Page images
PDF
EPUB

τῆς θαλάττης, ὡς καὶ διὰ τοῦτο οὐκ εὐπρόσιτον τὸ χωρίον, καὶ διὰ τὸ πᾶσαν τὴν τῆς πέτρας ἐπιφάνειαν ἐχινώδη καὶ ἀνε πίβατον εἶναι γυμνῷ ποδί· ἄνωθεν μέντοι καὶ ὑπὲρ τῆς πό λεως εὔγεών ἐστι τὸ ἔδαφος καὶ ἀγροκηπίοις κεκόσμηται πυ5 κνοῖς, πολὺ δὲ μᾶλλον τὰ προάστεια. αὐτὴ δ ̓ ἡ πόλις τετεί- C. 546 χισται καλῶς, καὶ γυμνασίῳ δὲ καὶ ἀγορᾷ καὶ στοαῖς κεκόσμηται λαμπρῶς. τοιαύτη δὲ οὖσα δὶς ὅμως ἑάλω, πρότερον μὲν τοῦ Φαρνάκου παρὰ δόξαν αἰφνιδίως ἐπιπεσόντος, ὕστε ρον δὲ ὑπὸ Λευκόλλου καὶ τοῦ ἐγκαθημένου τυράννου καὶ ἐν10 τὸς ἅμα καὶ ἐκτὸς πολιορκουμένη· ὁ γὰρ ἐγκατασταθεὶς ὑπὸ Α. 822 τοῦ βασιλέως φρούραρχος Βακχίδης, ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδοθεν, καὶ πολλὰς αἰκίας καὶ σφαγὰς ποιῶν, ἀπαγορεῦσαι τοὺς ἀνθρώπους ἐποίησε πρὸς ἄμφω, μήτ' ἀμύ νασθαι δυναμένους γενναίως μήτε προσθέσθαι κατὰ συμβά 15 σεις. ἑάλωσαν δ ̓ οὖν· καὶ τὸν μὲν ἄλλον κόσμον τῆς πόλεως διεφύλαξεν ὁ Λεύκολλος, τὴν δὲ τοῦ Βιλλάρου σφαίραν ἦρε καὶ τὸν Αὐτόλυκον, Σθένιδος ἔργον, ὃν ἐκεῖνοι οἰκιστὴν ἐνόμιζον καὶ ἐτίμων ὡς Θεόν· ἦν δὲ καὶ μαντεῖον αὐτοῦ· δοκεῖ δὲ τῶν Ἰάσονι συμπλευσάντων εἶναι καὶ κατασχεῖν τοῦτον τὸν 20 τόπον. εἶθ ̓ ὕστερον Μιλήσιοι τὴν εὐφυΐαν ἰδόντες καὶ τὴν ἀσθένειαν τῶν ἐνοικούντων ἐξιδιάσαντο καὶ ἐποίκους ἔστειλαν· νυνὶ δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται καὶ μέρος τῆς πόλεως καὶ τῆς χώρας ἐκείνων ἐστί. διέχει δὲ τοῦ μὲν Ἱεροῦ τρισχι λίους καὶ πεντακοσίους, ἀφ ̓ Ἡρακλείας δὲ δισχιλίους, Καράμ 25 βεως δὲ ἑπτακοσίους σταδίους. ἄνδρας δὲ ἐξήνεγκεν ἀγαθούς, τῶν μὲν φιλοσόφων Διογένη τὸν Κυνικὸν καὶ Τιμόθεον τὸν

2. vò om. codd., exc. E: Cas. iam voluerat articulum inseri, Cor. inseruit. πάσης Γ. 3. και om. 0%. 4. εὔγαιων CD, sed in

πυκνοῖς] πολλοῖς Ε. ferendum est: praestat

10. πολιορκούμε

13. ἀμύνεσθαι ix.

hoc at in a sec. m. mut., εὔγαιον Irw ald.
5. αὕτη D. 6. δὲ asteriscis inclusit Cor., ac vix
tamen mutare in τε. 9. Λευκούλλου Epit. ald.
νοι Dmx πολιορκουμένου π. ἐγκαταστὰς Σ.
15. δ' omn. ald. 16. λεύκολος D λεύκουλλος ald.
17. αὐτόλυτον codd. (sed s postea correctus): Xyl. corr.
δ ̓ ἔργον ἐ. 19. τῶν] τῷ Ιο: inde τῶν τῷ scripsit Cas.
σταδίους Ε. 24. καὶ ante ἀφ' add. Chlw. 25. σταδίους om Ε.

