Page images
PDF
EPUB

C. 537

ταύτης, ἀξιόλογος δ ̓ ὅμως. ἐνταῦθα δ ̓ ἐστὶ λάκκος αλμυροῦ ὕδατος, ἀξιολόγου λίμνης ἔχων περίμετρον, ὀφρύσι κλειόμενος ὑψηλαῖς τε καὶ ὀρθίαις, ὥστ ̓ ἔχειν κατάβασιν κλιμακώδη· τὸ δ ̓ ὕδωρ οὔτ ̓ αὔξεσθαί φασιν, οὔτ ̓ ἀπόρρυσιν ἔχειν οὐδαμοῦ φανεράν.

5

6. Πόλιν δ ̓ οὔτε τὸ τῶν Καταόνων ἔχει πεδίον οὔθ ̓ ἡ Μελιτηνή, φρούρια δ ̓ ἐρυμνὰ ἐπὶ τῶν ὀρῶν, τά τε Ἀζάμορα καὶ τὸ Δάσταρκον, ὃ περιρρεῖται τῷ Καρμάλᾳ ποταμῷ. ἔχει δὲ καὶ ἱερὸν τὸ τοῦ Κατάονος Ἀπόλλωνος, καθ ̓ ὅλην τιμώμε νον τὴν Καππαδοκίαν, ποιησαμένων ἀφιδρύματα ἀπ ̓ αὐτοῦ. 10 Α. 811 οὐδὲ αἱ ἄλλαι στρατηγίαι πόλεις ἔχουσι πλὴν δυεῖν· τῶν δὲ λοιπῶν στρατηγιῶν ἐν μὲν τῇ Σαργαραυσηνῇ πολίχνιόν ἐστιν Ἧρπα καὶ ποταμὸς Καρμάλας, ὃς καὶ αὐτὸς εἰς τὴν Κιλικίαν ἐκδίδωσιν· ἐν δὲ ταῖς ἄλλαις ὅ τε Άργος, ἔρυμα ὑψηλὸν πρὸς τῷ Ταύρῳ, καὶ τὰ Νῶρα, ὃ νῦν καλεῖται Νηροασσός, ἐν ᾧ 15 Εὐμένης πολιορκούμενος ἀντέσχε πολὺν χρόνον· καθ ̓ ἡμᾶς δὲ Σισίνου ὑπῆρξε χρηματοφυλάκιον τοῦ ἐπιθεμένου τῇ Καππαδόκων ἀρχῇ. τούτου δ ̓ ἦν καὶ τὰ Κάδηνα, βασίλειον καὶ πόλεως κατασκευὴν ἔχον· ἔστι δὲ καὶ ἐπὶ τῶν ὅρων τῶν Λυκαονικῶν τὰ Γαρσαύιρα κωμόπολις· λέγεται ὑπάρξαι ποτὲ καὶ 20 αὕτη μητρόπολις τῆς χώρας. ἐν δὲ τῇ Μοριμηνῇ τὸ ἱερὸν τοῦ

[ocr errors]

successu parum felici: optime omnia procedunt, si verba Τρίτη φα-
νερὰν collocantur infra post verba καὶ δευτερεύει κατὰ τιμὴν μετ ̓ ἐκεῖ
9. του om. Ι.
μὲν post λειπομένη add. Cor.

[ocr errors]

καὶ ante

539. κάρμαλος codd., ἔρυμνα (sic) l.

καθ' add. l. 12. σαργαραυσίνη codd., Tzsch. corr., coll. Plin. VI,
3. Ptolem. V, 6. 13. ήρπα Dh, uti Ρ.
Cor. corr. 14. δὲ] τε codd., exc. %.
17. θη-
σαυροφυλάκιον ald. 18. βασιλείου Cor., in notis tamen iudicat βασί-
λειον etiam servari posse, omisso καὶ, quod deest in ox: sed ne hoc qui-
dem necessarium. 19. ἐρῶν codd., Cor. corr. coll. p. 568. XIV, 663.
20. τὰ γὰρ σαύειρα CDhilru τὰ γὰρ σαύαρα κ τὰ γὰρ σαύηρα οπ
Tzsch.: Cor. Γαρσάουρα scripsit, quam formam codd. infra 568 et XIV,
663 aliique scriptores tuentur: sed ex scripturis, quas codd. exhibent
hic 539. 568 videtur colligendum esse, nomen oppidi illius fuisse etiam
Γαρσαύρα, ad radicem bir fortasse referendum. δ' post λέγεται add.

