Page images
PDF
EPUB

νατοῦντας ἀνακτίσαι· ἐπεὶ δὲ ἡ Καδμεία ἐκαλεῖτο Θῆβαι, ὑπὸ Θήβας εἰπεῖν ἀντὶ τοῦ ὑπὸ τῇ Καδμείς οἰκοῦντας τὸν ποιητὴν τοὺς τότε Θηβαίους.

33. Ογχηστὸς δ ̓ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο 5 ἐν τῇ Αλιαρτία πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερόν, καὶ αὐτὸ ψιλόν. οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ Α. 633 τοῦ Ἀπόλλωνος λεγόμενον·

10

[κι]νηθεὶς ἐπῄει

γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν [μεγάλαι]ς ὀρέων υπερ

ἔστα,

καὶ μυχοὺς δινάσσατο βαλλό[μενος] κρηπῖδας ἀλσέων. οὐκ εὖ δ ̓ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε 15 τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς· ὁ δ ̓ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους.

34. Τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου προσηγόρευται· μυθεύεται δ' Απόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαν20 τείου κατὰ τὸ Πτῶον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐ τὸς ποιητής·

1. κτίσαι Εust. 1. 1. καδμία 4. ὑποθήβας 4. 5. τηνε ρικῷ, et a sup. η sec. m. add., A. 6. πέδω α (in sched. aggl., sed πεδίῳ superest sub sched. pr. m. scriptum) cghino. 8. τοιοῦτον ἀλσέων om. 7 (haud dubie et B), ubi pro verbis istis leguntur haec: καὶ εἰς τοῦτο φέρει πινδάρου χρήσιν, quae sec. m. add. in marg. Α, simul in hoc codice sec. m. restituta non sunt, quae h. 1. interciderant. 9. Inter λεγόμενον et νηθείς duae fere literae interciderunt in A, non restitutae sec. m., qua tamen in marg. add. περικιηθείς (sic): inde περικινηθεὶς C. 11. γην codd. edd. τε delendum censet Boeckh. (v. Pind. opp. II, 2 pag. 595). θάλατταν codd. 12. σκοπιαῖσι codd. Inter hanc vocem et s sex fere literae interciderunt in A, sec. m. in marg. add. μεγάλαις ὀρέων, quae leguntur in codd. reliquis. 13. δεινάσατο Acghi: varias VV. DD. coniecturas v. ap. Boeckh. 1. 1. Inter βαλλό et κρηπίδας quinque fere literae interciderunt in A: inde spat. vac. rel. in cghi. 14. δ ̓ ὁ] δὲ Bkl edd. ὡς μικρὸν ἀνωτέρω εἴρηται post ὄνομα add. Bkl edd.: eadem verba sec. m. add. inter versus 4.; Cor. asteriscis incluserat,

[ocr errors]
[ocr errors]

C. 413

καί ποτε τὸν τρικάρανον Πτώου κευθμώνα κατέσχεθε καὶ τὸν Τήνερον καλεῖ

ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα.

ὑπέρκειται δὲ τὸ Πτῶον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κω
παΐδος λίμνης πρὸς Ἀκραιφίῳ· Θηβαίων δ ̓ ἦν τό τε μαντεῖον 5
καὶ τὸ ὄρος· τὸ δ ̓ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει. φασὶ
δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ
Θετταλικῇ.

35. Οἱ δέ φασι καὶ τὴν Ἄρνην ὑπὸ τῆς λίμνης καταπο θῆναι καὶ τὴν Μίδειαν. Ζηνόδοτος δέ, γράφων

οἳ δὲ πολυστάφυλον Ἄσκρην ἔχον,

10

οὐκ ἔοικεν ἐντυχόντι τοῖς ὑπὸ Ἡσιόδου περὶ τῆς πατρίδος λε-
χθεῖσι καὶ τοῖς ὑπ ̓ Εὐδόξου, πολὺ χείρω λέγοντος περὶ τῆς
Ἄσκρης. πῶς γὰρ ἄν τις πολυστάφυλον τὴν τοιαύτην ὑπὸ τοῦ
ποιητοῦ λέγεσθαι πιστεύσειεν; οὐκ εὖ δὲ οὔτε οἱ Τάρνην ἀντὶ 15
τῆς Ἄρνης γράφοντες· οὐδὲ γὰρ μία δείκνυται Τάρνη παρὰ
τοῖς Βοιωτοῖς, ἐν δὲ Λυδοῖς ἐστιν, ἧς καὶ Ὅμηρος μέμνηται·

Ἰδομενεὺς δ ̓ ἄρα Φαῖστον ἐνήρατο †τέκτονος υἱόν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.

