Page images
PDF
EPUB

ἰσθμὸς ὁ κλείων τὴν μικρὰν Χερρόνησον, ἣν ἔφαμεν τῆς με γάλης Χερρονήσου μέρος, ἔχουσαν ἐν αὐτῇ τὴν ὁμωνύμως λεγομένην πόλιν Χερρόνησον.

3. Αὕτη δ ̓ ἦν πρότερον αὐτόνομος, πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν 5 C. 309 Ευπάτορα, στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους καὶ τοῦ Ἀδρίου· ταῦτα δ ̓ ἦν ἐπὶ Ῥωμαίους παρασκευή. ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατιάν, ἅμα πρός τε τοὺς Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖ- 10 δας τοὺς περὶ Πάλακον, οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν, Ἀπολλωνίδης δὲ ὀγδοήκοντα· ἅμα δὲ τούτους τε ἐχειρώ σατο βίᾳ καὶ Βοσπόρου κατέστη κύριος παρ' ἑκόντος λαβὼν Α. 475 Παρισάδου τοῦ κατέχοντος. ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέ- 15 χρι νῦν ἐστι. τὸ δ ̓ ἴσον ὁ Κτενοῦς διέχει τῆς τε τῶν Χερρο νησιτῶν πόλεως καὶ τοῦ Συμβόλων λιμένος. μετὰ δὲ τὸν Συμβόλων λιμένα μέχρι Θεοδοσίας πόλεως ἡ Ταυρική παραλία, χιλίων που σταδίων τὸ μῆκος, τραχεῖα καὶ ὀρεινὴ καὶ καταιγίζουσα τοῖς Βορέαις ἵδρυται, πρόκειται δ ̓ αὐτῆς ἄκρα πολὺ 20 πρὸς τὸ πέλαγος καὶ τὴν μεσημβρίαν ἐκκειμένη κατὰ Παφλαγονίαν καὶ Ἄμαστριν πόλιν, καλεῖται δὲ Κριοῦ μέτωπον. ἀντίκειται δ ̓ αὐτῇ τὸ τῶν Παφλαγόνων ἀκρωτήριον ἡ Καραμ βις τὸ διαιροῦν εἰς πελάγη δύο τὸν Εὔξεινον πόντον τῷ ἑκα

6. καὶ ante στρατηγιῶντα add. Α. 7. Verba καὶ τοῦ Ἀδρίου mirifica sunt ac mihi suspecta: addita videantur propter Romanorum mentionem. 9. στρατείαν Εpit. 11. Παλάκιον Cor.: cf. p. 306. 12. τε om. Ι. 14. περισάδου ABC Epit. περισάδου Ino Παιρισάδου Tzsch. Cor. Infra quoque p. 310 fluctuantur codd. in huius nomi nis scriptura, ita tamen ut plerisque locis na exhibeant. Atque ea quidem in re consentiunt alii scriptores hoc nomen referentes Dem. Or. in Phorm. §. 8. Bekk. Diod. XVI, 52 Polyaen. VII, 37. Ab hoc tot testium licet Παιρισάδου legatur in nummis. post τὸν add. C(?)l edd. inde a Cas. τοῦτον post λιμένα add. no edd. inde 24. πόντον om. Ε.

(ubi vid. Wess. not.), XX, 22. consensu recedere ausus non sum, 16. κτενοὺς Α. 17. τῶν

Συμβόλων om. no. 18. Cas. 20. πρόσκειται ABC.

[ocr errors]

τέρωθεν σφιγγομένῳ πορθμῷ. διέστηκε δ ̓ ἡ Καραμβις τῆς μὲν τῶν Χερρονησιτῶν πόλεως σταδίους δισχιλίους καὶ πεντακοσίους, τοῦ δὲ Κριοῦ μετώπου πολὺ ἐλάττους τὸν ἀριθμόν· συχνοὶ γοῦν τῶν διαπλευσάντων τὸν πορθμὸν ἅμα φασὶν ἰδεῖν 5 ἀμφοτέρας ἑκατέρωθεν τὰς ἄκρας. ἐν δὲ τῇ ὀρεινῇ τῶν Ταύ καὶ τὸ ὄρος ἐστὶν ὁ Τραπεζοῦς, ὁμώνυμον τῇ πόλει τῇ περὶ τὴν Τιβαρανίαν καὶ τὴν Κολχίδα· καὶ ἄλλο δ ̓ ἐστὶν ὄρος Κιμμέριον κατὰ τὴν αὐτὴν ὀρεινήν, δυναστευσάντων ποτὲ τῶν Κιμμερίων ἐν τῷ Βοσπόρῳ· καθ ̓ ὃ καὶ Κιμμερικός Βόσπο 10 ρος καλεῖται τοῦ πορθμοῦ πᾶν, ὃ ἐπέχει τὸ στόμα τῆς Μαιώτιδος.