Cor. satis probabiliter. 21. μορινιμήνη Ι.

ἐν Οὐηνάσοις Διός, ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχε δόν τι καὶ χώραν ἱερὰν εὔκαρπον, παρέχουσαν πρόσοδον ἐνι· αύσιον ταλάντων πεντεκαίδεκα τῷ ἱερεῖ· καὶ οὗτός ἐστι διὰ βίου, καθάπερ καὶ ὁ ἐν Κομάνοις, καὶ δευτερεύει κατὰ τιμὴν 5 μετ ̓ ἐκεῖνον.

7. Δύο δὲ ἔχουσι μόνον στρατηγίαι πόλεις, ἡ μὲν Τυανῖτις τὰ Τύανα, ὑποπεπτωκυῖαν τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλι κίας πύλας, καθ ̓ ἃς εὐπετέσταται καὶ κοινόταται πᾶσιν εἰσιν αἱ εἰς τὴν Κιλικίαν καὶ τὴν Συρίαν ὑπερβολαί· καλεῖται δὲ 10 Εὐσέβεια ἡ πρὸς τῷ Ταύρῳ· ἀγαθὴ δὲ καὶ πεδιὰς ἡ πλείστη. τὰ δὲ Τύανα ἐπίκειται χώματι Σεμιράμιδος τετειχισμένο και λῶς. οὐ πολὺ δ ̓ ἄπωθεν ταύτης ἐστὶ τά τε Καστάβαλα καὶ τὰ Κύβιστρα, ἔτι μᾶλλον τῷ ὄρει πλησιάζοντα πολίσματα· ὧν ἐν τοῖς Κασταβάλοις ἐστὶ τὸ τῆς Περασίας Αρτέμιδος ἱερόν, 15 ὅπου φασὶ τὰς ἱερείας γυμνοῖς τοῖς ποσὶ δι ̓ ἀνθρακιᾶς βαδίζειν ἀπαθεῖς· κανταῦθα δέ τινες τὴν αὐτὴν θρυλοῦσιν ἱστορίαν τὴν περὶ τοῦ Ὀρέστου καὶ τῆς Ταυροπόλου, Περασίαν κεκλῆσθαι φάσκοντες διὰ τὸ πέραθεν κομισθῆναι. ἐν μὲν δὴ τῇ Τυανίτιδι στρατηγίᾳ τῶν λεχθεισῶν δέκα ἔστι πόλισμα τὰ 20 Τύανα (τὰς δ ̓ ἐπικτήτους οὐ συναριθμῶ ταύταις, τὰ Καστά βαλα καὶ τὰ Κύβιστρα καὶ τὰ ἐν τῇ τραχείᾳ Κιλικίᾳ, ἐν τὴν Ἐλαιοῦσσαν νησίον εὔκαρπον συνέκτισεν Αρχέλαος ἀξιολόγως, καὶ τὸ πλέον ἐνταῦθα διέτριβεν), ἐν δὲ τῇ Κιλικία και λουμένῃ τὰ Μάζακα, ἡ μητρόπολις τοῦ ἔθνους· καλεῖται δ' C. 538 25 Εὐσέβεια καὶ αὕτη, ἐπίκλησιν ἡ πρὸς τῷ Ἀργαίῳ· κεῖται γὰρ

ὑπὸ τῷ Ἀργαίῳ ὄρει πάντων ὑψηλοτάτῳ καὶ ἀνέκλειπτον χιόνι Α. 812 τὴν ἀκρώρειαν ἔχοντι, ἀφ ̓ ἧς φασιν οἱ ἀναβαίνοντες (οὗτοι δ'

[ocr errors]

6. δύο μόν

9. τὴν ante Verba ἀγαθὴ

2. ἐνιαυσίων CDhi ἐνιαυσιαίαν χ. 3. τῷ ἱερῷ codd. ναι στρατηγίαι πόλεις ἔχουσιν Ε. 7. τνανεῖτις CDhl. Συρίαν om. Ε. 10. και ante Εὐσέβεια add. Cor. ἡ πλείστη tam sunt abrupta, ut excidisse nonnulla haud iniuria suspiceris. 11. ὑπόκειται ο 12. άποθεν Ε. 13. τὰ ante πολίσματα add. C. 14. Dianae Persicae Guar. 17. περὶ om. 5. 19. λεχθέντων ΟΣ. 22. ἐλαιοῦσαν Ca ελεούσσαν, et αι supra alterum e add., Ε: . ad εὔκαιρον Ε. 21. μάξακα Dhiorrg μάξα καὶ 1 μέ

p. 535 in. ζακα Ε.

