Page images
PDF
EPUB

2. Τῆς δὲ χώρας τὰ μὲν κύκλῳ τοῖς Καυκασίοις ὄρεσι C. 500 περιέχεται. προπεπτώκασι γάρ, ὡς εἶπον, ἀγκώνες ἐπὶ τὴν μετ σημβρίαν εὔκαρποι, περιλαμβάνοντες τὴν σύμπασαν Ἰβηρίαν καὶ συνάπτοντες πρός τε τὴν Ἀρμενίαν καὶ τὴν Κολχίδα· ἐν μέσῳ δ ̓ ἐστὶ πεδίον ποταμοῖς διάρρυτον, μεγίστῳ δὲ τῷ Κύρῳ· ὃς 5 τὴν ἀρχὴν ἔχων ἀπὸ τῆς Ἀρμενίας, εἰσβαλὼν εὐθὺς εἰς τὸ πεδίον τὸ λεχθέν, παραλαβὼν καὶ τὸν Ἀραγῶνα, ἐκ τοῦ Καυκάσου ῥέοντα, καὶ ἄλλα ὕδατα, διὰ στενῆς ποταμίας εἰς τὴν Ἀλβανίαν ἐκπίπτει· μεταξὺ δὲ ταύτης τε καὶ τῆς Ἀρμε νίας ἐνεχθεὶς πολὺς διὰ πεδίων εὐβοτουμένων σφόδρα, δεξά- 10 μενος καὶ πλείους ποταμούς, ὧν ἐστιν ὅ τε Ἀλαζόνιος καὶ ὁ Σανδοβάνης καὶ ὁ Ῥοιτάκης καὶ Χάνης, πλωτοι πάντες, εἰς τὴν Κασπίαν ἐμβάλλει θάλατταν. ἐκαλεῖτο δὲ πρότερον Κόρος.

3. Τὸ μὲν οὖν πεδίον τῶν Ἰβήρων οἱ γεωργικώτεροι καὶ πρὸς εἰρήνην νενευκότες οἰκοῦσιν, Ἀρμενιστί τε καὶ Μηδιστὶ 15 ἐσκευασμένοι, τὴν δ ̓ ὀρεινὴν οἱ πλείους καὶ μάχιμοι κατέχουσι, Σκυθῶν δίκην ζῶντες καὶ Σαρματῶν, ὧνπερ καὶ ὅμοροι καὶ συγγενεῖς εἰσιν· ἅπτονται δ ̓ ὅμως καὶ γεωργίας, πολλάς τε μυριάδας συνάγουσιν καὶ ἐξ ἑαυτῶν καὶ ἐξ ἐκείνων, ἐπειδάν τι συμπέσῃ θορυβώδες.

4. Τέτταρες δ ̓ εἰσὶν εἰς τὴν χώραν εἰσβολαί· μία μὲν διὰ Σαραπανών, φρουρίου Κολχικοῦ, καὶ τῶν κατ' αὐτὸ στενῶν, Α. 765 δι' ὧν ὁ Φᾶσις γεφύραις ἑκατὸν καὶ εἴκοσι περατὸς γενόμενος διὰ τὴν σκολιότητα καταρρεῖ τραχὺς καὶ βίαιος εἰς τὴν

2. προσπεπτώκασι χ. 5. διάρρυτος Ι. 7. ἀραγῶνα ὁ ἀραβώνα ο ἀρραβῶνα ald. Aragum Guar., atque hanc formam paulo post exhibent codd.: inde Ἄραγον scripserunt Tzsch. Cor. recte, ut opinor. Etenim hoc loco nominis scripturam corruptam esse probabilius videatur, quam altero, nec plane nullius momenti est, quod agayera sine accentu, ut haud raro fit in vocibus corruptis, scriptum est in Epit. Nihilominus codices sequi, ut in re incerta, tutissimum visum. ἐκ] κάτω codd., exc. Epit, ex qua ex rec. Cor. 8. ποταμῶν post ὕδατα add. Epit. 11. άλλους post πλείους add. Cor. αλαζώνιος codd., exc. C Epit., edd.: 13. ἐμβάλλουσι codd, exc. os Epit. 17. ὥσπερ χ. 19. και ante εξ

cf. Ρ. 502. 12. φυτάκης Ο.
15. νενευκότες] ἐν εὐκολίᾳ ald.
ἑαυτῶν om. codd., exc. Dhi
23. και om. lx.

[ocr errors]
[ocr errors]

20. γινόμενος * Cor.

