Page images
PDF
EPUB

δ ̓ ἐν Αθήναις. τούτοις δὲ μικρά τινα προσθεὶς τοιαῦτα παύε ται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα. τὸ μὲν γὰρ τοὺς ὕστε ρον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι * τὰ* περὶ τὰ τοιαῦτα 5 καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον· τὸ δ ̓ οὕτω πέρα τοῦ μετρίου προάγειν, καὶ μάλιστα ἐφ ̓ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως, καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοί, περὶ τούτων τῷ ποιητῇ προφέρουσι. τὰ μὲν οὖν C. 300 ἄλλα ἐν τοῖς καθ ̓ ἕκαστα οἰκείας μνήμης τυγχάνει, τὰ δ ̓ ἐν 10 τοῖς καθόλου.

7. Νυνὶ δὲ περὶ Θρᾳκῶν ἐλέγομεν,

Μυσῶν τ ̓ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγών, Γλακτοφάγων Αρίων τε, δικαιοτάτων ανθρώπων, βουλόμενοι συγκρῖναι τά τε ὑφ ̓ ἡμῶν καὶ τὰ ὑπὸ Ποσειδωνίου 15 λεχθέντα καὶ τὰ ὑπὸ τούτων· πρότερον δ ̓ ὅτι τὴν ἐπιχείρησιν ὑπεναντίαν τοῖς προτεθεῖσι πεποίηνται. προΰθεντο μὲν γὰρ διδάξαι, διότι τῶν πόρρω τῆς Ἑλλάδος πλείων ἦν ἄγνοια τοῖς πρεσβυτέροις ἢ τοῖς νεωτέροις· ἔδειξαν δὲ τἀναντία, καὶ οὐ [κατὰ] τὰ πόρρω μόνον, ἀλλὰ καὶ τὰ ἐν αὐτῇ τῇ Ἑλλάδι. ἀλλ', 20 ὡς ἔφην, τὰ ἄλλα μὲν ὑπερκείσθω, τὰ δὲ νῦν σκοπώμεν. Σκυ θῶν μὲν γὰρ [μὴ] μεμνῆσθαι κατ ̓ ἄγνοιάν φασι, μηδὲ τῆς περὶ τοὺς ξένους ωμότητος αὐτῶν, καταθυόντων καὶ σαρκοφαγούν των καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων, δι' οὓς Ἄξενος ὠνομάζετο ὁ πόντος, πλάττειν δ ̓ ἀγανούς τινας Ἱππημολγούς, 25 Γαλακτοφάγους βίους τε, δικαιοτάτους ἀνθρώπους, τοὺς οὐ δαμοῦ γῆς ὄντας. πῶς οὖν Ἄξενον ὠνόμαζον, εἰ μὴ ᾔδεισαν

1. τινα] τι ABCl τινα no, unde rec. Cas. 3. ἐμνήσθημεν] εἰ ρήκαμεν πο. 4. τα om. edd. 5. πέραν k ald., unde Cor. rec., postquam Cas. recte mutaverat. 9. τυγχάνοι ΑΒ. 13. γαλακτοφά γων ΑΒ. 15. πρότερον h. 1. non convenire Strabonis sententiae Grosk. existimans προσθετέον reponendum censet, quod neque necessa rium, neque commodum est. Respiciunt haec, ut opinor, ea quae disputavit supra I c. 2. 17. ὅτι Β edd. 18. ἔδειξε codd. Xyl. corr.

19. κατά om. codd. edd. Addendum esse vidit Grosk. τὰ ante ἐν
om. A.
21. un om. ACl. Legitur in B (additum haud dubie sec. m.)
knot: cf. p. 298. τῆς] τοὺς Ο. 24. πλάττει codd. Xyl. corr.