26. διογένην χ

[ocr errors]

βηλλάρου Dhi.
δὲ ἔργον η
23. γ που

Πατρίωνα, τῶν δὲ ποιητῶν Δίφιλον τὸν κωμικόν, τῶν δὲ συγγραφέων Βάτωνα τὸν πραγματευθέντα τὰ Περσικά.

12. Ἐντεῦθεν δ ̓ ἐφεξῆς ἡ τοῦ Αλυος ἐκβολὴ ποταμοῦ· ὠνόμασται δ ̓ ἀπὸ τῶν ἁλῶν, ἃς παραρρεῖ· ἔχει δὲ τὰς πηγὰς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ τῆς Ποντικῆς πλησίον κατὰ τὴν 5 Καμισηνήν, ἐνεχθεὶς δ ̓ ἐπὶ δύσιν πολύς, εἶτ ̓ ἐπιστρέψας πρὸς τὴν ἄρκτον διά τε Γαλατῶν καὶ Παφλαγόνων ὁρίζει τούτους τε καὶ τοὺς Λευκοσύρους. ἔχει δὲ καὶ ἡ Σινωπῖτις καὶ πᾶσα ἡ μέχρι Βιθυνίας ὀρεινὴ ὑπερκειμένη τῆς λεχθείσης παραλίας ναυπηγήσιμον ὕλην ἀγαθὴν καὶ εὐκατακόμιστον. ἡ δὲ Σινωπι- 10 τις καὶ σφένδαμνον φύει καὶ ὀροκάρνον, ἐξ ὧν τὰς τραπέζας τέμνουσιν· ἅπασα δὲ καὶ ἐλαιόφυτός ἐστιν ἡ μικρὸν ὑπὲρ τῆς θαλάττης γεωργουμένη.

13. Μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Αλυος ἡ Γαδιλωνῖτίς ἐστι μέχρι τῆς Σαραμηνῆς, εὐδαίμων χώρα καὶ πεδιὰς πᾶσα καὶ 15 πάμφορος· ἔχει δὲ καὶ προβατείαν ὑποδιφθέρου καὶ μαλακῆς Α. 823 ἐρέας, ἧς καθ ̓ ὅλην τὴν Καππαδοκίαν καὶ τὸν Πόντον σφόδρα πολλὴ σπάνις ἐστί· γίνονται δὲ καὶ ζόρκες, ὧν ἀλλαχοῦ C. 547 σπάνις ἐστί. ταύτης δὲ τῆς χώρας τὴν μὲν ἔχουσιν Αμισηνοί, τὴν δ ̓ ἔδωκε Δηιοτάρῳ Πομπήιος, καθάπερ καὶ τὰ περὶ Φαρ- 20

2. πραγματευσάμενον 2 Cor. 4. άλλῶν C.

[blocks in formation]

at infra quoque p. 561. codd. optt. exhibent άλαι, quae vox cum in
glossis invenitur, tum apud Dionys. Halic. in Antiq. II, 55, ubi geni-
tivus av legitur, videtur esse statuenda: neque diversum ab ea est pa-
gorum Atticorum nomen Αλαί. 6. καμβυσηνήν Ε ald. καμβυσινήν απ
καμμισηνήν r. 8. σινωπῆτις codd., exc. i, ald. 9. ἡ ante ὑπερκει
μένη add. g Cor. 10. ἀγαθὴν om. C. σινωπίτης Ε σινωπῆτις
codd. rell., exc. i, ald. 14. γαδηλον τις ο Γαδηλωνίτις Cas. Γαζη
λωνίτις et paulo post Γαζηλῶνα scribendum esse censet Grosk., Plinium
secutus, qui VI, 2 commemorat urbem Gazelonem, idemque nomen
latere ratus in formis haud dubie corruptis, quae infra habentur, Γαζα
λουΐτις (p. 553) et Γαζιλωτός (p. 560): atque hoc quidem valde pro-
babile est, simulque ʼn censeo recipiendum; verumtamen & non temere
est mutandum. 15. τῆς ἀραμηνῆς CDhilas ἀραμινῆς τὸ ἀραβηνῆς Ε,
add. σαραμηνῆς.
marg.
16. προβατίαν CDhil ald. ὑπὸ
διφθέρας ως ἀπὸ διφθέρας ο αποδιφθέρου l ald. ὑπὸ διφθέρου κ.
καὶ ante μαλάκης om. r. 18. σπάνιος C.
om. Chi.
20. τὴν ante Φαρνακίαν add. edd.

sed in

[ocr errors]

Verba γίνονται

[ocr errors]

ἐστί

...