[blocks in formation]

20

Κολχίδα, πολλοῖς χειμάρροις κατὰ τὰς ἐπομβρίας ἐκχαραδρουμένων τῶν τόπων. γεννᾶται δ ̓ ἐκ τῶν ὑπερκειμένων ὁρῶν πολλαῖς συμπληρούμενος πηγαῖς, ἐν δὲ τοῖς πεδίοις καὶ ἄλλους προσλαμβάνει ποταμούς, ὧν ἐστιν ὅ τε Γλαῦκος καὶ ὁ ἵππος· 5 πληρωθεὶς δὲ καὶ γενόμενος πλωτὸς ἐξίησιν εἰς τὸν Πόντον καὶ ἔχει πόλιν ὁμώνυμον ἐπ' αὐτῷ καὶ λίμνην πλησίον. ἡ μὲν οὖν ἐκ τῆς Κολχίδος εἰς τὴν Ἰβηρίαν ἐμβολὴ τοιαύτη, πέτραις καὶ ἐρύμασι καὶ ποταμοῖς χαραδρώδεσι διακεκλεισμένη.

5. Ἐκ δὲ τῶν πρὸς ἄρκτον νομάδων ἐπὶ τρεῖς ἡμέρας 10 ἀνάβασις χαλεπή, καὶ μετὰ ταύτην ποταμία στενὴ ἐπὶ τοῦ Ἀράγου ποταμοῦ τεττάρων ἡμερῶν ὁδὸν ἔχουσα ἐφ ̓ ἕνα, φρουρεῖ δὲ τὸ πέρας τῆς ὁδοῦ τεῖχος δύσμαχον· ἀπὸ δὲ τῆς Ἀλβα νίας διὰ πέτρας πρῶτον λατομητὴ εἴσοδος, εἶτα διὰ τέλματος, ὃ ποιεῖ ὁ ποταμὸς [Αλαζόνιος] ἐκ τοῦ Καυκάσου καταπίπτων. ἀπὸ 15 δὲ τῆς Ἀρμενίας τὰ ἐπὶ τῷ Κύρῳ στενὰ καὶ τὰ ἐπὶ τῷ Ἀράγῳ· πρὶν γὰρ εἰς ἀλλήλους συμπεσεῖν, ἔχουσιν ἐπικειμένας πόλεις ἐρυμνὰς ἐπὶ πέτραις, διεχούσαις ἀλλήλων ὅσον ἑκκαίδεκα στα C. 501 δίους, ἐπὶ μὲν τῷ Κύρῳ τὴν Ἁρμοζικήν, ἐπὶ δὲ θατέρῳ Σενσάμορα. ταύταις δὲ ἐχρήσατο ταῖς εἰσβολαῖς πρότερον Πομ20 πήιος ἐκ τῶν Ἀρμενίων ὁρμηθείς, καὶ μετὰ ταῦτα Κανίδιος.

6. Τέτταρα δὲ καὶ γένη τῶν ἀνθρώπων οἰκεῖ τὴν χώραν· ἓν μὲν καὶ πρῶτον, ἐξ οὗ τοὺς βασιλέας καθιστᾶσι, κατ' ἀγ χιστείαν τε καὶ ἡλικίαν τὸν πρεσβύτατον, ὁ δὲ δεύτερος δικαιοδοτεῖ καὶ στρατηλατεῖ· δεύτερον δὲ τὸ τῶν ἱερέων, οἱ ἐπιμε 25 λοῦνται καὶ τῶν πρὸς τοὺς ὁμόρους δικαίων· τρίτον δὲ τὸ τῶν

6. αὐτῇ CDhilr.

15.

7. ἐκβολὴν εἰσβολή edd. 8. διακεκλυσμένη C. 10. μετὰ ταῦτα 0%. 13. λατομητῆς rw Cor.: cf. XIV, 670. 14. Αλαζόνιος om. codd. edd.: addidi ex coni. Grosk. coll. p. 502. Αράγῳ cum Du Theilio et Grosk. corruptum putare necesse est, nisi aut Strabonem ipsum errasse, aut duo flumina plane diversa eodem nomine appellata fuisse statuas: quorum neutrum valde est probabile. Verumtamen quod nomen Strabo scripserit haud facile dixeris: Pelorus certe, a Dione XXXVII, 2 commemoratus, quem fortasse intelligendum Grosk. suspicatur, ab hoc loco alienus plane videtur. 21. τέτταρα καὶ δέκα γένη CDhl, et inserto δὲ ante καὶ, irug τέτταρα δὲ γένη ox et ex corr. 2. 24. ἱερῶν codd, Xyl. corr.