A. 460

5

τὴν ἀγριότητα, μηδ ̓ αὐτοὺς τοὺς μάλιστα τοιούτους; οὗτοι δ ̓
εἰσὶ δήπου οἱ Σκύθαι. πρότερον δ ̓ οὐδ ̓ Ἱππημολγοὶ ἦσαν οἱ
ἐπέκεινα τῶν Μυσῶν καὶ Θρᾳκῶν καὶ Γετῶν, οὐδὲ Γαλακτο-
φάγοι καὶ Ἄβιοι; ἀλλὰ καὶ νῦν εἰσιν Αμάξοικοι καὶ Νομά
δες καλούμενοι, ζῶντες ἀπὸ θρεμμάτων καὶ γάλακτος καὶ τυ-
ροῦ, καὶ μάλιστα ἱππείου, θησαυρισμὸν δ ̓ οὐκ εἰδότες οὐδὲ
καπηλείαν, πλὴν ἢ φόρτον ἀντὶ φόρτου. πῶς οὖν ἠγνόει τοὺς
Σκύθας ὁ ποιητής, Ἱππημολγοὺς καὶ Γαλακτοφάγους τινὰς
προσαγορεύων; ὅτι γὰρ οἱ τότε τούτους Ἱππημολγοὺς ἐκάλουν,
καὶ Ἡσίοδος μάρτυς ἐν τοῖς ὑπ ̓ Ερατοσθένους παρατεθεῖσιν 10

ἔπεσιν·

Αιθίοπάς τε Λίγυς τε ἰδὲ Σκύθας ἱππημολγούς.

τί δὲ θαυμαστόν, εἰ διὰ τὸ πλεονάζειν παρ ̓ ἡμῖν τὴν περὶ τὰ συμβόλαια ἀδικίαν, δικαιοτάτους εἶπεν † ἀγαυοὺς τοὺς ἥκιστα ἐν τοῖς συμβολαίοις καὶ τῷ ἀργυρισμῷ ζῶντας, ἀλλὰ καὶ κοινὰ 15 Α. 461 κεκτημένους πάντα πλὴν ξίφους καὶ ποτηρίου, ἐν δὲ τοῖς πρῶ τον τὰς γυναῖκας Πλατωνικῶς ἔχοντας κοινὰς καὶ τέκνα. καὶ Αἰσχύλος δ' ἐμφαίνει συνηγορῶν τῷ ποιητῇ, φήσας περὶ τῶν Σκυθών,

C. 301

ἀλλ ̓ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι.

αὕτη δ ̓ ἡ ὑπόληψις καὶ νῦν ἔτι συμμένει παρὰ τοῖς Ἕλλησιν·

nott.

2. πότερον scribendum esse recte, ut opinor, suspicatur Cor. in 4. εἰσιν om. Bl 10. ὑπὲρ Alkno (idem in BC legi arbitror) ald.; Xyl. corr. 12. λιγυστὶ δὲ codd. Λίβυάς τ' ἠδὲ Cor. omisso τε post Αιθίοπας, quod alii quoque iniuria eiiciendum censuerunt: neque rectius Aißvas scriptum est, quod ante Coraem Clericus, Heynius aliique proposuerant; vid. Nack. de Choerilo p. 124 et Grosk. ad h. 1. 13. παρ' ἡμῖν τὰ συμβόλαια καὶ τὴν περὶ αὐτὰ ἀδικίαν knot marg. Β (in hoc praefixo άλλως) edd. 14. και ante άγαύους add. Cor., sed ne sic quidem magnopere placet h. l. id adiectivum: exspectares potius ἀνθρώπους. 15. και ante κοινά ast. inclusit Cor. 16. τοῖς] τούτοις kno marg. Β, ubi sec. m. add. ἐν δὲ τούτοις πρώτον καὶ τὰς γυναῖκας. πρώτοις Β. 17. καὶ ante τὰς add. kno marg. B (sec. m.) edd. τὰ ante τέκνα, quod ab ald. propagatum Cas. un

[ocr errors]

cis incluserat, Tzsch. eiecerat, restituit Cor.; Εust. contra haec verba ad 5 Ρ. 916 R. afferens articulum etiam ante γυναῖκας omisit: cf. 302 extr.

II. N,

Ρ.

21. δ ̓ ἡ] δὴ codd. Cor. corr.