εἰσὶν ὀλίγοι) κατοπτεύεσθαι ταῖς αἰθρίαις ἄμφω τὰ πελάγη, τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν. τὰ μὲν οὖν ἄλλα ἀφυῆ πρὸς συνοικισμὸν ἔχει πόλεως· ἄνυδρός τε γάρ ἐστι καὶ ἀνώχυ ρος διά * τε* τὴν ὀλιγωρίαν τῶν ἡγεμόνων καὶ ἀτείχιστος (τάχα δὲ καὶ ἐπίτηδες, ἵνα μή, ὡς ἐρύματι πεποιθότες τῷ 5 τείχει σφόδρα, ληστεύοιεν πεδίον οἰκοῦντες λόφους ὑπερδεξίους ἔχον † καὶ ἐμβελεῖς) καὶ τὰ κύκλῳ δὲ χωρία ἔχει τελέως ἄφορα καὶ ἀγεώργητα, καίπερ ὄντα πεδινά· ἀλλ ̓ ἔστιν ἀμμώδη καὶ ὑπόπετρα. μικρὸν δ ̓ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μεστὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλούς, ὥστε πόρρωθεν ἡ 10 κομιδὴ τῶν ἐπιτηδείων. καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον· ἀξύλου γὰρ ὑπαρχούσης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας, ὁ Ἀργαῖος ἔχει περικείμενον δρυμόν, ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν, ἀλλ ̓ οἱ ὑποκείμενοι τῷ δρυμῷ τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν, ἅμα δὲ καὶ 15 ὕφυδροί εἰσι ψυχρῷ ὕδατι, οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος, ὥστε καὶ ποάζειν τὴν πλείστην· ἔστι δ ̓ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος, καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπ ̓ αὐτοῦ. οἱ μὲν οὖν ἔμπειροι φυλαττόμενοι τὸν ξυλισμὸν ποιοῦνται, τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι, 20 καὶ μάλιστα τοῖς κτήνεσιν, ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός.

8. Ἔστι δὲ καὶ ποταμὸς ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως, Μέλας καλούμενος, ὅσον τετταράκοντα σταδίους διέχων τῆς πόλεως, ἐν ταπεινοτέρῳ τῆς πόλεως χωρίᾳ τὰς πηγὰς ἔχων. 25 ταύτῃ μὲν οὖν ἄχρηστος αὐτοῖς ἐστιν, οὐχ ὑπερδέξιον ἔχων τὸ

3. ἀνόχυρος ΧγΙ. 4. τε asteriscis incl. Cor.

[ocr errors]

6. λῃστεύοιεν] πιστεύοιεν codd., Xyl. corr. οἰκοῦντες πεδίον Cor. 7. καὶ ἐμβε λεῖς om. χ. — ἐμμελεῖς Ο εμβριθεῖς ald.: καὶ οὐκ ἐμβελεῖς proposuit V. D. in censura edit. Tzsch. (v. ephem. Heidelb.), ac negatio haud dubie desideratur; crediderim tamen potius zaì mutandum in ouz. 9. ὑπε όπτερα 1. 10. βάθρων Clorwaæ βάθρα, et ρα ante 9 sec. m. add., D βάραθρα hi Tzsch.: Cor. corr. e coni. Xyl. 12. οὔσης Ε ald. 14. of om. C.

πόρτους τω.

21, γὰρ post εμπίπτουσιν add. τω. 23. Verba τῷ πόλεως om. χ.

λας πόλεως om. lm. 26. ταύτῃ

[blocks in formation]

21.

