Page images
PDF
EPUB

σχόντας τῆς ἐπὶ Ἴλιον στρατείας, ἐν οἷς κατωνομάζοντο οἵ τε τὴν ἀκτὴν οἰκοῦντες καὶ ἔτι

οἵ τ ̓ ἤπειρον ἔχον ἤδ ̓ ἀντιπέραι ̓ ἐνέμοντο.

οὔτε δ ̓ ἡ ἤπειρος Ακαρνανία ὠνομάζετό πω, οὔθ ̓ ἡ ἀκτὴ 5 Λευκάς.

25. Ἔφορος δ ̓ οὔ φησι συστρατεῦσαι·. Ἀλκμαίωνα γὰρ C. 462 τὸν Ἀμφιάρεω, στρατεύσαντα μετὰ Διομήδους καὶ τῶν ἄλλων Ἐπιγόνων καὶ κατορθώσαντα τὸν πρὸς Θηβαίους πόλεμον, συνελθεῖν Διομήδει καὶ τιμωρήσασθαι μετ ̓ αὐτοῦ τοὺς Οἰνέως 10 ἐχθρούς, παραδόντα δ ̓ ἐκείνοις τὴν Αἰτωλίαν, αὐτὸν εἰς τὴν Ακαρνανίαν παρελθεῖν καὶ ταύτην καταστρέφεσθαι. Αγαμέ μνονα δ ̓, ἐν τούτῳ τοῖς Ἀργείοις ἐπιθέμενον, κρατῆσαι ῥα δίως, τῶν πλείστων τοῖς περὶ Διομήδη συνακολουθησάντων. μικρὸν δ ̓ ὕστερον ἐπιπεσούσης τῆς ἐπ ̓ Ἴλιον ἐξόδου, δείσαντα, 15 μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες οἴκαδε οἱ περὶ τὸν Διομήδη (καὶ γὰρ ἀκούεσθαι μεγάλην περὶ αὐτὸν συνεστραμμένην δύναμιν) κατάσχοιεν τὴν μάλιστα προσήκουσαν αὐτοῖς ἀρχήν (τὸν μὲν γὰρ Ἀδράστου, τὸν δὲ τοῦ πατρὸς εἶναι κληρονόμον), ταῦτα δὴ διανοηθέντα καλεῖν αὐτοὺς ἐπί τε 20 τὴν τοῦ Ἄργους ἀπόληψιν καὶ τὴν κοινωνίαν τοῦ πολέμου· τὸν μὲν οὖν Διομήδη πεισθέντα μετασχεῖν τῆς στρατείας, τὸν Α. 710 δὲ Ἀλκμαίωνα ἀγανακτοῦντα μὴ φροντίσαι· διὰ δὲ τοῦτο μηδὲ κοινωνῆσαι τῆς στρατείας μόνους τοὺς Ἀκαρνᾶνας τοῖς Ἕλ λησι· τούτοις δ', ὡς εἰκός, τοῖς λόγοις ἐπακολουθήσαντες οἱ 25 Ακαρνάνες, σοφίσασθαι λέγονται Ῥωμαίους καὶ τὴν αὐτονομίαν παρ' αὐτῶν ἐξανύσασθαι, λέγοντες, ὡς οὐ μετάσχοιεν μό

τ.

2. ἀκτὴν] αὐτὴν Bkno ald. 3. ἔσχον κ εἶχον 2. - ἀντιπέρ ̓ C ἀντιπέρα Bhl ald. ἀντιπέραν ir: cf. pag. 453. 6. ἀλκμέωνα CDI. 7. συστρατεύσαντα Clo edd. 10. ἐκείνῳ C(?) edd. inde a Xyl. 13. τῶν ante τοῖς add. Β (ex corr.) k ald. τῶν pro τοῖς habet χ. διομήδην Dhik διομήδει C: cf. VII, 325. 14. μικρῷ κο. — ἐξόδου] 16. διομήδην Duk. στρατείας Ε. αὐτοῦ BChklx ald. 20. τὴν ante του om. Bk, sed in hoc postea add. 21. διομήδην Dhi. 22. δὲ om. ln. ἀλκμέωνα D. 26. ἐξωνήσασθαι kr (in hoc παρ' αὐ τῶν post verbum illud collocata sunt): idem inter versus positum in h.