20

ἁπλουστάτους τε γὰρ αὐτοὺς νομίζομεν καὶ ἥκιστα κακεντρε χεῖς εὐτελεστέρους τε πολὺ ἡμῶν καὶ αὐταρκεστέρους· καίτοι γε καθ ̓ ἡμᾶς βίος εἰς πάντας σχεδόν τι διατέτακε τὴν πρὸς τὸ χεῖρον μεταβολήν, τρυφὴν καὶ ἡδονὰς καὶ κακοτεχνίας εἰς 5 πλεονεξίας μυρίας πρὸς ταῦτ ̓ εἰσάγων. πολὺ οὖν τῆς τοιαύτης κακίας καὶ εἰς τοὺς βαρβάρους ἐμπέπτωκε τούς τε ἄλλους καὶ τοὺς Νομάδας. καὶ γὰρ θαλάττης αψάμενοι χείρους γεγόνασι, λῃστεύοντες καὶ ξενοκτονοῦντες, καὶ ἐπιπλεκόμενοι πολλοῖς μεταλαμβάνουσι τῆς ἐκείνων πολυτελείας καὶ καπηλείας· 10 ἃ δοκεῖ μὲν εἰς ἡμερότητα συντείνειν, διαφθείρει δὲ τὰ ἤθη καὶ ποικιλίαν ἀντὶ τῆς ἁπλότητος τῆς ἄρτι λεχθείσης εἰσάγει.

8. Οἱ μέντοι πρὸ ἡμῶν, καὶ μάλιστα οἱ ἐγγὺς τοῖς Ὁμή ρου χρόνοις, τοιοῦτοί τινες ἦσαν καὶ ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν, ὁποίους Ὅμηρός φησιν. ὅρα δὲ ἃ λέγει Ἡρόδοτος 15 περὶ τοῦ τῶν Σκυθῶν βασιλέως, ἐφ ̓ ὃν ἐστράτευσε Δαρεῖος, καὶ τὰ ἐπεσταλμένα παρ' αὐτοῦ. ὅρα δὲ καὶ ἃ λέγει Χρύσιπ πος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα. πλήρεις δὲ καὶ αἱ Περσικαὶ ἐπιστολαί τῆς ἁπλότητος, ἧς λέγω, καὶ τὰ ὑπὸ τῶν Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Ἰνδῶν ἀπο20 μνημονευόμενα. διὰ τοῦτο δὲ καὶ ὁ Ανάχαρσις καὶ Ἄβαρις καί τινες ἄλλοι τοιοῦτοι παρὰ τοῖς Ἕλλησι εὐδοκίμουν, ὅτι Α. 462 ἐθνικόν τινα χαρακτῆρα ἐπέφαινον εὐκολίας καὶ λιτότητος καὶ δικαιοσύνης. καὶ τί δεῖ τοὺς πάλαι λέγειν; Αλέξανδρος γὰρ ὁ Φιλίππου κατὰ τὴν ἐπὶ Θρᾷκας τοὺς ὑπὲρ τοῦ Αίμου στρα25 τείαν ἐμβαλὼν εἰς Τριβαλλούς, ὁρῶν μέχρι τοῦ Ἴστρου καθήκοντας καὶ τῆς ἐν αὐτῷ νήσου Πεύκης, τὰ πέραν δὲ Γέτας

2. καίτοιγε ὁ γε C. 4. καὶ pro εἰς scribendum esse haud male suspicatur Cor. in nott.: ita similiter infra p. 312 coniunguntur ἀδικίαι καὶ πλεονεξίαι. Ferri tamen potest codicum scriptura. 5. πρὸς ταῦτ ̓ ast. inclusit Cor. 15. ἐστρατοπέδευσε l. 17. Σάτυρον καὶ ante Λεύκωνα add. Cor., exemplum Casauboni seculus, qui suspicatus fuerat τῶν περὶ Σέλευκον καὶ Λεύκωνα, propterea quod in ald. legitur τῶν περὶ Σελεύκωνα. 20. ὁ om. Cor. 21. τοιοῦτοι post Ἕλλησιν collocat ald. 22. λειότητος ABCI τελειότητος g ald. λιτότητος Tzsch. recepit ex Cas. coni.: idem legisse videtur in codice suo Epitomes auctor, qui hunc locum retulit in brevius contractum.