στρατευομένων καὶ γεωργούντων· τέταρτον δὲ τὸ τῶν λαῶν, οἱ βασιλικοὶ δοῦλοί εἰσι, καὶ πάντα διακονοῦνται τὰ πρὸς τὸν βίον. κοιναὶ δ ̓ εἰσὶν αὐτοῖς αἱ κτήσεις κατὰ συγγένειαν, ἄρχει δὲ καὶ ταμιεύει ἑκάστην ὁ πρεσβύτατος. τοιοῦτοι μὲν οἱ Ἴβηρες καὶ ἡ χώρα αὐτῶν.

CAPUT IV.

5

1. Ἀλβανοὶ δὲ ποιμενικώτεροι καὶ τοῦ νομαδικοῦ γένους ἐγγυτέρω, πλὴν οὐκ ἄγριοι· ταύτῃ δὲ καὶ πολεμικοί μετρίως. οἰκοῦσι δὲ μεταξὺ τῶν Ἰβήρων καὶ τῆς Κασπίας θαλάττης, Α. 766 πρὸς ἕω μὲν ἁπτόμενοι τῆς θαλάττης, πρὸς δύσιν δὲ ὁμοροῦν- 10 τες τοῖς Ἴβηρσι· τῶν δὲ λοιπῶν πλευρῶν τὸ μὲν βόρειον φρουρεῖται τοῖς Καυκασίοις ὄρεσι (ταῦτα γὰρ ὑπέρκειται τῶν πεδίων, καλεῖται δὲ τὰ πρὸς τῇ θαλάττῃ μάλιστα Κεραύνια), τὸ δὲ νότιον ποιεῖ ἡ Ἀρμενία παρήκουσα, πολλὴ μὲν πεδιάς, πολλὴ δὲ καὶ ὀρεινή, καθάπερ ἡ Καμβυσηνή, καθ ̓ ἣν ἅμα καὶ τοῖς 15 Ἴβηρσι καὶ τοῖς Ἀλβανοῖς οἱ Ἀρμένιοι συνάπτουσιν.

2. Ὁ δὲ Κῦρος ὁ διαρρέων τὴν Ἀλβανίαν καὶ οἱ ἄλλοι ποταμοὶ οἱ πληροῦντες ἐκεῖνον ταῖς μὲν τῆς γῆς ἀρεταῖς προσλαμβάνουσι, τὴν δὲ θάλατταν ἀλλοτριοῦσιν. ἡ γὰρ χους προσπίπτουσα πολλὴ πληροῖ τὸν πόρον, ὥστε καὶ τὰς ἐπικειμένας 20 νησῖδας ἐξηπειροῦσθαι καὶ τενάγη ποιεῖν ἀνώμαλα καὶ δυσφύ λακτα, τὴν δ ̓ ἀνωμαλίαν ἐπιτείνουσιν αἱ ἐκ τῶν πλημμυρίδων ἀνακοπαί. καὶ δὴ καὶ εἰς στόματα δώδεκά φασι μεμερίσθαι τὰς ἐκβολάς, τὰ μὲν τυφλά, τὰ δὲ παντελῶς † ἐπιγελῶντα καὶ

1. λαῶν] λοιπῶν Cor, infelicissime.

3. κτίσεις D, sed κτήσεις 7. καὶ ante

sec. m. add.: illud Tzsch. ex errore operarum, ut opinor.
ποιμενικώτεροι add. l. 8. ἄγριοι] ἀλλότριοι codd., exc. y(a?), ex quo
ἄγριοι rec. Tzsch, idem in marg C additurn esse tradit Cor: fortasse
Strabo scripserat πλὴν ἀλλ ̓ οὐκ ἄγριοι. 10. δύσει codd., exc. C,

Tzsch, qui paulo ante scripsit ῳ, coll. I, 2: sed diversa illius loci est
ratio. 15. Καμβισηνή CDh et sic constanter, οἱ καμβυσηνοὶ τω οἱ
καμβησηνοὶ ald: u commendat Steph. s. v. Ξερξηνή. 18. γὰρ ante
τῆς add. l. 24. ἐπιγεγελῶντα h. Reliquorum codicum scripturam
frustra explicare studet Cas. ex usu poetico verbi γελᾶν: corruptam alii
iure iudicarunt, nec tamen quidquam protulerunt, quod satisfaciat, Tyrwh.