[ocr errors]

no.

νοι τῆς ἐπὶ τοὺς προγόνους τοὺς ἐκείνων στρατείας· οὔτε γὰρ ἐν τῷ Αἰτωλικῷ καταλόγῳ φράζοιντο, οὔτε ἰδίᾳ· οὐδὲ γὰρ ὅλως τοὔνομα τοῦτ' ἐμφέροιτο ἐν τοῖς ἔπεσιν.

26. Ὁ μὲν οὖν Ἔφορος, πρὸ τῶν Τρωικῶν ἤδη τὴν Ἀκαρνανίαν ὑπὸ τῷ Ἀλκμαίωνι ποιήσας, τό τε Ἄργος τὸ Ἀμφι- 5 λοχικὸν ἐκείνου κτίσμα ἀποφαίνει, καὶ τὴν Ακαρνανίαν ώνομάσθαι φησὶν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Ἀκαρνᾶνος, Αμφιλόχους δὲ ἀπὸ τοῦ ἀδελφοῦ Ἀμφιλόχου· ὥστε ἐκπίπτει εἰς τὰ παρὰ τὴν Ὁμηρικὴν ἱστορίαν λεγόμενα. Θουκυδίδης δὲ καὶ ἄλλοι τὸν Ἀμφίλοχον, ἀπὸ τῆς στρατείας τῆς Τρωικῆς ἐπα- 10 νιόντα, οὐκ ἀρεσκόμενον τοῖς ἐν Ἄργει, ταύτην οἰκῆσαί φασι τὴν χώραν, οἱ μὲν κατὰ διαδοχὴν ἥκοντα τῆς τοῦ ἀδελφοῦ δυναστείας, οἱ δ ̓ ἄλλως. καὶ ἰδίᾳ μὲν περὶ Ακαρνάνων ταῦτα λέγοιτ ̓ ἄν, κοινῇ δ ̓ ὅσα καὶ τοῖς Αἰτωλικοῖς ἐπιπλέκεται νῦν ἐροῦμεν, τὰ Αἰτωλικὰ λέγοντες ἐφ ̓ ἑξῆς, ὅσα προσλαβεῖν τοῖς 15 εἰρημένοις ἔγνωμεν.

CAPUT III.

1. Τοὺς δὲ Κουρῆτας τῶν μὲν Ἀκαρνᾶσι, τῶν δ' Αίτω λοῖς προσνεμόντων, καὶ τῶν μὲν ἐκ Κρήτης, τῶν δ ̓ ἐξ Εὐ βοίας τὸ γένος εἶναι φασκόντων, ἐπειδὴ καὶ Ὅμηρος αὐτῶν 20 C. 463 μέμνηται, τὰ παρ ̓ ἐκείνου πρῶτον ἐπισκεπτέον. οἴονται δ ̓ αὖτὸν λέγειν Αἰτωλοὺς μᾶλλον ἢ Ακαρνάνας, εἴπερ οἱ Πορθμονίδαι ἦσαν,

Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ ̓ ἦν ἱππότα Οινεύς·
ᾤκεον δ ̓ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδώνι.

Α. 711 αὗται δ ̓ εἰσὶν Αἰτωλικαί πόλεις ἀμφότεραι καὶ φέρονται ἐν τῷ Αἰτωλικῷ καταλόγῳ, ὥστε, ἐπεὶ τὴν Πλευρῶνα οἰκοῦντες

2. ἐν τῷ

1. Inde a verbis ἐπὶ τοὺς alia manus incipit in D. λικῷ D (sed αίτω pr. m. sup. add.) l ἐν αἰτωλικῷ Bkhno ald. 5. άλ κμαίωνι, et αι sec. m. in e mut., D. 7. τοῦ ante Ακαρνάνος add. Di 9. Θουκυδίδης τε καὶ ἄλλοι, οἳ κτλ. Cor., annectens haec proxime praecedentibus nullo signo interposito. 11. φησι BChino ald. 12. τὴν 17. δὲ] δὴ Chx δ ̓ οἱ Bk, sed in hoc post add. 22. παρθαονίδαι Bklno ald. 27. ἐπεὶ] ἐπὶ οἱ ante τὴν add. Cas., γρ. ἐπεὶ οἱ τὴν adiectum in no.

om. 7.

k ex corr.