ρων

4. Μετὰ δὲ τὴν ὀρεινὴν τὴν λεχθεῖσαν ἡ Θεοδοσία κεῖται πόλις, πεδίον εὔγαιον ἔχουσα καὶ λιμένα ναυσὶ καὶ ἑκατὸν ἐπι- Α. 476 τήδειον· οὗτος δὲ ὅρος ἦν πρότερον τῆς τῶν Βοσποριανών 15 καὶ Ταύρων γῆς· καὶ ἡ ἑξῆς δ ̓ ἐστὶν εὔγαιος χώρα μέχρι Παν

τικαπαίου, τῆς μητροπόλεως τῶν Βοσποριανών, ἱδρυμένης ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος. ἔστι δὲ τὸ μεταξὺ τῆς Θεοδοσίας καὶ τοῦ Παντικαπαίου στάδιοι περὶ πεντακόσιοι καὶ τριάκοντα, χώρα πᾶσα σιτοφόρος, κώμας ἔχουσα καὶ πόλιν εὐλίμενον τὸ 20 Νυμφαῖον καλούμενον. τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων εἴκοσι· πρὸς ἕω δ ̓ ἔχει λι

2. xv

1. σφιγγόμενον Β (sed hic σφιγγομένῳ ex corr.) Cl edd. λίους 5. 7. τὴν ante Τιβαρανίαν om. ald. Τιβαρηνίαν Ε edd.: vid. ad II, 129. ἔθνος supra ὄρος pr. m. add. Ε. 8. κιμμέ βιοι ΑΕ. δυναστεῦσαν ΑΒCl, Tzsch. corr. ex coni. Xyl. 9. Βόστ πορος] κόλπος η, sinus Cimmerius Guar: inde paulo inconsideratius rec. Tzsch. (rationibus maxime victus Holstenii ad Steph. p. 71) Cor.: cf. p. 310 et maxime XI, 494. 13. εύγεων no. 14. βοσπο ρανῶν E. De variis huius gentilicii formis v. Steph. Βyz. s. v. Βόσπο ρος, Lob. Pathol. serm. Gr. p. 199. 15. παντικαπέου ΑΒ. 16. βοσπορανῶν BCE, et sic 312 codd. omn. P. Alteram formam h. 1. praeter A tuetur Epit. 17. τὸ στόμα Ε. ἔστι] ἔτι 1. 18. παντικαπέου AC. φ' και λ' C, idem legi suspicor in Bl, φλ' Ε πεντακοσίων καὶ τριάκοντα Α πεντακόσιοι καὶ τριάκοντα ald. πεντακοσίους καὶ τριάκοντα edd. inde a Cas. Incertissima in talibus codicum est 20. Νύμφαιον malit Cas., ut est ap.

fides.

[ocr errors]

19. κώμας] χώρας Ε.

Steph. et Ptolem.: in marg. E pr. m. add. ἕτερον (ἕτεροι?) τύμφαιον.

παντικάπεον C.

