Page images
PDF
EPUB

τοῦ μὲν πολὺ ἐλάττονα, τῶν δὲ μείζονα· Ἔφορος δὲ πεντάστομον εἴρηκε τὸν Ἴστρον. ἐντεῦθεν δ ̓ ἐπὶ Τύραν ποταμὸν πλωτὸν ἐννακόσιοι στάδιοι· ἐν δὲ τῷ μεταξὺ δύο λίμναι με C. 306 γάλαι, ἡ μὲν ἀνεφγμένη πρὸς τὴν θάλατταν, ὥστε καὶ λιμένι 5 χρῆσθαι, ἡ δ ̓ ἄστομος.

16. Ἐπὶ δὲ τῷ στόματι τοῦ Τύρα πύργος ἐστὶ Νεοπτολέ μου καλούμενος καὶ κώμη Ερμώνακτος λεγομένη. ἀναπλεύσαντι δὲ ἑκατὸν τεσσαράκοντα σταδίους ἐφ ̓ ἑκάτερα πόλεις, ἡ μὲν Νικωνία, ἡ δ ̓ ἐν ἀριστερᾷ Ὀφιοῦσσα· οἱ δὲ προσοικοῦντες 10 τῷ ποταμῷ πόλιν φασὶν ἀνιόντι ἑκατὸν καὶ εἴκοσι σταδίους. διέχει δὲ τοῦ στόματος ἡ νῆσος ἡ Λευκὴ δίαρμα πεντακοσίων σταδίων, ἱερὰ τοῦ Ἀχιλλέως, πελαγία.

17. Εἶτα Βορυσθένης ποταμὸς πλωτὸς ἐφ ̓ ἑξακοσίους στα δίους καὶ πλησίον ἄλλος ποταμὸς Ὕπανις καὶ νῆσος πρὸ τοῦ 15 στόματος τοῦ Βορυσθένους, ἔχουσα λιμένα. πλεύσαντι δὲ τὸν Βορυσθένη σταδίους διακοσίους ὁμώνυμος τῷ ποταμῷ πόλις· ἡ δ ̓ αὐτὴ καὶ Ὀλβία καλεῖται, μέγα ἐμπόριον, κτίσμα Μιλησίων. ἡ δὲ ὑπερκειμένη πᾶσα χώρα τοῦ λεχθέντος μεταξύ Βορυσθένους καὶ Ἴστρου πρώτη μέν ἐστιν ἡ τῶν Γετῶν ἐρημία, 20 ἔπειτα οἱ Τυρεγέται, μεθ ̓ οὓς οἱ Ἰάζυγες Σαρμάται καὶ οἱ Βασίλειοι λεγόμενοι καὶ Οὖργοι, τὸ μὲν πλέον νομάδες, ὀλί

4. πρὸς θάλασσαν ὡς καὶ Ε. 6. τὸ στόμα Ε. 9. ὀφιοῦσα Cl (?). 10. πόλιν quomodo expediendum sit difficile est dictu. Grosk., verba ἄλλην τινὰ aut subaudienda esse aut a Strabone scripta excidisse ratus, Tyram urbem intelligit. Hoc vero incertissimum est. Illam enim urbem quamquam Ptolem. et Peripl. Pont. Eux. (p. 152 Gron.) ab Ophiussa distinguunt, alii testes, Plinius (1V, 26) et Steph. Βyz. s. v., diversam ab hac nisi nomine non fuisse statuunt. Praeterea tota enunciati forma eam sententiam respuit, nec cur urbis nomen Strabo omiserit, intelligas. Videtur potius óler delendum esse, ut diversa accolarum narratio de distantia urbium istarum subiiciatur, id quod Tzsch. iam est suspicatus. 13. εξακοσίοις σταδίοις codd. Cor. corr. 16. πόλις om. Ε. 17. ὀλμία Ε. ἐμπορεῖον ΑΒ edd. 19. ἡ τῶν Σκυ θῶν ἐρημία Epit. 20. τυρρεγέται ΑBl τυραγέται Epit. τυριγέται C(?) Tzsch. Cor. 21. Ούργοι prorsus ignoti sunt, nec improbabilis coniectura Mannerti (Geogr. ant. IV p. 274) Γεωργοί, de quibus v. infra p. 311 ct Herod. IV, 18. Syllaba yɛ ut omitteretur similitudine vo

[ocr errors]

