κατοικίαι μέτριαι, εἶτα τῆς Ἑρμωνάσσης πλησίον ἡ Τραπεζοῦς, εἶθ ̓ ἡ Κολχίς· ἐνταῦθα δέ που ἐστὶ καὶ Ζυγόπολίς τις λεγομένη κατοικία. περὶ μὲν οὖν τῆς Κολχίδος εἴρηται καὶ τῆς ὑπερκειμένης παραλίας. 18. Τῆς δὲ Τραπεζοῦντος ὑπέρκεινται καὶ τῆς Φαρνακίας 5 Τιβαρανοί τε καὶ Χαλδαῖοι καὶ Σάννοι, οὓς πρότερον ἐκάλουν Μάκρωνας, καὶ ἡ μικρὰ Ἀρμενία, καὶ οἱ Ἀππαΐται δέ πως πλησιάζουσι τοῖς χωρίοις τούτοις, οἱ πρότερον Κερκῖται. διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης, ὄρος τραχύτατον, συνάπτον τοῖς Μοσχικοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς Κολχίδος, οὗ τὰ ἄκρα 10 κατέχουσιν οἱ Ἑπτακωμῆται, καὶ ὁ Παρυάδρης ὁ μέχρι τῆς μικρᾶς Ἀρμενίας ἀπὸ τῶν κατὰ Σιδηνὴν καὶ Θεμίσκυραν τό πων διατείνων καὶ ποιῶν τὸ ἑωθινὸν τοῦ Πόντου πλευρόν. C. 549 Εἰσὶ δ ̓ ἅπαντες μὲν οἱ ὄρειοι τούτων ἄγριοι τελέως, ὑπερβέ βληνται δὲ τοὺς ἄλλους οἱ Ἑπτακωμῆται· τινὲς δὲ καὶ ἐπὶ δέν- 15 δρεσιν ἢ πυργίοις οἰκοῦσι, διὸ καὶ Μοσυνοίκους ἐκάλουν οἱ παλαιοί, τῶν πύργων μοσύνων λεγομένων. ζῶσι δ ̓ ἀπὸ θηρείων Α. 826 σαρκῶν καὶ τῶν ἀκροδρύων, ἐπιτίθενται δὲ καὶ τοῖς ὁδοιποροῦσι, καταπηδήσαντες ἀπὸ τῶν ἰκρίων. οἱ δὲ Ἑπτακωμῆται τρεῖς Πομπηίου σπείρας κατέκοψαν διεξιούσας τὴν ὀρεινήν, 20 κεράσαντες κρατῆρας ἐν ταῖς ὁδοῖς τοῦ μαινομένου μέλιτος, ὃ φέρουσιν οἱ ἀκρεμόνες τῶν δένδρων· πιοῦσι γὰρ καὶ παρακόψασιν ἐπιθέμενοι ῥᾳδίως διεχειρίσαντο τοὺς ἀνθρώπους. ἐκαλοῦντο δὲ τούτων τινὲς τῶν βαρβάρων καὶ Βύζηρες. 19. Οἱ δὲ νῦν Χαλδαῖοι Χάλυβες τὸ παλαιὸν ὠνομάζοντο, 25 καθ ̓ οὓς μάλιστα ἡ Φαρνακία ἵδρυται, κατὰ θάλατταν μὲν ἔχουσα εὐφυΐαν τὴν ἐκ τῆς πηλαμυδείας (πρώτιστα γὰρ ἁλίσκε ται ἐνταῦθα τὸ ὄψον τοῦτο), ἐκ δὲ τῆς γῆς τὰ μέταλλα, νῦν μὲν σιδήρου, πρότερον δὲ καὶ ἀργύρου. ὅλως δὲ κατὰ τοὺς τό πους τούτους ἡ παραλία στενὴ τελέως ἐστίν· ὑπέρκειται γὰρ εὐθὺς τὰ ὄρη μετάλλων πλήρη καὶ δρυμῶν, γεωργεῖται δ ̓ οὐ πολλά· λείπεται δὴ τοῖς μὲν μεταλλευταῖς ἐκ τῶν μετάλλων ὁ βίος, τοῖς δὲ θαλαττουργοῖς ἐκ τῆς ἁλιείας, καὶ μάλιστα τῶν 5 πηλαμύδων καὶ τῶν δελφίνων· ἐπακολουθοῦντες γὰρ ταῖς ἀγέλαις τῶν ἰχθύων, κορδύλης τε καὶ θύννης καὶ αὐτῆς τῆς πηλαμύδος, πιαίνονταί τε καὶ εὐάλωτοι γίνονται διὰ τὸ πλησιάζειν τῇ γῇ προαλέστερον· δελεαζομένους μόνοι οὗτοι κατακόπτουσι τοὺς δελφίνας καὶ τῷ στέατι πολλῷ χρῶνται πρὸς 10 ἅπαντα. 