λοιπαὶ δ ̓ εἰσὶ τῶν μὲν περικειμένων τῇ λίμνῃ αἵ τε Αλαλκο- 20
μεναὶ καὶ τὸ Τιλφώσσιον, τῶν δ ̓ ἄλλων Χαιρώνεια καὶ Λε-

Α. 634 βάδεια καὶ Λεύκτρα, περὶ ὧν ἄξιον μνησθῆναι.

[ocr errors]

περὶ om. l.

1. κατέσχε (?) edd.: de hoc versu, totoque hoc loco v. Boeckh. 1. 1. 4. τενερικού, et sec. m. add. τη sup. τε, να sup. νε (quamquam hoc etiam sec. m. in sched. aggl. scriptum est), 4. 9. καταποθῆναι, et θεῖσαν sup. sec. m. add., 4: inde utrumque exhibet c, καταποθεῖ σαν ghi. 10. μήδειαν Ahi. 12. ἐντυχέντι (?)m ἐντυχεῖν Bno edd. του ante Ἡσιόδου add. edd. λεχθῆναι 1 λεχθεῖναι Β ex corr. (?) 17. τοῖς om. Bl edd. 18. Μρονος υἱόν legitur in ll. E, 43, idque a Strabone etiam scriptum fuisse crediderim cum Du Theil. Cor. Grosk.: inde enim maxime liquet Lydiae oppidum fuisse Tarner. Notandum praeterca est hanc vocem intercidisse ac sec, m. restitutam esse in A. χερώνεια Achi. βαδία A, sed ει sup. i sec. m. add. alterque accentus antepaenultimae appictus est.

21. τιλφώσιον Ach.

- λε

36. Αλαλκομενών τοίνυν μέμνηται ὁ ποιητής, ἀλλ ̓ οὐκ ἐν Καταλόγῳ·

Ἥρη τ' Αργείη καὶ Αλαλκομενηὶς Αθήνη.

ἔχει δ ̓ ἀρχαῖον ἱερὸν Ἀθηνᾶς σφόδρα τιμώμενον, καί φασί 5 γε τὴν θεὸν γεγενῆσθαι ἐνθάδε, καθάπερ καὶ τὴν Ἥραν ἐν Ἄργει, καὶ διὰ τοῦτο τὸν ποιητήν, ὡς ἀπὸ πατρίδων τούτων, ἀμφοτέρας οὕτως ὀνομάσαι. διὰ τοῦτο δ ̓ ἴσως οὐδ ̓ ἐν τῷ Καταλόγῳ μέμνηται τῶν ἐνταῦθα ἀνδρῶν, ἐπειδή, ἱεροὶ ὄντες, παρεῖντο τῆς στρατείας. καὶ γὰρ καὶ ἀπόρθητος ἀεὶ διετέλε 10 σεν ἡ πόλις, οὔτε μεγάλη οὖσα, οὔτ ̓ ἐν εὐερκεῖ χωρίς κειμένη,

ἀλλ ̓ ἐν πεδίῳ· τὴν δὲ θεὸν σεβόμενοι πάντες ἀπείχοντο πά σης βίας, ὥστε καὶ Θηβαῖοι κατὰ τὴν τῶν Ἐπιγόνων στρατείαν, ἐκλιπόντες τὴν πόλιν, ἐκεῖσε λέγονται καταφεύγειν καὶ εἰς τὸ ὑπερκείμενον ὄρος ἐρυμνὸν τὸ Τιλφώσσιον, ὑφ ̓ ᾧ Τιλ 15 φῶσσα κρήνη καὶ τὸ τοῦ Τειρεσίου μνῆμα, ἐκεῖ τελευτήσαν τος κατὰ τὴν φυγήν.

37. Χαιρώνεια δ ̓ ἐστὶν Ορχομενοῦ πλησίον, ὅπου Φίλιπ- C. 414 πος ὁ Ἀμύντου μάχῃ μεγάλη νικήσας Αθηναίους τε καὶ Βοι· ωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος· δείκνυται 20 δὲ κανταῦθα ταφὴ τῶν πεσόντων ἐν τῇ μάχῃ δημοσία· περὶ δὲ τοὺς τόπους τοὺς αὐτοὺς καὶ Ῥωμαῖοι τὰς Μιθριδάτου δυνάμεις πολλῶν μυριάδων κατηγωνίσαντο, ὥστ ̓ ὀλίγους ἐπὶ θάλατταν σωθέντας φυγεῖν ἐν ταῖς ναυσί, τοὺς δ ̓ ἄλλους τοὺς μὲν ἀπολέσθαι, τοὺς δὲ καὶ ἁλῶναι.