A. 470

γοι δὲ καὶ γεωργίας ἐπιμελούμενοι· τούτους φασὶ καὶ παρὰ τὸν Ἴστρον οἰκεῖν, ἐφ ̓ ἑκάτερα πολλάκις. ἐν δὲ τῇ μεσογαίᾳ Βαστάρναι μὲν τοῖς Τυρεγέταις ὅμοροι καὶ Γερμανοῖς, σχεδόν τι καὶ αὐτοὶ τοῦ Γερμανικοῦ γένους ὄντες, εἰς πλείω φύλα διῃρημένοι. καὶ γὰρ Ατμονοι λέγονταί τινες καὶ Σιδόνες, οἱ δὲ 5 τὴν Πεύκην κατασχόντες τὴν ἐν τῷ Ἴστρῳ νῆσον Πευκῖνοι, Ῥωξολανοὶ δ ̓ ἀρκτικώτατοι τὰ μεταξὺ τοῦ Τανάιδος καὶ τοῦ Βορυσθένους νεμόμενοι πεδία. ἡ γὰρ προσάρκτιος πᾶσα ἀπὸ Α. 471 Γερμανίας μέχρι τῆς Κασπίας πεδιάς ἐστιν, ἣν ἴσμεν· ὑπὲρ δὲ τῶν Ῥωξολανῶν εἴ τινες οἰκοῦσιν, οὐκ ἴσμεν. οἱ δὲ Ῥωξολα- 10 νοὶ καὶ πρὸς τοὺς Μιθριδάτου τοῦ Εὐπάτορος στρατηγοὺς ἐπολέμουν, ἔχοντες ἡγεμόνα Τάσιον· ἧκον δὲ Παλάκῳ συμμα χήσοντες τῷ Σκιλούρου, καὶ ἐδόκουν μὲν εἶναι μάχιμοι· πρὸς μέντοι συντεταγμένην φάλαγγα καὶ ὡπλισμένην καλῶς τὸ βάρ βαρον φῦλον ἀσθενὲς πᾶν ἐστι καὶ τὸ γυμνητικόν. ἐκεῖνοι γοῦν 15 περὶ πέντε μυριάδας πρὸς ἑξακισχιλίους τοὺς Διοφάντῳ, τῷ τοῦ Μιθριδάτου στρατηγῷ, συμπαραταξαμένους οὐκ ἀντέσχον, ἀλλ ̓ οἱ πλεῖστοι διεφθάρησαν. χρῶνται δὲ ὠμοβοΐνοις κράνεσι καὶ θώραξι, γερροφόροι, ἀμυντήρια δ ̓ ἔχοντες καὶ λόγχας καὶ τόξον καὶ ξίφος· τοιοῦτοι δὲ καὶ τῶν ἄλλων οἱ πλείους. 20 C. 307 τῶν δὲ Νομάδων αἱ σκηναὶ πιλωταὶ πεπήγασιν ἐπὶ ταῖς ἁμά ξαις, ἐν αἷς διαιτῶνται· περὶ δὲ τὰς σκηνὰς τὰ βοσκήματα, ἀφ' ὧν τρέφονται καὶ γάλακτι καὶ τυρῷ καὶ κρέασιν· ἀκολουθοῦσι δὲ ταῖς νομαῖς μεταλαμβάνοντες τόπους ἀεὶ τοὺς ἔχοντας πόαν,

[ocr errors]

culae και effici potuit. Ceterum in marg. A pr. m. addita sunt haec: ούγγροι (s. acc.) νῦν, οἱ δὲ αὐτοὶ καὶ τοῦρκοι λέγονται. 1. τούτοις Α. 3. τυρρεγέταις ABI τυριγέταις C(?) Tzsch. Cor. – γερμανοί ABC. 6. πεύκινοι 4 πευκίνοι C πευκινοί Bl edd. 7. ῥωξανοὶ ΑΒ δοξά vou CE: cf. ad II, 114. 10. ῥωξανῶν 4 ῥοξανῶν Β ῥωξάνων CE. ῥωξανοὶ ἡ ῥοξανοὶ Β ῥωξάνοι C ρωξοανοὶ Epit. 12. δ ̓ ἐπὶ Πα λάκιον Cor. 13. σκιλούρῳ ΑΒ(?) Cl σκηλούρῳ ald. Xyl. corr. coll. p. 309. Cor. tamen dativum restituit. 16. Εξακισχιλίους] ἓξ codd. τριακόσια ald. millia LX Guar., Tzsch. corr. post Gronov. similia suspicatum (v. Varia Geogr. p. 191). Error ortus est ex nota 5 male intel17. οὐ κατέσχον Ι. 19. δ ̓ ἔχουσι no, quod 21. Hoc fere loco in marg. A pr. m.

lecta. τοὺς] τοῦ C.

rec. Cas., δ' et καὶ sustulit Cor.

add. sunt haec: ἃς ἐν τῇ συνηθείᾳ κεντουκλίνας φασί.