20. Τούτους οὖν οἶμαι λέγειν τὸν ποιητὴν Ἁλιζώνους ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ· αὐτὰρ Αλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Αλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη· 15 ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ τηλόθεν ἐκ Χαλύβης, ἢ τῶν ἀνθρώπων πρότερον Αλύβων λεγομένων ἀντὶ Χαλύβων· οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότερον δ ̓ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας, καὶ ταῦτα τῶν ὀνομάτων μεταπτώσεις πολλὰς δεχομένων, καὶ μάλιστα ἐν 20 τοῖς βαρβάροις· Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θρακών, εἶτα Σίντοι, εἶτα Σάιοι, παρ ̓ οἷς φησιν Αρχίλοχος τὴν ἀσπίδα Α. 827 ῥῖψαι· ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· 1. γάρ] δὲ oz Cor. Tzsch. corr. ex coni. Cas. 6. πυλαμύδος Γ. 8. προαλέστερον om. 2. δελεαζόμενοι, οὓς codd. τούτους μὲν οὖν οὗτοι Cor., e Dione Chrys. orat. VIII (I p. 280 Reisk.) afferens Prusienses, qui itidem delphinos interfecerint, simul vituperans impeditam verborum compositionem: quam tolerabiliorem redditam esse audacissima ista mutatione nemo concedet. Equidem δελεαζομένους ex coni. Meinekii scribere non dubitavi: simul μόνοι videtur mutandum in μὲν οὖν; cf. ad I, 11. 11. ἐν τῷ ante και ταλόγῳ collocantur in os, eodem loco v inter versus sec. m. add. in D. 15. ἤτοι] ἢ χ. καλύβης CDhlw ald. 23. ἀσπίδι edd. σαϊ τίων rw. - τι CDhi τισι l: τις om. rux ald. ἀνείλετο om. codd., exc. Epit., unde recepit illud Xyl.; ἀγάλλεται edd. inde a Cas. : v. ad X, 457. τὴν] iterant Dhi, τῶν % που κ ἣν edd. inde a Cas. παρὰ] C. 550 οἱ δ ̓ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται· πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους· ὁμοίως δὲ καὶ Βρύγοι και Βρύγες καὶ Φρύγες οἱ αὐτοί, καὶ Μυσοί * καὶ Μέρονες* καὶ Μαίονες καὶ Μήονες· οὐ χρεία δὲ πλεονάζειν. ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος με τάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δ ̓ ἑξῆς καὶ τὰ συνοδὰ οὐ νοῶν, καὶ μάλιστα ἐκ τίνος Αλιζώνους εἴρηκε τοὺς Χάλυ βας, ἀποδοκιμάζει τὴν δόξαν· ἡμεῖς δ ̓ ἀντιπαραθέντες τῇ ἡμε τέρα τὴν ἐκείνου καὶ τὰς τῶν ἄλλων ὑπολήψεις σκοπώμεν. 5 21. Οἱ μὲν μεταγράφουσιν Αλαζώνων, οἱ δ' Ἀμαζώνων 10 ποιοῦντες, τὸ δ ̓ ἐξ Ἀλύβης ἐξ Ἀλόπης [ἢ] ἐξ Ἀλόβης, τοὺς μὲν Σκύθας Αλαζώνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη καὶ Καλλιπίδας καὶ ἄλλα ὀνόματα, ἅπερ Ελλάνικός τε καὶ Ἡρό 74. Ρ. 1. σά περὶ codd., Cor. mutavit. θάμβον D, sed β in μ sec. m. mutatum, ἢ om. codd., - Αλύβης] αόλης codd., Tzsch. corr. de sent. Holst. 