μηδὲ ὕφορμον ἀπολείποντα· ἐπὶ πλείους γοῦν ἢ ἑξήκοντα στα δίους ἀμφικλύστου τῆς ἠιόνος οὔσης τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς, ἅπαν εἶναι μέρος αὐτῆς ἀπροσπέλαστον, τὴν δὲ χοῦν καὶ μέχρι πεντακοσίων παρήκειν σταδίων, θινώδη ποιοῦσαν 5 τὸν αἰγιαλόν. πλησίον δὲ καὶ ὁ Ἀράξης ἐμβάλλει, τραχὺς ἐκ τῆς Ἀρμενίας ἐκπίπτων· ἣν δὲ ἐκεῖνος προωθεῖ χοῦν, πορευτὸν ποιῶν τὸ ῥεῖθρον, ταύτην ὁ Κῦρος ἀναπληροῖ.

3. Τάχα μὲν οὖν τῷ τοιούτῳ γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης· οὐδὲ γὰρ τῇ γῇ χρῶνται κατ ̓ ἀξίαν, πάντα μὲν C. 502 10 * γὰρ* ἐκφερούσῃ καρπόν, καὶ τὸν ἡμερώτατον, πᾶν δὲ φυ

τόν· καὶ γὰρ τὰ ἀειθαλῆ φέρει· τυγχάνει δ ̓ ἐπιμελείας οὐδὲ Α. 767 μικρᾶς, ἀλλὰ τἀγαθὰ ἄσπαρτα καὶ ἀνήροτα ἅπαντα φύονται, καθάπερ οἱ στρατεύσαντές φασι, Κυκλώπειόν τινα διηγούμενοι βίον· πολλαχοῦ γοῦν σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν ἢ 15 καὶ τρίς, τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν, ἀνέαστον καὶ ταῦτα, οὐδὲ σιδήρῳ τμηθεῖσαν, ἀλλ ̓ αὐτοξύλῳ ἀρότρῳ, που τίζεται δὲ πᾶν τὸ πεδίον τοῦ Βαβυλωνίου καὶ τοῦ Αἰγυπτίου μᾶλλον τοῖς ποταμοῖς καὶ τοῖς ἄλλοις ὕδασιν, ὥστ ̓ ἀεὶ ποώδη φυλάττειν τὴν ὄψιν· διὰ δὲ τοῦτο καὶ εὔβοτόν ἐστι· πρόσεστι 20 δὲ καὶ τὸ εὐάερον ἐκείνῳ μᾶλλον. ἄσκαφοι δὲ ἄμπελοι μένου

ἐπίγεια ὄντα, Cor. ἐπιπόλαια ὄντα: Strabo scripsit, ni fallor, ἐπίπλεα
ὄντα. Guar. vertit omnino fallentia. 1. μηδὲ] μηδὲν codd. edd.:
μηδένα Cor. coni. parum apte.
οὖν .
2. τῆς θαλάττης Γ.
3. αὐτοῖς ~ ex corr. 6. προωθῇ D, sed sec. m. corr., προείη w, in
quo om. praeterea sequentia usque ad τοιούτῳ γένει τῶν.

om. oxz Tzsch. Cor. κρᾶς ο οὐδεμιᾶς τω. postea ἅπαντα.

-

ἐκφέρουσι Clrw. 11. ἐνθαλῆ Ι.

10. γὰρ

ου μια

12. τὰ ἀγαθὰ χ%.
ἅπαντα om. Dl, sed in D sec. m. in marg. add.:

ἅπαντα ἄσπαρτα % omisso

πάντα scripsit Xyl., uti supra τά γ' pro τἀγαθὰ ex Od. I, 109.
13. κυκλώπιον Cox (hie ex corr. κυκλωπικὸν) κυκλώπεον D, sed ε
sec. m. in et mut.: hanc scripturam praeter reliquos codd. tuetur Eust.
ad Dion. 730. 14. γοῦν] γὰρ C (in hoc γουν sup. add.) l.
voce καρπὸν denuo

[blocks in formation]

incipit E.

A

15. τὸν] τὸ Tzsch. ex coni. Tyrwh.

καὶ ταῦτα ἀνέαστον mavult Grosk., qui usitatior
ὄψιν om. w. 19. δὲ] δὴ οχ
ἐκείνων Cor., quod

18. ὥστ ̓
20. ευάερον] εὐάμπελον χ.

δὲ] γὰρ αἱ π δ ̓ αἱ Cor. μένουσι Dhil edd.