25

38. Λεβάδεια δ ̓ ἐστίν, ὅπου Διὸς Τροφωνίου μαντεῖον ἵδρυται, χάσματος υπονόμου κατάβασιν ἔχον, καταβαίνει δ ̓ αὐ τὸς ὁ χρηστηριαζόμενος· κεῖται δὲ μεταξὺ τοῦ Ἑλικῶνος καὶ τῆς Χαιρωνείας, Κορωνείας πλησίον.

1. ἀλαλκομενών quamquam suo loco legitur in 4, tamen sec.
5. γεγενήσθαι, et v sup. v sec. m.

sup. ὁ ποιητὴς repetitum est.

13. 0

add., 4: inde γεγεννῆσθαι ς. ἐνθάδε] ἐνταῦθα edd.
ταφυγεῖν Cor. 14. υιλφώσιον codd. Tzsch. mut. τέλφωσσα codd.
Tzsch. mut. coll. p. 411: sed alterum accentum tuetur Steph. s. Τέλφουσσα.
18. μεγάλως ald. μεγάλη μάχῃ Eust. ad Il. Β, 507 p. 270, 42 R.,
Tzsch. Cor. 20. ταφὴ] φασὶ no, in quibus ταφή deinde legitur post
μάχη. 28. κορωνίας, et et sup. i sec. m. add., 4.

[ocr errors]

39. Τὰ δὲ Λεῦκτρά ἐστιν, ὅπου Λακεδαιμονίους μεγάλῃ μάχῃ νικήσας Επαμεινώνδας ἀρχὴν εὕρετο τῆς καταλύσεως αὐτ τῶν· οὐκέτι γὰρ ἐξ ἐκείνου τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν ἴσχυσαν, ἣν εἶχον πρότερον, καὶ μάλιστ ̓ ἐπειδὴ καὶ τῇ Α. 635 δευτέρα συμβολῇ τῇ περὶ Μαντίνειαν κακῶς ἔπραξαν. τὸ μέν- 5 τοι μὴ ὑφ ̓ ἑτέροις εἶναι, καίπερ οὕτως ἐπτακόσι, συνέμεινε μέχρι τῆς Ῥωμαίων ἐπικρατείας· καὶ παρὰ τούτοις δὲ τιμώ μενοι διατελοῦσι διὰ τὴν τῆς πολιτείας ἀρετήν. δείκνυται δὲ ὁ τόπος οὗτος κατὰ τὴν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς ὁδόν.

40. Ἑξῆς δ ̓ ὁ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων και 10 ταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους. καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν· ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Αργοναύτας Μινύας λεχθῆναι. φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα· τοῦ μὲν οὖν 15 πλούτου μάρτυς καὶ Ὅμηρος· διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματίσαντάς φησιν·

οὐδ ̓ ὅσ ̓ ἐς Ορχομενὸν ποτινίσσεται, οὐδ ̓ ὅσα Θήβας

Αἰγυπτίας·

τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενί- 20 οις καὶ Ἐργίνῳ τῷ τυραννοῦντι αὐτῶν, ὃν ὑφ ̓ Ἡρακλέους και ταλυθῆναί φασιν. Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῷ τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος, πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν· ὅς, εἴτ ̓ ἐν τῷ λαμβάνειν χάC. 415 ριτας εἶτ ̓ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς 25 θεὰς ἐτίμησε ταύτας. * ἀνάγκη γὰρ πρὸς εὐεργεσίαν εὐφυῆ γε

2. Επαμινώνδας Cor.

17.

5. μαντινίαν Α, sed et sup. alterum sec. m. add. accentusque mutatus. 6. ὑφ ̓ ἑτέραν α (in sched. aggl., sed sub sched. superest ὑφ ̓ ἑτέροις pr. m. scriptum) cghi. 9. θε σπειάς Α. 11. βοιωτικοῦ Bl edd. 12. μινύιον Α et sec. m. sup. add. μινυήιον, quod exhibent BEI, Tzsch. mut. ex Il. Β, 511. πολυχρηματήσαντας Cor., quod sane aptius videtur: ac vix ulla in talibus codicum est auctoritas. 18. ποτινίσεται, et σσ sec. m. sup. add., A. 20. δυναμένης α (in sched. agglut., sed sub sched. superest δυνάμεως pr. m. scriptum) gk. 21. ἐργείνῳ A (sed ἐργίνῳ α in sched. aggl.) 24. os om. A (sed sec. m. inter versus add.) g. 26. Quae leguntur inde ab ανάγκη usque ad ὁ πλεῖστα κεκτημένος, tam aliena sunt ab