[blocks in formation]

χειμῶνος μὲν ἐν τοῖς ἕλεσι τοῖς περὶ τὴν Μαιώτιν, θέρους δὲ καὶ ἐν τοῖς πεδίοις.

18. Απασα δ ̓ ἡ χώρα δυσχείμερός ἐστι μέχρι τῶν ἐπὶ θα λάττῃ τόπων τῶν μεταξὺ Βορυσθένους καὶ τοῦ στόματος τῆς 5 Μαιώτιδος· αὐτῶν δὲ τῶν ἐπὶ θαλάττῃ τὰ ἀρκτικώτατα τό το στόμα τῆς Μαιώτιδος καὶ ἔτι μᾶλλον τὸ τοῦ Βορυσθένους [καὶ] ὁ μυχὸς τοῦ Ταμυράκου κόλπου, [τοῦ] καὶ Καρκινίτου, καθ ̓ ὃν ὁ ἰσθμὸς τῆς μεγάλης Χερρονήσου. δηλοῖ δὲ τὰ ψύχη, καίπερ ἐν πεδίοις οἰκούντων· ὄνους τε γὰρ οὐ τρέφουσι (δύσ10 ριγον γὰρ τὸ ζῷον), οἵ τε βόες οἱ μὲν ἄκερῳ γεννώνται, τῶν δ ̓ ἀπορρινῶσι τὰ κέρατα (καὶ γὰρ τοῦτο δύσριγον τὸ μέ ρος), οἵ τε ἵπποι μικροί, τὰ δὲ πρόβατα μεγάλα ῥήττονται δὲ Α. 472 χαλκαῖ ὑδρίαι, τὰ δ ̓ ἐνόντα συμπήττεται. τῶν δὲ πάγων ἡ σφοδρότης μάλιστα ἐκ τῶν συμβαινόντων περὶ τὸ στόμα τῆς 15 Μαιώτιδος δῆλός ἐστιν. ἁμαξεύεται γὰρ ὁ διάπλους ὁ εἰς Ψαναγορίαν ἐκ τοῦ Παντικαπαίου, ὥστε καὶ †πηλὸν εἶναι καὶ ὁδόν· ὀρυκτοί τέ εἰσιν ἰχθύες οἱ ἀποληφθέντες ἐν τῷ κρυ στάλλῳ τῇ προσαγορευομένη γαγγάμῃ, καὶ μάλιστα οἱ ἀν τακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος. Νεοπτόλεμον δέ 20 φασι, τὸν τοῦ Μιθριδάτου στρατηγόν, ἐν τῷ αὐτῷ πόρῳ θέρους μὲν ναυμαχία περιγενέσθαι τῶν βαρβάρων, χειμώνος

[ocr errors]

2. καὶ] οἱ C, om. E Cor. 5. αὐτῶν Μαιώτιδος om. C. 7. και om. codd., Tzsch. rec. ex sent. Cas. του om. codd., Cor. add. Epit. longe alia habet, quae tamen non ex Strabone, sed aliunde petita esse apparet. καρπηνιήτου codd., qui infra quoque π in medio hoc nomine ubique exhibent. In Epitome quidem legitur ὁ καρκινίτης που ταμὸς, sed adiectum hoc substantivum ostendit, eius auctoritatem h. 1. esse nullam. Atque in proximis, in quibus sequitur Strabonem, semel quidem et ipsa exhibet ὁ καρπινίτης κόλπος. Nihilominus cum Herodotus, Mela, Plinius, Ptolemaeus in altera scriptura concinant, recte a Xyl. hic quoque videtur esse restituta. 9. τε post ὄνους om. Ε. 10. άκερως Ε.

υδρεία BC.

11. ἀπορρινοῦσι Ε ἀποριῶσι ABCl edd. 13. 15. δηλός ἐστιν om. 20, inde uncis inclusit Cas. 16. παντικα παίου Γ. πηλὸν om. Ε, brevi tamen spatio vacuo relicto: πλοῦν Cor., verissime, ut opinor.