21. ἐκείνῳ

Dhix.

25

φαίνονται καὶ κατ ̓ αὐτὸν οἱ Κουρῆτες, Αἰτωλοὶ ἂν εἶεν. οἱ δ ̓ ἀντιλέγοντες τῷ τρόπῳ τῆς φράσεως παράγονται, ὅταν φῇ· Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι

ἀμφὶ πόλιν Καλυδώνα.

5 οὐδὲ γὰρ ἂν κυρίως εἶπεν οὕτως· ἐμάχοντο Βοιωτοὶ καὶ Θη βαῖοι πρὸς ἀλλήλους, οὐδ ̓ Ἀργεῖοι καὶ Πελοποννήσιοι. · ἐδείχθη δ ̓ ἐν τοῖς ἔμπροσθεν, ὅτι ἐστὶ καὶ Ὁμηρικὸν τὸ ἔθος τοῦτο τῆς φράσεως καὶ ὑπὸ τῶν ἄλλων ποιητῶν τετριμμένον· τοῦτο μὲν οὖν εὐαπολόγητον. ἐκεῖνοι δὲ λεγέτωσαν, πῶς ἂν 10 μὴ ὁμοεθνεῖς ὄντας μηδὲ Αἰτωλοὺς τοὺς Πλευρωνίους ἐν τοῖς Αἰτωλοῖς κατέλεγεν.

2. Ἔφορος δὲ τοὺς Αἰτωλοὺς εἰπὼν ἔθνος εἶναι μηδεπώ ποτε γεγενημένον ὑφ ̓ ἑτέροις, ἀλλὰ πάντα τὸν μνημονευόμενον χρόνον μεμενηκὸς ἀπόρθητον διά τε τὰς δυσχωρίας τῶν τό15 πων καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἄσκησιν, ἐξ ἀρχῆς μέν φησιν ἅπασαν τὴν χώραν Κουρῆτας κατασχεῖν· ἀφικομένου δ ̓ ἐξ Ἤλιδος Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, τοὺς μὲν Κουρῆτας εἰς τὴν νῦν καλουμένην Ακαρνανίαν ὑποχωρῆσαι, τοὺς δ ̓ Αἰτωλοὺς συγκατελθόντας Ἐπει20 οῖς τὰς ἀρχαιοτάτας κτίσαι τῶν ἐν Αἰτωλίᾳ πόλεων, δεκάτη δ ̓ ὕστερον γενεᾷ τὴν Ἦλιν ὑπὸ Ὀξύλου τοῦ Αἵμονος συνοικι σθῆναι, περαιωθέντος ἐκ τῆς Αἰτωλίας. παρατίθησι δὲ τούτων μαρτύρια τὰ ἐπιγράμματα, τὸ μὲν ἐν Θέρμοις τῆς Αἰτω λίας, ὅπου τὰς ἀρχαιρεσίας ποιεῖσθαι πάτριον αὐτοῖς ἐστιν, 25 ἐγκεχαραγμένον τῇ βάσει τῆς Αἰτωλοῦ εἰκόνος·

1. και om. Xyl. 5. οὗτος C.

και ante Βοιωτοι add. Dhi

ἐδεί

τετριμμένων k. 10. μηδ']

15. φασιν codd., Tzsch. 20. δέκα, τῇ δ ̓ codd.,

6. πελοπονήσιοι CD (sed in hoc alterum v sec. m. add.) χ. ξαμεν κ. 7. και om. k. 8. ποιητῶν τῶν μὴ χ. 14. τε] δὲ codd., Tzsch. corr. corr. ex sent. Xyl. 19. συγκατιόντας κ. exc. 8, in quo δεκάτῃ ὕστερον: Cor. corr. ex coni. Du Theilii certissima; δεκάτῃ post ὕστερον add. Xyl., hunc numerum a Strabone additum fuisse recte suspicatus ex Epit., ubi legitur μετὰ οὖν γενεὰς δέκα Ὄξυλος κτλ., relinquens tamen δέκα post πόλεων: quod ex errore librarii ortum esse liquet ex VIII, 357. 21. ὑστέρᾳ k. 22. δ' ante z add. BDhklx (in hoc postea sublatum) ald. καὶ τὰ ante τούτων add. ald. 23. μάρτυρα kx, sed hic post corr.