σαι διὰ τέλους, τεμνόμεναι διὰ πενταετηρίδος, νέαι μὲν διετεῖς ἐκφέρουσιν ἤδη καρπόν, τέλειαι δ ̓ ἀποδιδόασι τοσοῦτον, ὥστ ̓ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος. εὐερνῆ δ ̓ ἐστὶ καὶ τὰ βοσκήματα παρ ̓ αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια.

4. Καὶ οἱ ἄνθρωποι κάλλει καὶ μεγέθει διαφέροντες, ἁπλοῖ 5 δὲ καὶ οὐ καπηλικοί· οὐδὲ γὰρ νομίσματι τὰ πολλὰ χρῶνται, οὐδὲ ἀριθμὸν ἴσασι μείζω τῶν ἑκατόν, ἀλλὰ φορτίοις τὰς ἀμοιβὰς ποιοῦνται, καὶ πρὸς τἆλλα δὲ τὰ τοῦ βίου ῥᾳθύμως ἔχουσιν. ἄπειροι δ ̓ εἰσὶ καὶ μέτρων τῶν ἐπ ̓ ἀκριβὲς καὶ στα θμῶν, καὶ πολέμου δὲ καὶ πολιτείας καὶ γεωργίας ἀπρονοήτως 10 ἔχουσιν· ὅμως δὲ καὶ πεζοὶ καὶ ἀφ ̓ ἵππων ἀγωνίζονται, ψιλοί τε καὶ κατάφρακτοι, καθάπερ Αρμένιοι.

5. Στέλλουσι δὲ μείζω τῆς Ἰβήρων στρατιᾶς ὁπλίζουσι γὰρ καὶ ἓξ μυριάδας πεζών, ἱππέας δὲ δισμυρίους καὶ δισχι λίους, ὅσοις πρὸς Πομπήιον διεκινδύνευσαν. καὶ τούτοις δὲ 15 συμπολεμοῦσιν οἱ νομάδες πρὸς τοὺς ἔξωθεν, ὥσπερ τοῖς Ἴβηρσι κατὰ τὰς αὐτὰς αἰτίας. ἄλλως δ ̓ ἐπιχειροῦσι τοῖς ἀνθρώποις πολλάκις, ὥστε καὶ γεωργεῖν κωλύουσιν. ἀκοντισταὶ δέ εἰσι Α. 768 καὶ τοξόται, θώρακας ἔχοντες καὶ θυρεούς, περίκρανα δὲ θή ρεια παραπλησίως τοῖς Ἴβηρσιν. ἔστι δὲ τῆς Ἀλβανῶν χώρας 20 καὶ ἡ Κασπιανή, τοῦ Κασπίου ἔθνους ἐπώνυμος, οὗπερ καὶ ἡ θάλαττα, ἀφανοῦς ὄντος νυνί. ἡ δ ̓ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἀλβανίαν εἰσβολὴ διὰ τῆς Καμβυσηνῆς ἀνύδρου τε καὶ τρα

8. δὲ τὰ om. Ε.

1. διὰ τέλους om. Ε. τεμνόμεναι δὲ pr. m. in D, sed δὲ sec. m. del.: commodissime vero adderetur particula. καὶ ante νέαι add. Cor. 3. ἐφιᾶσιν τω. 4. καὶ τὰ ἄγρια om. w. — τὰ ante άγρια om. Χ. 5. μεγέθη C. 6. οὐδὲ] οὐ Ι. 7. μείζω] πλείω Ε. οὐδὲ ἀρι ὑμεῖν οἴδασι πλείω Εust. ad Dion. 1. c. 13. στρα τιάν coni. Villebr. recte, ut opinor. 14. πεζῶν] ἀνδρῶν codd., exc. Eg, edd.: illud recepi, et quod ipso sententiae nexu videbatur requiri, et quod Plutarchus in Pompeio (v. c. 35) eundem haud dubie auctorem, Theophanem ni fallor, secutus habet εξακισμυρίους πεζούς. μυρίους pro δισμυρίους scribendum censet Cas. ex Plutarchi l. c.: atque alterutrum numerum corruptum esse apparet, utrum vero dicas, incertum est. 15. ἐκινδύνευσαν Clorurs ald. 19. θυραίους D, sed ac in e mut. sec. m.; idem inter versus add. in C. νυμος Ε ald.

δὲ] τε χ. θήρια Chi. 21. ὁμώ

22. την om. Ε.

23. καμβισηνῆς CDh: ν.

ad P. 501.

« PreviousContinue »