[merged small][ocr errors][merged small][merged small]

17. οἱ ante ιχθύες add. ἀπολειφθέντες ABCI ἀποληφθέντες habent Ε Epit.

3

δ ̓ ἱππομαχίᾳ· φασὶ δὲ καὶ τὴν ἄμπελον ἐν τῷ Βοσπόρῳ και τορύττεσθαι χειμῶνος, ἐπαμώντων πολὺ τῆς γῆς. λέγεται δὲ καὶ τὰ καύματα σφοδρὰ γίνεσθαι, τάχα μὲν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων ἀνηνεμούντων τότε, ἢ καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέ- 5 φεσιν οἱ παρήλιοι ποιοῦσιν. Ἀτέας δὲ δοκεῖ τῶν πλείστων ἄρξαι τῶν ταύτῃ βαρβάρων ὁ πρὸς Φίλιππον πολεμήσας τὸν Αμύντου.

19. Μετὰ δὲ τὴν πρὸ τοῦ Βορυσθένους νῆσον ἑξῆς πρὸς ἀνίσχοντα ἥλιον ὁ πλοῦς ἐπὶ ἄκραν τὴν τοῦ Ἀχιλλείου δρόμου, 10 Α. 473 ψιλὸν μὲν χωρίον, καλούμενον [δ] ἄλσος, ἱερὸν Ἀχιλλέως· εἶν ̓ ὁ Ἀχίλλειος δρόμος, ἁλιτενὴς χερρόνησος· ἔστι γὰρ ταινία τις ὅσον χιλίων σταδίων μῆκος ἐπὶ τὴν ἕω, πλάτος δὲ τὸ μέγιστον δυεῖν σταδίων, ἐλάχιστον τεσσάρων πλέθρων, διέχουσα τῆς ἑκατέρωθεν τοῦ αὐχένος ἠπείρου σταδίους ἑξήκοντα, 15 C. 308 αμμώδης, ὕδωρ ἔχουσα ορυκτόν· κατὰ μέσην δ ̓ ὁ τοῦ ἰσθμοῦ αὐχὴν ὅσον τετταράκοντα σταδίων· τελευτᾷ δὲ πρὸς ἄκραν, ἣν Ταμυράκην καλοῦσιν, ἔχουσαν ὕφορμον βλέποντα πρὸς τὴν ἤπειρον· μεθ ̓ ἣν ὁ Καρκινίτης κόλπος εὐμεγέθης, ἀνέχων πρὸς τὰς ἄρκτους ὅσον ἐπὶ σταδίους χιλίους, οἱ δὲ καὶ τρι- 20 πλασίους φασὶ μέχρι τοῦ μυχοῦ· †καλοῦνται δὲ Τάφριοι. τὸν δὲ κόλπον καὶ Ταμυράκην καλοῦσιν ὁμωνύμως τῇ ἄκρᾳ.

2. πολλὴν Cor. 4. νηνεμούντων Eno Epit. edd.: cf. Lob. ad Phryn. p. 710. · ἢ καὶ] τάχα δὲ καὶ Ε. ἐστιν ante ἐπὶ add. no edd. inde a Cas.

τὴν] τῇ ΒCl.

P. 307.

10. ὁ πλοῦς om. Ε. τὴν ante ἄκραν add. Ε. 11. δ' om. codd., Cor. add. cf. ΙΧ, 412.

[ocr errors]

20. δισχιλίους Epit.

12.

19.

χερσόνησος CE Epit. τενία C Epit. 16. ἀμμώδης om. Ε. καρπινηίτης ABCl καρπιν, reliquis corrosis, Ε καρπινίτης Epit: v. ad οἱ δὲ καὶ] οἱ δ ̓ ἐκεῖ scripsit Tzsch., ut esset scilicet, quo referantur sequentia: quam tamen rationem probabilem non esse sponte sua apparet. Recte potius, ut opinor, Cas. suspicatus est, quaedam excidisse ante καλοῦνται: et lacunae signum apposuit Cor. 21. τάφιοι codd., sed f sec. m. supra . add. in 4. Quam scripturam, a Casaubono etiam coniectura inventam, rec. Cor.: ac Taphras „,in ipsis angustiis peninsulae" sitas fuisse, atque ,,extremum Isthmum ita vocatum esse" refert Plin. H. N. IV, 26. Infelix contra Groskurdii est coniectura, proponentis Ταύροι: nec probabiliora sunt quae a Strabone ante

CAPUT IV.