Strabo. II.

24

χώρης οἰκιστῆρα, παρ' Αλφειοῦ ποτε δίναις
θρεφθέντα, σταδίων γείτον ̓ Ὀλυμπιάδος,
Ἐνδυμίωνος παῖδ ̓ Αἰτωλοὶ τόνδ' ἀνέθηκαν

Αἰτωλόν, σφετέρας μνῆμ ̓ ἀρετῆς ἐσορᾷν·

Α. 712 τὸ δ' ἐν τῇ ἀγορᾷ τῶν Ἠλείων ἐπὶ τῷ Ὀξύλου ἀνδριάντι·
Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον

C. 464

κτήσατο Κουρῆτιν γῆν, δορὶ πολλὰ καμών· τῆς δ ̓ αὐτῆς γενεᾶς δεκατόσπορος Αίμονος υἱός Οξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν.

5

3. Τὴν μὲν οὖν συγγένειαν τὴν πρὸς ἀλλήλους τῶν τε Ηλείων 10 καὶ τῶν Αἰτωλῶν ὀρθῶς ἐπισημαίνεται διὰ τῶν ἐπιγραμμάτ των, ἐξομολογουμένων ἀμφοῖν οὐ τὴν συγγένειαν μόνον, ἀλλὰ καὶ τὸ ἀρχηγέτας ἀλλήλων εἶναι· δι ̓ οὗ καλῶς ἐξελέγχει ψευ δομένους τοὺς φάσκοντας τῶν μὲν Αἰτωλῶν ἀποίκους εἶναι τοὺς Ἠλείους, μὴ μέντοι τῶν Ἠλείων τοὺς Αιτωλούς. τὴν δ ̓ 15 ἀνομολογίαν τῆς γραφῆς καὶ τῆς ἀποφάσεως φαίνεται τὴν αὐτὴν ἐπιδεδειγμένος κἀνταῦθα, ἥνπερ ἐπὶ τοῦ μαντείου τοῦ ἐν Δελφοῖς παρεστήσαμεν. εἰπὼν γὰρ ἀπόρθητον ἐκ τοῦ μνημονευομένου χρόνου παντὸς τὴν Αἰτωλίαν, εἰπὼν δὲ καὶ ἐξ ἀρ χῆς τὴν χώραν ταύτην τοὺς Κουρῆτας κατασχεῖν ὤφειλε μέν 20 * τοιγε* τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν, ὅτι οἱ Κουρῆτες διέμειναν ἕως εἰς αὐτὸν κατέχοντες τὴν Αἰτωλίαν γῆν· οὕτω γὰρ ἔμελλεν ἀπόρθητός τε καὶ οὐδέποτε ἐπ ̓ ἄλλοις γεγονυῖα ὀρθῶς λεχθήσεσθαι· ὁ δ ̓ ἐκλαθόμενος τῆς ὑποσχέσεως οὐ τοῦτ ̓ ἐπιφέρει, ἀλλὰ τοὐναντίον, ὡς ἀφικομένου ἐξ Ηλιδος 25 Αἰτωλοῦ καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, οἱ Κουρῆτες

5.

1. δίνησι χ. 2. τραφέντα χη, sed in hoc add. γρ. τρεφθέντα, quod exhibent codd. rell.; ρεφθέντα Cor. reposuit praeeunte Jacobsio in Anthol. Gr. Tom. IV p. 161. 3. αἰτωλὸν et in versu proximo αἰτωλοὶ Bkno edd. commodiore sane ordine. 4. αἰτωλῶν Cl. Ἠλείων] αἰτωλῶν codd., sed in n supra add. ἠλείων, quod habet in ipsa verborum serie Pleth.; Eleorum et Etolorum Guar. Librarios erroris convincit Strabo ipse in proximis et Paus. VI, 24 extr. γραμμάτων Ε. 12. ἀνομολογουμένων ἐ. 13. ἐλέγχει π. γοντας ald. 20. μέντοι γε om. χ τοιγε om. Cor. recte.

11.

14. λέ 21. ἐπι

φέρειν, uti paulo post legitur, hic quoque scribendum esse coni. Cas. recte, ut opinor.