νόμενον ἐκεῖνον πρὸς τὴν τῶν θεῶν τούτων ὁρμῆσαι τιμήν, ὥστε ταύτην μὲν ἐκέκτητο ἤδη τὴν δύναμιν. ἀλλὰ πρὸς ταύτῃ καὶ χρημάτων ἔδει· οὔτε γὰρ μὴ ἔχων τις πολλὰ διδοίη ἂν πολλά, † οὔτε λαμβάνων πολλὰ οὐκ ἂν ἔχοι πολλά· εἰ δ ̓ ἀμ5 φότερα συνέχει, τὴν ἀμοιβὴν ἔχει. τὸ γὰρ κενούμενον ἅμα καὶ Α. 636 πληρούμενον πρὸς τὴν χρείαν ἀεὶ πλῆρές ἐστιν, ὁ δὲ διδοὺς

αν

μέν, μὴ λαμβάνων δέ, οὐδ ̓ ἂν ἐπὶ θάτερα κατορθοίη· παύσε ται γὰρ διδούς, ἐπιλείποντος τοῦ ταμείου, παύσονται δὲ καὶ οἱ διδόντες τῷ λαμβάνοντι μόνον, χαριζομένῳ δὲ μηδέν, ὥστ ̓ 10 οὐδ ̓ οὗτος ἑτέρως ἂν κατορθοίη. ὅμοια δὲ καὶ περὶ δυνάμεως λέγοιτ' ἄν. χωρὶς δὲ τοῦ κοινοῦ λόγου, διότι

τὰ χρήματ ̓ ἀνθρώποισι τιμιώτατα,

δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει,

καὶ ἐκ τῶν καθ ̓ ἕκαστα σκοπεῖν δεῖ. μάλιστα γὰρ τοὺς βα 15 σιλέας δύνασθαί φαμεν· διόπερ καὶ δυνάστας προσαγορεύομεν. δύνανται δ ̓ ἄγοντες ἐφ ̓ ἃ βούλονται τὰ πλήθη διὰ πειθοῦς ἢ βίας. πείθουσι μὲν οὖν δι ̓ εὐεργεσίας μάλιστα· οὐ γὰρ ἤ γε διὰ τῶν λόγων ἐστὶ βασιλική, ἀλλ ̓ αυτή μὲν ῥητορική, βασιλικὴν δὲ πειθώ λέγομεν, ὅταν εὐεργεσίαις φέρωσι καὶ διά20 γωσιν ἐφ ̓ ἃ βούλονται· πείθουσι μὲν δὴ δι ̓ εὐεργεσιών, βιά

argumento h. 1. tractato tamque anilia, ut a Strabone ca scripta non esse persuasum habeam. Simillima sunt iis, quae VIII, 345 extr. ad explicanda uberius Strabonis verba addidit nescio quis invitissima Minerva, atque ab eodem auctore haud dubie profecta. Quod pluribus probare vix attinet. Neque vero sententiae tantum ineptae sunt, sed dicendi genus incultum est atque inconcinnum: inveniuntur etiam nonnulla, quae a consuetudine graeci sermonis plane abhorrent ex. gr. ὅταν εὐεργεσίαις φέρωσι καὶ διάγωσιν ἐφ ̓ ἃ βούλονται. 4. ὅ τε μὴ λαμβάνων scribendum censuit Tyrwh., unde un receperunt Tzsch. et Cor. ita, ut ovz ille relinqueret, hic rectius deleret: equidem quid scriptum fuerit dicere nec ausim, nec curo. οὐδ ̓ ἀμφότερα 4 (sed γρ. εἰ δ ̓ ἀμφό sec. m. sup. add.) cin, sed in hoc γρ. εἰ δ ̓ in marg. add. 5. ἔχοι 4: om. Cor. incidens post αμφότερα. 8. Post ταμείου, qua voce pagina finitur, cum folium integrum intercidisset in A, ca quae leguntur inde a παύσονται usque ad εσπερίων καὶ τῶν (v. p. 416 extr.) sec. m. restituta sunt, 11. διότι] ὅτι κο 13. έχειν acgi. 14. δε]

χρὴ edd.

--

« PreviousContinue »