[ocr errors]

ἔχοντας, ἀφῖχθαι λέγεται μέχρι δεῦρο, καὶ ἐς μὲν τὴν νῆσον ἀποβῆναι μὴ δύνασθαι σπάνει πλοίων· ἐκεῖσε γὰρ καταφυ γόντα τὸν τῶν Τριβαλλῶν βασιλέα Σύρμον ἀντισχεῖν πρὸς τὴν ἐπιχείρησιν· εἰς δὲ τοὺς Γέτας διαβάντα ἑλεῖν αὐτῶν πόλιν καὶ ἀναστρέψαι διὰ ταχέων εἰς τὴν οἰκείαν, λαβόντα δῶρα 5 [παρὰ] τῶν ἐθνῶν καὶ παρὰ τοῦ Σύρμου. φησὶ δὲ Πτολεμαῖος ὁ Λάγου κατὰ ταύτην τὴν στρατείαν συμμίξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάC. 302 ριν, δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη, ὃ φοβοῖντο, νομίζοντα αὐτὸν 10 ἐρεῖν· αὐτοὺς δ ̓ ἀποκρίνασθαι, ὅτι οὐδένα, πλὴν εἰ ἄρα μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσοι, φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι. ταῦτα δὲ ἁπλότητος τῆς τῶν βαρβά ρων ἐστὶ σημεῖα, τοῦ τε μὴ συγχωρήσαντος μὲν τὴν ἀπόβασιν τὴν εἰς τὴν νῆσον, δῶρα δὲ πέμψαντος καὶ συνθεμένου φιλίαν, 15 καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων, φιλίαν δὲ περὶ παντὸς τίθεσθαι μεγάλων ἀνδρῶν. ὅ τε Δρομιχαίτης κατὰ τοὺς Α. 463 διαδόχους ἦν τοὺς Ἀλεξάνδρου Γετῶν βασιλεύς· ἐκεῖνος τοίνυν λαβὼν ζωγρίᾳ Λυσίμαχον ἐπιστρατεύσαντα αὐτῷ, δείξας τὴν πενίαν τήν τε ἑαυτοῦ καὶ τοῦ ἔθνους, ὁμοίως δὲ καὶ τὴν 20 αὐτάρκειαν, ἐκέλευσε τοῖς τοιούτοις μὴ πολεμεῖν, ἀλλὰ φίλοις χρῆσθαι· ταῦτα δ ̓ εἰπών, ξενίσας καὶ συνθέμενος φιλίαν, ἀπέλυσεν αὐτόν. † καὶ Πλάτων δὲ ἐν τῇ Πολιτείᾳ τὴν θάλατταν

4. τὴν ante αὐτῶν add. edd. αὐτῶν τὴν πόλιν no.

tuentur.

Cas.

[ocr errors]

5. οἰκίαν Β. 6. παρὰ ante τῶν ἐθνῶν om. codd. Cor. add. 10. τον ante πότον add. ald. 11. ἀποκρίνεσθαι C. οὐδὲν scribendum esse censet Grosk. haud iniuria: id enim requiri videtur et iis quae praecedunt, et quae proxime sequuntur. Neque ea, quae mox subiiciuntur, masculinum πλὴν] πρὶν Β πλην om. no ald. 15. τὴν ante εἰς om. 17. δρομηχέτης Εpit. 18. τοὺς] τοῦ edd. inde a Cas. Ceterum suspecta sunt verba τοὺς Ἀλεξάνδρου, incommodissime inter ἦν et Γετῶν interiecta. Vulgo notum est τοὺς διαδόχους saepe significare Alexandri successores: v. Diod. I, 3 ibique Wessel. lidern appellantur οἱ διαδεξάμενοι a Polybio IX, 34 extr. XVII, 3: cf. infra XV, 736. 23. Verba και Πλάτων ἐπ ̓ αὐτῇ, ab hoc loco prorsus aliena, Grosk. transtulit ad finem § proximi superioris. Quin etiam suspicari possis non Strabonis haec esse, sed a docto quodam lectore, cui similia debentur

ὡς πονηροδιδάσκαλον φεύγειν οἴεται δεῖν ὅτι πορρωτάτω τοὺς εὖ πολιτευσομένους καὶ μὴ οἰκεῖν ἐπ ̓ αὐτῇ.