νακίαν καὶ τὴν Τραπεζουσίαν μέχρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας· καὶ τούτων ἀπέδειξεν αὐτὸν βασιλέα, ἔχοντα καὶ τὴν πατρώαν τετραρχίαν τῶν Γαλατῶν, τοὺς Τολιτοβωγίους. ἀποθανόντος δ ̓ ἐκείνου, πολλαὶ διαδοχαὶ τῶν ἐκείνου γεγόνασι. 5 14. Μετὰ δὲ τὴν Γαδιλῶνα ἡ Σαραμηνὴ καὶ Ἀμισός, πόλις ἀξιόλογος, διέχουσα τῆς Σινώπης περὶ ἐννακοσίους στα δίους. φησὶ δ ̓ αὐτὴν Θεόπομπος πρώτους Μιλησίους κτίσαι, Καππαδόκων ἄρχοντα, τρίτον δ ̓ ὑπ ̓ Ἀθηνοκλέους καὶ Ἀθηναίων ἐποικισθεῖσαν, Πειραιά μετονομασθῆναι. καὶ 10 ταύτην δὲ κατέσχον οἱ βασιλεῖς, ὁ δ ̓ Εὐπάτωρ εκόσμησεν ἱε ροῖς καὶ προσέκτισε μέρος. Λεύκολλος δὲ καὶ ταύτην ἐπολιόρ κησεν, εἶθ ̓ ὕστερον Φαρνάκης, ἐκ Βοσπόρου διαβάς· ἐλευθε ρωθεῖσαν δ ̓ ὑπὸ Καίσαρος τοῦ Θεοῦ παρέδωκεν Αντώνιος βασιλεῦσιν· εἶθ ̓ ὁ τύραννος Στράτων κακῶς αὐτὴν διέθηκεν· εἶτ ̓ 15 ἠλευθερώθη πάλιν μετὰ τὰ Ἀκτιακὰ ὑπὸ Καίσαρος τοῦ Σεβαστοῦ, καὶ νῦν εὖ συνέστηκεν. ἔχει δὲ τήν τε ἄλλην χώραν καλὴν καὶ τὴν Θεμίσκυραν, τὸ τῶν Ἀμαζόνων οἰκητήριον, καὶ τὴν Σιδηνήν.

15. Ἔστι δὲ ἡ Θεμίσκυρα πεδίον, τῇ μὲν ὑπὸ τοῦ πελά20 γους κλυζόμενον, ὅσον ἑξήκοντα σταδίους τῆς πόλεως διέχον, τῇ δ ̓ ὑπὸ τῆς ὀρεινῆς εὐδένδρου καὶ διαρρύτου ποταμοῖς, αὐ τόθεν τὰς πηγὰς ἔχουσιν. ἐκ μὲν οὖν τούτων πληρούμενος ἁπάν των εἷς ποταμὸς διέξεισι τὸ πεδίον, Θερμώδων καλούμενος· ἄλλος δὲ τούτῳ πάρισος, ῥέων ἐκ τῆς καλουμένης Φαναροίας, 25 τὸ αὐτὸ διέξεισι πεδίον, καλεῖται δὲ ὄρις. ἔχει δὲ τὰς πηγὰς

1. τραπεζουντίαν χ. 3. τολιστοχωρίους ἐ τολιστοβογίους (?) oxz edd. inde a Cas.: v. ad IV, 187. 5. γαλιδῶνα D, sed & sup. 2., 2 sup. & pr. m. add.: v. ad Ρ. 546 extr. 6. π' σταδίους Ε: erroris causa manifesta. 7. πρῶτον οπ. 8. Ante Καππαδόκων add. καὶ ὁ καὶ εἶτα οæ postea Guar., inde εἶτα rec. Tzsch. Cor. de sent Cas., sed plura videntur excidisse, in quibus nomen Cappadociae regis fuisse Cas. recte est suspicatus. Καππαδόκων ἄρχοντα om. gr (haud dubie et y). ἄρχοντας ald. τρίτον] ὕστερον gay.

κλέους 89.

άθενο

9. ἀποικισθεῖσαν gry ἐποικησθεῖσαν οπ. πειρεᾶ C

Dhx Pirea Guar. 11. Λεύκουλλος ald. 18. σιδινήν οι Sidinam Guar. 19. του om. ald. 20. κλυδωνιζόμενον τω. 22. απάν των πληρούμενος ο%.