βόθρους] Verba Μέτ

ῥεῦμα, εἰς ἕλη δὲ καὶ λίμνας διαχεόμενος κακοῖ τὸν ἀέρα τοῦ θέρους τὸν περὶ τὴν πόλιν, καὶ τὸ λατομεῖον δὲ ποιεῖ δύσχρη στον, καίπερ εὔχρηστον ὄν· πλαταμώνες γάρ εἰσιν, ἀφ ̓ ὧν τὴν λιθίαν ἔχειν ἄφθονον συμβαίνει τοῖς Μαζακηνοῖς πρὸς τὰς οἰ5 κοδομίας, καλυπτόμεναι δ ̓ ὑπὸ τῶν ὑδάτων αἱ πλάκες ἀντιπράττουσι. καὶ ταῦτα δ ̓ ἐστὶ τὰ ἕλη πανταχοῦ πυρίληπτα. Αριαράθης δ' ὁ βασιλεύς, τοῦ Μέλανος κατά τινα στενὰ ἔχοντος τὴν εἰς τὸν † Εὐφράτην διέξοδον, ἐμφράξας ταῦτα λίμνην πελαγίαν ἀπέδειξε τὸ πλησίον πεδίον, ἐνταῦθα δὲ νησῖδάς τι 10 νας, ὡς τὰς Κυκλάδας, ἀπολαβόμενος διατριβὰς ἐν αὐταῖς ἐποι· Α. 813 εἶτο μειρακιώδεις· ἐκραγὲν δ ̓ ἀθρόως τὸ ἔμφραγμα, ἐξέκλυσε C. 539 πάλιν τὸ ὕδωρ, πληρωθεὶς δ ̓ ὁ † Εὐφράτης τῆς τε τῶν Καππαδόκων πολλὴν παρέσυρε καὶ κατοικίας καὶ φυτείας ἠφάνισε πολλάς, τῆς τε τῶν Γαλατῶν τῶν τὴν Φρυγίαν ἐχόντων οὐκ 15 ὀλίγην ἐλυμήνατο, ἀντὶ δὲ τῆς βλάβης ἐπράξαντο ζημίαν αὐ τὸν τάλαντα τριακόσια, Ῥωμαίοις ἐπιτρέψαντες τὴν κρίσιν. τὸ δ ̓ αὐτὸ συνέβη καὶ περὶ Ἡρπα· καὶ γὰρ ἐκεῖ τὸ τοῦ Καρμάλα ῥεῦμα ἐνέφραξεν, εἶτ ̓ ἐκραγέντος τοῦ στομίου καὶ τῶν Κιλίκων τινὰ χωρία τὰ περὶ Μαλλον διαφθείραντος τοῦ ὕδα 20 τος, δίκας ἔτισεν τοῖς ἀδικηθεῖσιν.

9. Αφυὲς δ ̓ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν μάλιστα οἱ βασιλεῖς ἑλέσθαι δοκοῦσιν, ὅτι τῆς χώρας ἁπάσης τόπος ἦν μεσαίτατος οὗτος τῶν ξύλα ἐχόν των ἅμα καὶ λίθον πρὸς τὰς οἰκοδομίας καὶ χόρτον, οὗ πλεῖ25 στον ἐδέοντο κτηνοτροφοῦντες· τρόπον γάρ τινα στρατόπεδον

4. λιθείαν ίχ.

8. Euphratis nomen falsum esse h. 1. et per se et ex Galatarum Phrygiaeque mentione liquet: scripserat igitur haud dubie Strabo harum regionum peritissimus τον Αλυν et paulo post ὁ Άλυς. 11. ἔκφραγμα ows. 17. ήρπα Dh ἧρπαν οι ἆρπαν 2. 18. στό

ματος ald.

μαλὸν irg.

20.

19. τον ante Μαλλον add. ald. ἔτισαν Dhir ἔτισεν codd. rell. 22. δν] ὃ codd., mutavi de sent. Cor. exposita in nott.; in ipso verborum contextu ὂν post κατοικίαν addiderat, omisso ὃ.

μάλιστα om. Ι.

βασιλέων Ι.