1. c. δοτος καὶ Εὔδοξος κατεφλυάρησαν ἡμῶν, τοὺς δ ̓ Αμαζώνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας, καθάπερ Ἔφορος νου μίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ· καὶ τοῦτο μὲν ἔχε ταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν 5 Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δ ̓ ὑπὸ Αμαζόνων· καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι, καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν. ἡ δὲ Ἀλύβη [#], ώς τινες, Αλόπη ἢ Αλόβη πῶς ἂν ἐν τοῖς τόποις τούτοις ἐξητάζετο; πῶς δὲ τηλόθεν; πῶς δ ̓ ἡ τοῦ ἀργύρου γε10 νέθλης 22. Ταῦτα μὲν ἀπολύεται τῇ μεταγραφῇ· γράφει γὰρ οὕτως· αὐτὰρ Αμαζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, ἐλθόντ ̓ ἐξ Ἀλόπης, ὅθ' Αμαζονίδων γένος ἐστί. 15 ταῦτα δ ̓ ἀπολυσάμενος εἰς ἄλλο ἐμπέπτωκε πλάσμα· οὐδαμοῦ γὰρ ἐνθάδε εὑρίσκεται Αλόπη, καὶ ἡ μεταγραφὴ δὲ παρὰ τὴν τῶν ἀντιγράφων τῶν ἀρχαίων πίστιν καινοτομουμένη ἐπὶ του σοῦτον σχεδιασμῷ ἔοικεν. ὁ δὲ Σκήψιος οὔτε τὴν τούτου δόξαν ἔοικεν ἀποδεξάμενος οὔτε τῶν περὶ τὴν Παλλήνην τοὺς 20 Αλιζώνους ὑπολαβόντων, ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονι κοῖς· ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένην Α. 828 νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν· ἐπαι· νεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου, τῶν Ξενοκράτους γνωρίμων ἀνδρός, δόξαν καὶ 25 τὴν Παλαιφάτου, ὧν ὁ μὲν ἐν γῆς περιόδῳ φησίν· ἐπὶ δ ̓ Αλαζία πόλι ποταμὸς * δὲ* Ὀδρύσσης ῥέων διὰ Μυγδονίης 1. τοὺς] τὰς codd. (?), exc. CDi, edd. αμαζόνας codd., exc. C, edd. 2. λυδίας καὶ μυσίας καὶ καρίας i 7. καὶ Μύριναν om. iw. μύρναν Di ald. σμύρναν ή μύραν χ μαγνησίαν ο. 8. ή ante ὡς om. codd., exc. i, ex quo rec. Cor. 13. αμαζόνων Dlowxx. 14. ἐλθόντες 17. τ' ἐξ Dhiw έλθόντες ἐξ lors. 15. άλλον D. - πόρηκε Cor. πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς ΡύνδαC. 551 κον ἐσβάλλει· ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, δι' ὧν Ὀδρύσσης ῥεῖ, ἐν nem omisit: Tzsch, nomen infra eidem flumini a codicibus maiore consensu - 7. μυραῖαν ἀλιζόνων Cor 9. παλαίφυτος i. Palmerii (v. 1. c.). 10. ἀλιζόνων * ex corr., Αλαζώνων Cor. ex coni. |