C. 310 μένα καὶ νεώρια ὅσον τριάκοντα νεῶν, ἔχει δὲ καὶ ἀκρόπολιν κτίσμα δ ̓ ἐστὶ Μιλησίων. ἐμοναρχεῖτο δὲ πολὺν χρόνον ὑπὸ δυναστῶν τῶν περὶ Λεύκωνα και Σάτυρον καὶ Παρισάδην αὕτη τε καὶ αἱ πλησιόχωροι κατοικίαι πᾶσαι αἱ περὶ τὸ στόμα τῆς Μαιώτιδος ἑκατέρωθεν μέχρι Παρισάδου του Μιθριδάτῃ 5 παραδόντος τὴν ἀρχήν. ἐκαλοῦντο δὲ τύραννοι, καίπερ οἱ πλείΑ. 477 ους ἐπιεικεῖς γεγονότες, ἀρξάμενοι ἀπὸ Παρισάδου καὶ Λεύ κωνος. Παρισάδης δὲ καὶ θεὸς νενόμισται· τούτῳ δὲ ὁμώνυμος καὶ ὁ ὕστατος, οὐχ οἷός τε ὢν ἀντέχειν πρὸς τοὺς βαρ βάρους, φόρον πραττομένους μείζω τοῦ πρότερον, Μιθριδάτη 10 τῷ Εὐπάτορι παρέδωκε τὴν ἀρχήν· ἐξ ἐκείνου δ ̓ ἡ βασιλεία γεγένηται Ῥωμαίοις ὑπήκοος. τὸ μὲν οὖν πλέον αὐτῆς μέρος ἐστὶν ἐπὶ τῆς Εὐρώπης, μέρος δέ τι καὶ ἐπὶ τῆς Ἀσίας.

ων

5. Τὸ δὲ στόμα τῆς Μαιώτιδος καλεῖται μὲν Κιμμερικός Βόσπορος, ἄρχεται δὲ ἀπὸ μείζονος πλάτους, ἀπὸ ἑβδομήκοντά 15 που σταδίων· καθ ̓ ὃ διαίρουσιν ἐκ τῶν περὶ Παντικάπαιον τόπων εἰς τὴν ἐγγυτάτω πόλιν τῆς Ἀσίας, τὴν Φαναγορίαν· τελευτᾷ δ ̓ εἰς πολὺ στενώτερον πορθμόν. διαιρεῖ δ ̓ ὁ στενωπὸς οὗτος τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, καὶ ὁ Τάναϊς που ταμός, καταντικρὺ ῥέων ἀπὸ τῶν ἄρκτων εἴς τε τὴν λίμνην 20 καὶ τὸ στόμα αὐτῆς· δύο δ ̓ ἔχει τὰς εἰς τὴν λίμνην ἐκβολὰς διεχούσας ἀλλήλων ὅσον σταδίους ἑξήκοντα. ἔστι δὲ καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον τῶν βαρβάρων ἐμπόριον μετὰ τὸ Παντικάπαιον. ἐν ἀριστερᾷ δ ̓ εἰσπλέοντι τὸν Κιμμερικὸν Βόσπορον πολίχνιον ἐστι Μυρμήκιον ἐν εἴκοσι σταδίοις ἀπὸ 25 τοῦ Παντικαπαίου. τοῦ δὲ Μυρμηκίου διπλάσιον διέχει κώμη

3. σάγαυρον codd., Cor. corr. ex coni. Cas.: Satyri enim nomen inter reges Bospori celebratissimum; v. XI, 494. Diod. XIV, 93 et Wess. ad h. 1. περισάδην ΑΒ Παιρισάδην Tzsch. Cor.: v. ad p. 309. 5. παρισέδου AC. 7. παρισέδου AC. 9. ὃς ante οὐχ add. Β (ex corr.?) no ald., Cas. uncis inclusit, Tzsch. sustulit, Cor. restituit: ac commodissime quidem adderetur. 13. δ ̓ ἔτι 1. 15. Alterum ἀπὸ suspectum. 16. περὶ om. 4, sed sec. m. hoc sec. m. ε in au mut.

[merged small][ocr errors]

add. in marg.

[ocr errors]

παντικάπεον C4, sed in 19. τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας edd.

ὁ τάναϊος (sic) 4. 23. ἐμπορεῖον ΑBl edd. 26. παντικαπέου, sed sec. m. & in au mut, A.