23. οὗτος

[merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small]

ἦν αὐτοῖς ἡ πόλις. τὴν δ ̓ ἄλλην ἀσφάλειαν τὴν αὑτῶν τε καὶ
σωμάτων ἐκ τῶν ἐρυμάτων εἶχον τῶν ἐν τοῖς φρουρίοις, ἃ
πολλὰ ὑπάρχει, τὰ μὲν βασιλικά, τὰ δὲ τῶν φίλων. ἀφέστηκε
δὲ τὰ Μάζακα τοῦ μὲν Πόντου περὶ ὀκτακοσίους σταδίους
πρὸς νότον, τοῦ δ ̓ Εὐφράτου μικρὸν ἐλάττους ἢ διπλασίους, 5
τῶν Κιλικίων δὲ πυλῶν ὁδὸν ἡμερῶν ἓξ καὶ τοῦ Κυρίνου στρα-
τοπέδου διὰ Τυάνων· κατὰ μέσην δὲ τὴν ὁδὸν κεῖται τὰ Τύ
ανα, διέχει δὲ Κυβίστρων τριακοσίους σταδίους. χρῶνται δὲ
οἱ Μαζακηνοὶ τοῖς Χαρώνδα νόμοις, αἱρούμενοι καὶ νομῳδόν,
ὅς ἐστιν αὐτοῖς ἐξηγητὴς τῶν νόμων, καθάπερ οἱ παρὰ Ρω- 10
μαίοις νομικοί. διέθηκε δὲ φαύλως αὐτοὺς Τιγράνης ὁ Ἀρμέ-
νιος, ἡνίκα τὴν Καππαδοκίαν κατέδραμεν· ἅπαντας γὰρ ἀνα-
στάτους ἐποίησεν εἰς τὴν Μεσοποταμίαν καὶ τὰ Τιγρανόκερτα
ἐκ τούτων συνῴκισε τὸ πλέον· ὕστερον δ ̓ ἐπανῆλθον οἱ δυνά-
μενοι μετὰ τὴν τῶν Τιγρανοκέρτων ἅλωσιν.

10. Μέγεθος δὲ τῆς χώρας κατὰ πλάτος μὲν τὸ ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον ὅσον χίλιοι καὶ ὀκτακόσιοι στάδιοι, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας και Φρυγίας μέχρι Εὐφράτου Α. 814 πρὸς τὴν ἕω καὶ τὴν Ἀρμενίαν περὶ τρισχιλίους. ἀγαθὴ δὲ

15

καὶ καρποῖς, μάλιστα δὲ σίτῳ καὶ βοσκήμασι παντοδαποῖς, νο- 20 τιωτέρα δ ̓ οὖσα τοῦ Πόντου ψυχροτέρα ἐστίν· ἡ δὲ Βαγα

1. τὴν ante αὑτῶν om. Cor. αὐτῶν codd., Cor. corr. 2. τῶν ante σωμάτων add. Cor. proximis ita commutatis: καὶ τῶν χρημάτων εἶχον ἐν τοῖς φρουρίοις κτλ. Quae audacia nimia est ac non ferenda: sed σωμάτων, quod apto sensu caret h. 1., censeo mutandum esse in χρημάτων. ἐκ τῶν ἐρυμάτων omn. rw. τῶν] τὸ rw. τοῖς om. Χ. 4. περὶ om. im.

[ocr errors]

ἄρκτον h. 1. adnotatum est in marg. S. 6. κιλί κων ίχχ. κυρήνου ή (in hoc tamen est etiam κυρίνου) η καυρή νου r; insolens est adiectivi forma pro Κυρείου, nec plane improbabiliter του Κύρου scribendum esse coniecit Raderus ad Q. Curtium III, 4, 1, ubi Cyri castra ad portas Cilicias sita commemorantur (cf. Xen. Anab. I, 2, 20. Arr. exped. Alex. II, 4, 3). 7. κεῖνται 1. 11. αὐτοὺς φαύλως C. 13. τιγρανοκερτῶν Dh. add. Ε. 19. τὴν utroque loco om. Ε. 20. om. E, asteriscis inclusit Cor. σίτῳ καὶ om. Ε. γαβαδανία codd. rell., exc. C; Βαγαδαονία Tzsch. et Cor. ex coni. Cas., coll. Steph. s. v.: cf. II, 73.

διακοσίους i.

18. τὸ ante ἀπὸ καὶ ante καρποῖς 21. γαβανία Ε

« PreviousContinue »