23. ἐπ ̓] ὑπ ̓ χ Cor.

ἄλλης Cs.

5

ἀπῆλθον εἰς τὴν Ακαρνανίαν· τί οὖν ἄλλο πορθήσεως ἴδιον ἢ τῷ πολέμῳ κρατηθῆναι καὶ τὴν χώραν ἐκλιπεῖν; τοῦτο δὲ καὶ τὸ ἐπίγραμμα μαρτυρεῖ τὸ παρὰ τοῖς Ἠλείοις· ὁ γὰρ Αἰ τωλός, φησί,

κτήσατο Κουρῆτιν γῆν, δορὶ πολλὰ καμών.

4. Ἴσως δή τις ἂν φαίη, λέγειν αὐτὸν ἀπόρθητον τὴν Αἰτωλίαν, ἀφ ̓ οὗ τοὔνομα τοῦτ ̓ ἔσχε μετὰ τὴν Αἰτωλοῦ παρουσίαν· ἀλλ ̓ ἀφῄρηται καὶ [τούτου] τοῦ νοήματος τὸν λόγον, φήσας ἐν τοῖς ἐφεξῆς τὸ μὲν πλεῖστον τοῦ λαοῦ τοῦ διαμένον 10 τος ἐν τοῖς Αἰτωλοῖς τοῦτο εἶναι τὸ τῶν Ἐπειῶν †λέγων, συμμιχθέντων δ ̓ αὐτοῖς ὕστερον Αἰολέων, τῶν ἅμα Βοιωτοῖς ἐκ Θετταλίας ἀναστάντων, κοινῇ μετὰ τούτων τὴν χώραν και τασχεῖν. ἆρ ̓ οὖν † ἔστι χωρὶς πολέμου τὴν ἀλλοτρίαν ἐπελθόν. τας συγκατανείμασθαι τοῖς ἔχουσι, μηδὲν δεομένοις κοινωνίας 15 τοιαύτης; ἢ τοῦτο μὲν οὐ πιστόν, τὸ δὲ κρατουμένοις τοῖς ὅπλοις ἐπ ̓ ἴσοις συμβῆναι πιστόν; τί οὖν ἄλλο πόρθησις ἢ τὸ Α. 713 κρατεῖσθαι τοῖς ὅπλοις; καὶ Ἀπολλόδωρος δ ̓ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἀπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους· ὁ δ ̓ ὥσπερ κατωρθωκὼς ἐπιλέγει, διότι 20 ταῦτα καὶ τὰ τοιαῦτα διακριβοῦν εἰώθαμεν, ὅταν ᾖ τι τῶν πραγμάτων ἢ παντελῶς ἀπορούμενον ἢ ψευδῆ δόξαν ἔχον.

5. Τοιοῦτος δ ̓ ὧν Ἔφορος ἑτέρων ὅμως κρείττων ἐστί· καὶ C. 465 αὐτὸς ὁ ἐσπουδασμένως οὕτως ἐπαινέσας αὐτὸν Πολύβιος καὶ φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δ' 25 Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων, συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν, ἡμεῖς δέ, φησί, τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ

2. τῷ] τὸ Ch. 3. και om. Bkino ald. τοῖς] τῆς D. 5. δουρί C. 6. δή] δέ Bklnx ald. 8. τούτου om. codd., Cor. add. post νοήματος minus apte. 9. διαμείναντος Cor. 10. λέγων] ἢ Ἠλείων Cor. parum probabiliter; nec probabilius tamen quod proposuit Cas., aut tollendam esse vocem λέγων, id quod probat Tzsch., aut scribendum τοῦτον εἶναι τὸν τῶν ̓Επειῶν λεών. Nescio an scriptum fuerit μέρος. 13. ἆρ ̓ οὖν ἔστι cum aptum sensum non praebeant, πιστόν excidisse Grosk. ex sequentibus recte suspicatur. 16. ἐπ ̓ ἴσης Bklnox ald. 18. ἐπελθόντας χ Cor. haud male. ἱστορῆσθαι κ ald. 19. ὅτι Bknox edd. 23. δ' ante & add. Cor. σμένος Bkinox ald.

[ocr errors]
[ocr errors]

ἐσπουδα

« PreviousContinue »