμαὶ παρὰ μὲν τοῖς 25 βασιλεῦσι τὸν αὐτὸν εἶχον τύπον, ὅνπερ προείπομεν, νυνὶ· δὲ ἐπὶ τῇ Πυθοδωρίδι πάντ ̓ ἐστίν. ἐκάκωσαν δὲ πολλοὶ καὶ ἐμεί

3. ἐμπορεῖον codd., exc. Crx, edd.
7. τε post θυσίας add. ald.
12. ἑταιρίδων ο% Tzsch. Cor.

6. ταῖς

9. τὰ ante

13. ὄχλος

1. ταύτην om. i. ante γυναιξὶν add. ald. πάντα add. Dhi ald. post τόπῳ addendum censet Grosk. coll. VIII, 378 extr., parum probabiliter. 19. ζηλῆτις codd. hic et paulo post; Tzsch. corr. coll. p. 557. 20. δὲ] μὲν C. 23. ἁγιστίας CD, sed in hoc i in et sec. rn. mut 24. Ποντικοὶ] πολιτικοὶ codd. et praemisso articulo xx, quem inde receperunt Tzsch. Cor., minime necessarium, si populi nomen scribitur a Corae certissima coniectura restitutum: cf. XI, 511. extr. 27. ὑπὸ pro

ωσαν τό τε πλῆθος τῶν ἱεροδούλων καὶ τὴν ἄλλην εὐπορίαν. ἐμειώθη δὲ καὶ ἡ παρακειμένη χώρα μερισθεῖσα εἰς πλείους δυναστείας, ἡ λεγομένη Ζηλῖτις, * ἡ ἔχει πόλιν Ζῆλα ἐπὶ χώματι*. τὸ παλαιὸν μὲν γὰρ οἱ βασιλεῖς οὐχ ὡς πόλιν, ἀλλ ̓ 5 ὡς ἱερὸν διώκουν τῶν Περσικῶν θεῶν τὰ Ζῆλα, καὶ ἦν ὁ ἱε ρεὺς κύριος τῶν πάντων· ᾠκεῖτο δ ̓ ὑπὸ τοῦ πλήθους τῶν ἱε ροδούλων καὶ τοῦ ἱερέως, ὄντος ἐν περιουσίᾳ μεγάλῃ, καὶ †τοῖς περὶ αὐτὸν οὐκ ὀλίγοις χώρα τε ὑπέκειτο ἱερὰ καὶ ἡ τοῦ ἱερέως. Πομπήιος δὲ πολλὰς ἐπαρχίας προσώρισε τῷ τόπῳ καὶ C. 560 10 πόλιν ωνόμασε καὶ ταύτην καὶ τὴν Μεγαλόπολιν· συνθεὶς ταύτην τε εἰς ἓν τήν τε Κουλουπηνὴν καὶ τὴν Καμισηνήν, ὁμόρους οὔσας τῇ τε μικρᾷ Ἀρμενίᾳ καὶ τῇ Λαουιανσηνῇ, ἐχούσας ὀρυκτοὺς ἅλας καὶ ἔρυμα ἀρχαῖον τὰ Κάμισα, νῦν κατεσπασμέ νον· οἱ δὲ μετὰ ταῦτα ἡγεμόνες τῶν Ῥωμαίων τῶν δυεῖν που 15 λιτευμάτων τούτων τὰ μὲν τοῖς Κομάνων ἱερεῦσι προσένειμαν, τὰ δὲ τῷ Ζήλων ἱερεῖ, τὰ δ ̓ Ἀτεπόριγι, δυνάστῃ τινὶ τοῦ τετραρχικοῦ γένους τῶν Γαλατῶν ἀνδρί· τελευτήσαντος δ ̓ ἐκεί

[ocr errors]

-

ἐπὶ fortasse scribendum esse suspicatur Cor. πολλὰς ὶ πολὺ Cor. coll.
p. 567, ad Romanos referenda esse verba εκάκωσαν et ἐμείωσαν ralus
3. ζηλῆτις CD. Verba ἢ ἔχει
parum probabiliter.
χώματι Cor.
asteriscis inclusit, ex superioribus hic male repetita esse recte iudicans:
languent etiam paullulum quae proxime praecedunt ἡ λεγομένη Ζηλίτις.
7. καὶ ante του om. r. 8. ἡ] ἦν Cor., quae mutatio valde arridet:
neque enim in ciusmodi locis regio sacra et sacerdotis ager distingui
solet, sed sacerdotis est ager sacer totus; neque placent τοῖς περὶ αὐτὸν
οὐκ ὀλίγοις χώρα ὑπέκειτο κτλ. Probata autem illa scriptura dativus
τοῖς ὀλίγοις quomodo explicari possit non intelligo; ad ὠκεῖτο enim eum
referre non licebit. Genitivum igitur τῶν ὀλίγων scribendum esse
crediderim, quo restituto omnia optime procedunt. 11. καλουμένην
ante Κουλουπηνὴν add. ald. 12. λαυιασηνή CDhlrw λανιασηνη οαπ.
λανασηνη ald. Λαουινιασηνῇ Tzsch. Cor.: cf. ad 534, 539.
13. άρ
χαῖον om. l. 14. δυοῖν ald. δύο i Cor. 15. τοῖς] τῶν Ο.
κομάνοις Ι. 16. δὲ τέποργι codd. Teporigi Guar., quod recipien-
dum censuit Palmer. (v. in auctt. Gr. p. 334) propter similitudinem alio-
rum nominum Gallicorum, velut Adiatorix clc.: Ατεπόριγι Tzsch. scri-
psit ex sent. Jebbii (v. de vita Aristid. ante edit. §. 2 p. 5. n. 3.) et
Eckhelii (v. Doctr. num. I, 3 p. 184), quod nomen legitur in titulo
Ancyrano (v. Boeckh. C. J. III, No. 4039.).

« PreviousContinue »