9. Ἔφορος δ ̓ ἐν τῇ τετάρτῃ μὲν τῆς ἱστορίας, Εὐρώπῃ δ ̓ ἐπιγραφομένῃ βίβλῳ, περιοδεύσας τὴν Εὐρώπην μέχρι Σκυ 5 θῶν ἐπὶ τέλει φησὶν εἶναι τῶν τε ἄλλων Σκυθῶν καὶ τῶν Σαυροματῶν τοὺς βίους ἀνομοίους· τοὺς μὲν γὰρ εἶναι χαλεπούς, ὥστε καὶ ἀνθρωποφαγεῖν, τοὺς δὲ καὶ τῶν ἄλλων ζῴων ἀπέχεσθαι. οἱ μὲν οὖν ἄλλοι, φησί, τὰ περὶ τῆς ὠμότητος αὐτῶν λέγουσιν, εἰδότες τὸ δεινόν τε καὶ τὸ θαυμαστὸν ἐκ10 πληκτικὸν ὄν· δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι, καὶ αὐτὸς οὖν περὶ τῶν δικαιοτάτοις ἤθεσι χρωμένων ποιήσεσθαι τοὺς λόγους· εἶναι γάρ τινας τῶν Νομά δων Σκυθῶν γάλακτι τρεφομένους ἵππων, τῇ [τε] δικαιοσύνῃ πάντων διαφέρειν, μεμνῆσθαι δ ̓ αὐτῶν τοὺς ποιητάς· μη15 ρον μὲν

Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων, φήσαντα τὴν γῆν καθορᾶν τὸν Δία, Ἡσίοδον [δὲ] ἐν τῇ και λουμένῃ Γῆς περιόδῳ, τὸν Φινέα ὑπὸ τῶν ἁρπυιῶν ἄγεσθαι Γλακτοφάγων εἰς γαῖαν, ἀπήναις οἰκί ̓ ἐχόντων. 20 εἶτ ̓ αἰτιολογεῖ, διότι ταῖς διαίταις εὐτελεῖς ὄντες καὶ οὐ χρηματισταὶ πρός τε ἀλλήλους εὐνομοῦνται, κοινὰ πάντα ἔχοντες τά τε ἄλλα καὶ τὰς γυναῖκας καὶ τέκνα καὶ τὴν ὅλην συγγέ νειαν, πρός τε τοὺς ἐκτὸς ἄμαχοί εἰσι καὶ ἀνίκητοι οὐδὲν ἔχον- C. 303 τες, ὑπὲρ οὗ δουλεύσουσι. καλεῖ δὲ καὶ Χοιρίλον, εἰπόντα ἐν Α. 464 25 τῇ διαβάσει τῆς σχεδίας, ἣν ἔζευξε Δαρεῖος·

[ocr errors]

multa, in margine adnotata in Straboniana irrepsisse. Nec leguntur in Republica, sed in IV de Legibus (p. 705). 2. πολιτευομένους BCL. 6. σαυρωμάτων Cas. 9. τε] δὲ codd. om. edd., sed Tzsch. ita scribendum esse suspicatus est. 10. δεῖν] δεινὸν codd., quod corruptum esse luce clarius est: scripsit igitur δέον, omisso δὲ, Tzsch. ex 13. τε om.

Cas. coni., δεῖν Cor., idque facilitate magis commendatur.

17. Δία]

codd. Cor. add. ex coni. Cas. possit etiam scribi τῇ δὲ.
δὲ codd., in quo latere apparet accusativum illum, nullo modo, ut Tzsch.
et Grosk. recte intellexerunt, omittendum. δὲ om. codd.
νέα AC. 19. γαλακτοφάγων Α. αἷαν no Cor.

[ocr errors]

18. φη

ἀπηνὲς codd.

21. εὐνομοῦσθαι Ι. 22. τὰς ante γυναῖκας om. edd.: cf. p. 300 extr. 25. Versus, qui h. 1. ex Choerili carmine laudantur, non ad Darii expe

« PreviousContinue »