ἐν αὐτῷ τῷ Πόντῳ, νεὶς δὲ διὰ πόλεως μέσης Κομάνων τῶν Ποντικῶν καὶ διὰ τῆς Δαζιμωνίτιδος, εὐδαίμονος πεδίου, πρὸς Α. 824 δύσιν εἶτ ̓ ἐπιστρέφει πρὸς τὰς ἄρκτους παρ' αὐτὰ τὰ Γαζί

ουρα, παλαιὸν βασίλειον, νῦν δ ̓ ἔρημον· εἶτα ἀνακάμπτει πάλιν πρὸς ἕω, παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποτα- 5 μούς, καὶ παρ ̓ αὐτὸ τὸ τῆς Ἀμασείας ἐνεχθεὶς τεῖχος, τῆς ἡμετέρας πατρίδος, πόλεως ἐρυμνοτάτης, εἰς τὴν Φανάροιαν πρόεισιν· ἐνταῦθα δὲ συμβαλὼν ὁ Λύκος αὐτῷ, τὰς ἀρχὰς ἐξ Αρμενίας ἔχων, γίνεται καὶ αὐτὸς Ἶρις· εἶθ ̓ ἡ Θεμίσκυρα ύποδέχεται τὸ ῥεῦμα καὶ τὸ Ποντικὸν πέλαγος. διὰ δὲ τοῦτο ἔν- 10 δροσόν ἐστι καὶ ποάζον ἀεὶ τὸ πεδίον τοῦτο τρέφειν ἀγέλας βοῶν τε ὁμοίως καὶ ἵππων δυνάμενον, σπόρον δὲ πλεῖστον δέχεται τὸν ἐκ τῆς ἐλύμου καὶ κέγχρου, μᾶλλον δὲ ἀνέκλειπτον· C. 548 αὐχμοῦ γάρ ἐστι κρείττων ἡ εὐυδρία παντός, ὥστ ̓ οὐδὲ λιμὸς

καθικνεῖται τῶν ἀνθρώπων τούτων οὐδ ̓ ἅπαξ· τοσαύτην δ' 15
ὀπώραν ἐκδίδωσιν ἡ παρόρειος τὴν αὐτοφυῆ καὶ ἀγρίαν στα
φυλῆς τε καὶ ὄχνης καὶ μήλου καὶ τῶν καρυωδῶν, ὥστε κατὰ
πᾶσαν τοῦ ἔτους ὥραν ἀφθόνως εὐπορεῖν τοὺς ἐξιόντας ἐπὶ
τὴν ὕλην· τοτὲ μὲν ἔτι κρεμαμένων τῶν καρπῶν ἐν τοῖς δέν-
δρεσι, τοτὲ δ ̓ ἐν τῇ πεπτωκυίᾳ φυλλάδι καὶ ὑπ ̓ αὐτῇ κειμέ- 20
νων βαθείᾳ καὶ πολλῇ κεχυμένῃ. συχναὶ δὲ καὶ θῆραι παντοίων
ἀγρευμάτων διὰ τὴν εὐφορίαν τῆς τροφῆς.

16. Μετὰ δὲ τὴν Θεμίσκυράν ἐστιν ἡ Σιδηνή, πεδίον εὔ

τε

2. δαξιμωνίτιδος codd., exc. E, edd.: alteram scripturam praeferendam censui propter Basil. Epp. 212 et 216 (vol. III p. 318 C. et 324 A.), ubi legitur nomen Δαζιμών: praeterea in compluribus aliis istarum regionum nominibus obtinet ζ, qualia sunt Φαζημωνίτις, Γαζηλωνῖτις, Γαζακηνή alia. 3. τα om. Ε. 6. το om. ald. 10. διὸ καὶ ἀεὶ χλοάζει Epit., liberius hunc locum referens: inde χλοάζον legendum censet Cas. iniuria. 11. τῷ ante τρέφειν add. codd., exc. E. post τρέφειν add. codd., exc. Eh(?)la. 14. ανυδρία ald.: quod Cas. scripsit vudola ortum est ex Scrimgeri errore, qui pro v ex codd. suis enotaverat. Ceterum ενυδρία in notis proposuit idem Cas. 16. παρώριος Dghiloxys παρόριος C παράλιος ru, quod rec. Cas.; παρά ριος ald., pro quo παρώρειος scripsit Xyl. cumque eo Tzsch. Cor.; παρόρειος exhibet : v. Lob. ad Phryn. p. 712. 17. ὄγχης (sic) w. 22. εὐπορίαν Cor. τρυφῆς Dhi.

18. χώραν κ.