Τ

Παρθένιον, καθ ̓ ἣν στενώτατος ὁ εἴσπλους ἐστὶν ὅσον εἴκοσι σταδίων, ἔχων ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην, Αχίλλειον και λουμένην. ἐντεῦθεν δ ̓ εὐθυπλοίᾳ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὴν κατὰ τὰς ἐκβολὰς νῆσον στάδιοι δισχίλιοι διακόσιοι, μικρὸν 5 δ ̓ ὑπερβάλλει τοῦ ἀριθμοῦ τούτου πλέοντι παρὰ τὴν Ἀσίαν· πλέον δ ̓ ἢ τριπλάσιον ἐν ἀριστερᾷ πλέοντι μέχρι τοῦ Τανάιδος, ἐν ᾧ παράπλῳ καὶ ὁ ἰσθμὸς ἵδρυται. οὗτος μὲν οὖν ὁ παράπλους ἔρημος πᾶς ὁ παρὰ τὴν Εὐρώπην, ὁ δ ̓ ἐν δεξιᾷ οὐκ ἔρημος· ὁ δὲ σύμπας τῆς λίμνης κύκλος ἐννακισχιλίων ἱστο10 ρεῖται σταδίων. ἡ δὲ μεγάλη Χερρόνησος τῇ Πελοποννήσῳ Α. 478 προσέοικε καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος. ἔχουσι δ ̓ αὐτὴν οἱ τοῦ Βοσπόρου δυνάσται κεκακωμένην πᾶσαν ὑπὸ τῶν συνεχῶν πολέμων. πρότερον δ ̓ εἶχον ὀλίγην μὲν τὴν πρὸς τῷ στό ματι τῆς Μαιώτιδος καὶ τῷ Παντικαπαίῳ μέχρι Θεοδοσίας C. 311 15 τῶν Βοσπορίων τύραννοι, τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος· καὶ ἐκαλεῖτο ἡ χώρα πᾶσα αὕτη, σχεδὸν δέ τι καὶ ἡ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία· διὰ δὲ τὸ πλῆθος τῶν ἐνθένδε περαιουμένων τόν τε Τύραν καὶ τὸν Ἴστρον καὶ 20 ἐποικούντων τὴν γῆν καὶ ταύτης οὐκ ὀλίγη μικρά προσηγο ρεύθη Σκυθία, τῶν Θρᾳκῶν τὰ μὲν τῇ βίᾳ συγχωρούντων, τὰ δὲ τῇ κακίᾳ τῆς χώρας· ἑλώδης γάρ ἐστιν ἡ πολλὴ αὐτῆς.

6. Τῆς δὲ Χερρονήσου, πλὴν τῆς ὀρεινῆς τῆς ἐπὶ τῇ θα λάττῃ μέχρι Θεοδοσίας, ἥ γε ἄλλη πεδιὰς καὶ εὔγεώς ἐστι 25 πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής· †τριάκοντα γοῦν ἀποδίδωσι, διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη. φόρον τε ἐτέλουν ὀκτωκαίδεκα μυριάδας μεδίμνων Μιθριδάτη, τάλαντα δ' ἀργυ ρίου διακόσια σὺν τοῖς Ἀσιανοῖς χωρίοις τοῖς περὶ τὴν Σιν

1. στενότατος, pr. m. o in o mut., 4. Diversa ab his infra traduntur IX, 494. 3. εὐθύπλοιοι 4 εὐθύπλοοι Ε εὐθύπλοια BCI (?) Tzsch. corr.

5. παρὰ πλέοντι om. C. 7. οὖν om. L. 8. πᾶς

om. Ε.
παρὰ] περὶ Ε. 16. καρπινίτου ACI Παρπινίτου Β, sed
καρκινίτου Epit. 17. πᾶσα αὐτῆς BCL. 23. τῇ om. edd. 24.
εὔγειος Epit. εὔγαιος edd. 25. τριάκοντα ferri non posse apparet:
τριακοντάχουν scribendum est, ut loci similes docent XV, 731. XVI, 741.
Erroris causa manifesta. 26. τε] δὲ no edd. inde a Cas. 28. δια