1. Ἐνταῦθα δ ̓ ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν Σαπρὰν λεγομένην λίμνην ἀπὸ τῆς θαλάττης, σταδίων τεσσαράκοντα καὶ ποιῶν τὴν Ταυρικὴν καὶ Σκυθικὴν λεγομένην χερρόνησον· οἱ 5 δὲ τριακοσίων ἑξήκοντα τὸ πλάτος τοῦ ἰσθμοῦ φασιν. ἡ δὲ Σαπρὰ λίμνη σταδίων μὲν καὶ τετρακισχιλίων λέγεται, μέρος δ ̓ ἐστὶ τῆς Μαιώτιδος τὸ πρὸς δύσιν· συνεστόμωται γὰρ αὐτῇ στόματι μεγάλῳ. ἑλώδης δ ̓ ἐστὶ σφόδρα καὶ ῥαπτοῖς πλοίοις μόγις πλόιμος· οἱ γὰρ ἄνεμοι τὰ τενάγη ῥᾳδίως ἀνακαλύπτου 10 σιν, εἶτα πάλιν πληροῦσιν, ὥστε τὰ ἕλη τοῖς μείζοσι σκάφεσιν οὐ περάσιμά ἐστιν. ἔχει δ ̓ ὁ κόλπος νησίδια τρία και Α. 474 προσβραχῆ τινα καὶ χοιραδώδη ὀλίγα κατὰ τὸν παράπλουν.

2. Ἐκπλέοντι δ ̓ ἐν ἀριστερᾷ πολίχνη καὶ ἄλλος λιμὴν Χερρονησιτῶν. ἔκκειται γὰρ ἐπὶ τὴν μεσημβρίαν ἄκρα μεγάλη 15 κατὰ τὸν παράπλουν ἐφεξῆς, μέρος οὖσα τῆς ὅλης Χερρονή σου, ἐφ ̓ ᾗ ἵδρυται πόλις Ἡρακλεωτῶν, ἄποικος τῶν ἐν τῷ Πόντῳ, αὐτὸ τοῦτο καλουμένη Χερρόνησος, διέχουσα τοῦ Τύρα παράπλουν σταδίων τετρακισχιλίων τετρακοσίων· ἐν ᾗ τὸ τῆς Παρθένου ἱερόν, δαίμονός τινος, ἧς ἐπώνυμος καὶ ἡ ἄκρα 20 ἡ πρὸ τῆς πόλεως ἐστιν ἐν σταδίοις ἑκατόν, καλουμένη Παρθένιον, ἔχον νεῶν τῆς δαίμονος καὶ ξόανον. μεταξὺ δὲ τῆς πόλεως καὶ τῆς ἄκρας λιμένες τρεῖς· εἶθ ̓ ἡ παλαιὰ Χερρόνησος κατεσκαμμένη καὶ μετ ̓ αὐτὴν λιμὴν στενόστομος, καθ ̓ ὃν μάλιστα οἱ Ταῦροι, Σκυθικὸν ἔθνος, τὰ λῃστήρια συνίσταντο, 25 τοῖς καταφεύγουσιν ἐπ' αὐτὸν ἐπιχειροῦντες· καλεῖται δὲ Συμβόλων λιμήν. οὗτος δὲ ποιεῖ πρὸς ἄλλον λιμένα Κτενοῦντα καλούμενον τετταράκοντα σταδίων ἰσθμόν· οὗτος δ ̓ ἐστὶν ὁ

καλοῦνται scripta fuisse suspicatur. 2. ἐντεῦθεν Ε. 6. και om. l. 9. μόλις Ε. πλώιμος BCI edd. 13. ἐκπλέοντι παράπλουν

om. l.

[ocr errors]
[ocr errors]

καὶ Καλὸς λιμὴν Cor. ex coni. Cas., coll. Ptol. III, 5 et Mela II, 1, 25, qui portum quidem habent ita nominatum, sed locis et inter se et ab hoc, de quo agit Strabo, valde diversis: neque cur vox ἄλλος, quae ansam praebuit illi coniecturae, respuatur ulla est causa. τύρα, altero e pr. m. supra addito, 4 τύρρα C. ABCIE. 20. καλουμένην Ι. 24. συνιστᾶτο Ι.

17.

18. παράπλου

« PreviousContinue »