δαιμον, οὐχ ὁμοίως δὲ καὶ κατάρρυτον, ἔχον χωρία ἐρυμνὰ ἐπὶ τῇ παραλίᾳ, τήν τε Σίδην, ἀφ ̓ ἧς ὠνομάσθη Σιδηνή, καὶ Χάβακα καὶ Φάβδα· μέχρι μὲν δὴ δεῦρο Αμισηνή. ἄνδρες δὲ γεγόνασιν ἄξιοι μνήμης κατὰ παιδείαν ἐνταῦθα, μαθηματικοὶ 5 μὲν Δημήτριος ὁ τοῦ Ῥαθηνοῦ καὶ Διονυσόδωρος, ὁμώνυμος τῷ †Ἴκενι γεωμέτρῃ, γραμματικὸς δὲ Τυραννίων, οὗ ἡμεῖς ἠκροασάμεθα.

17. Μετὰ δὲ τὴν Σιδηνὴν ἡ Φαρνακία ἐστίν, ἐρυμνὸν πόλισμα, καὶ μετὰ ταῦτα ἡ Τραπεζοῦς, πόλις Ἑλληνίς, εἰς ἣν 10 ἀπὸ τῆς Ἀμισοῦ περὶ δισχιλίους καὶ διακοσίους σταδίους ἐστὶν ὁ πλοῦς· εἶτ ̓ ἔνθεν εἰς Φᾶσιν χίλιοι που καὶ τετρακόσιοι, ὥστε οἱ σύμπαντες ἀπὸ τοῦ Ἱεροῦ μέχρι Φάσιδος περὶ ὀκτακισχιλίους σταδίους εἰσὶν ἢ μικρῷ πλείους ἢ ἐλάττους. ἐν δὲ τῇ πα- Α. 825 ραλίᾳ ταύτῃ ἀπὸ Ἀμισοῦ πλέουσιν ἡ Ἡράκλειος ἄκρα πρωτόν 15 ἐστιν, εἶτ ̓ ἄλλη ἄκρα Ἰασόνιον καὶ ὁ Γενήτης, εἶτα † Κύτωρος πολίχνη, ἐξ ἧς συνωκίσθη ἡ Φαρνακία, εἶτ ̓ Ἰσχόπολις κατε ρηριμμένη, εἶτα κόλπος, ἐν ᾧ Κερασοῦς τε καὶ Ἑρμώνασσα,

1. καὶ inter versus add. pr. m. in D: asteriscis inclusit Cor., ac satis incommodum sane est. 3. καὶ Φάβδα om. Ε: φαύδα los edd. Phabela Guar.: corrupta videtur scriptura, sed in nomine ceteroquin ignoto nihil audendum. Verba μέχρι — Αμισηνή om. xy. ἀμισσηνή CD ἀμισσηνοί κ ἀμισινή s et ex corr. ἀμασινή, quod ipsum exhibet o. 5. διονυσιόδωρος codd., exc. i, in quo praeterea om. καὶ. 6. "Inevi] ἴων i, quod Cor. rec. paulo inconsideratius: valde probabilis contra Tyrwhitti coniectura τῷ Μηλίῳ ex Plin. Η. Ν. II, 109, a qua non nimis abhorrent literarum ductus. 8. ἐστίν om. Ε.

CDElux, simul ante Τραπεζούς om. CDE εἶτ ̓ ἐντεῦθεν Ι.

[ocr errors]

Φάσιν edd., uti const.

ἡ D.

του om. Ε.

περὶ ιβ

[blocks in formation]

[ocr errors]

9. ἡ ante μετὰ add.
10. ἀμισσοῦ Ε. 11.

χιλίων που καὶ τεττα-
ὥστε] ὡς οπ.

12. οἱ]

σταδίους Ε, errore proclivi. 14. ἀμισσοῦ Ε. 15. γενέτης codd., Tzsch. corr. ex coni. Cas. coll. Steph. s. v., Apoll. Rhod. II, 378. Κύτωρος corruptum esse, camque urbem intelligi, quae τὰ Κοτύωρα a Χenophonte (v. Anab. V, 5) aliisque compluribus nominatur, Cas. vidit: inde Κοτύωρος scripsit Cor., pro quo Κοτύωρον mavult Grosk., neutra tamen forma alibi invenitur. 16. ισχνόπολις χ. κατερηριμμένη om. x: κατερηριμένη D, sed alterum με sec. mn. add., κατερηρημένη η κατεκρυμένη τω κατεριμμένη Ο κατερριμένη 0% ald. 17. ἑρμώνασα Erx (in hoc alterum o post add.).

Strabo. II.

34

« PreviousContinue »