Τ

δικήν. καν τοῖς πρόσθεν χρόνοις ἐντεῦθεν ἦν τὰ σιτοπομπεῖα τοῖς Ἕλλησι, καθάπερ ἐκ τῆς λίμνης αἱ ταριχεῖαι· Λεύκωνα δέ φασιν ἐκ τῆς Θεοδοσίας Ἀθηναίοις πέμψαι μυριάδας με δίμνων διακοσίας καὶ δέκα. οἱ δ ̓ αὐτοὶ οὗτοι καὶ Γεωργοὶ ἐκαλοῦντο ἰδίως διὰ τὸ τοὺς ὑπερκειμένους Νομάδας εἶναι, τρε- 5 φομένους κρέασιν ἄλλοις τε καὶ ἱππείοις, ἱππείῳ δὲ καὶ τυρῷ καὶ γάλακτι καὶ ὀξυγάλακτι (τοῦτο δὲ καὶ ὄψημά ἐστιν αὐτ τοῖς κατασκευασθέν πως)· διόπερ ὁ ποιητὴς ἅπαντας εἴρηκε τοὺς ταύτῃ Γαλακτοφάγους. οἱ μὲν οὖν Νομάδες πολεμισταὶ Α. 479 μᾶλλον εἰσιν ἢ λῃστρικοί, πολεμοῦσι δὲ ὑπὲρ τῶν φόρων. ἐπι- 10 τρέψαντες γὰρ ἔχειν τὴν γῆν τοῖς ἐθέλουσι γεωργεῖν ἀντὶ ταύτης ἀγαπῶσι φόρους λαμβάνοντες τοὺς συντεταγμένους μετρί ους τινὰς οὐκ εἰς περιουσίαν, ἀλλ ̓ εἰς τὰ ἐφήμερα καὶ τὰ ἀναγ καῖα τοῦ βίου· μὴ διδόντων δέ, αὐτοῖς πολεμοῦσιν. οὕτω δὲ καὶ δικαίους ἅμα καὶ ἀβίους ὁ ποιητὴς εἴρηκε τοὺς αὐτοὺς 15 τούτους ἄνδρας· ἐπεί, τῶν γε φόρων ἀπευτακτουμένων, οὐδ ̓ ἂν καθίσταντο εἰς πόλεμον. οὐκ ἀπευτακτοῦσι δ ̓ οἱ δυνάμει πεποιθότες, ὥστε ἢ ἀμύνασθαι ῥᾳδίως ἐπιόντας ἢ κωλῦσαι τὴν ἔφοδον· καθάπερ Ασανδρον ποιῆσαί φησιν Υψικράτης, ἀποτειχίσαντα τὸν ἰσθμὸν τῆς Χερρονήσου τὸν πρὸς τῇ Μαι- 20 ώτιδι, τριακοσίων ὄντα καὶ ἑξήκοντα σταδίων, ἐπιστήσαντα πύργους καθ ̓ ἕκαστον στάδιον δέκα. οἱ δὲ Γεωργοὶ ταύτῃ μὲν ἡμερώτεροί τε ἅμα καὶ πολιτικώτεροι νομίζονται εἶναι, χρημα

κοσίων Α. 4. διακοσίων ΑBCl(?) διακοσίας i, idque Tzsch. restituit; ué Epit., quam veram puto scripturam: altera enim, quidquid dicunt interpretes (v. Cor. in Intp. Gall., Wolf. ad Demosth. Or. in Lept. p. 256, Boeckh. Staatshaushaltung etc. I p. 97), parum videtur credibilis. Orta est, ut opinor, ex frequentissima commutatione notarum Ε et Σ. 6. τοῖς ante ἱππείοις add. BCL. 7. έψημα gikno. 10. ὅρων Βι ὁρῶν C Xyl. corr. 17. δ ̓ οἱ] δ ̓ οὐ 4BCl δ ̓ αὖ Tzsch, οὐ om. Xyl. Cas. Cor., sed hic of, quod praebent no, recipiendum censet in nott. 21. ἐπιστήσαντι ABC. In proximis cum incredibilis videretur turrium numerus, qui efficitur servata codicum scriptura, varie cam tentarunt, sed parum feliciter, Gossell. Cor. Grosk: etenim τριάκοντα καὶ ἓξ et hic et p. 308 scribendum censet Goss., καθ ̓ ἕκαστα στάδια δέκα Cor., καθ ̓ ἕκαστον στάδιον ἕνα Grosk.

« PreviousContinue »