Page images
PDF
EPUB

των τῶν ὀστράκων, καὶ οὐδὲ κατορθουμένων τῶν πλείστων. ἡ μὲν δὴ πόλις ἡ τῶν Κορινθίων μεγάλη τε καὶ πλουσία διὰ παντὸς ὑπῆρξεν, ἀνδρῶν τε ηὐπόρησεν ἀγαθῶν εἴς τε τὰ που λιτικὰ καὶ εἰς τὰς τέχνας τὰς δημιουργικάς μάλιστα γὰρ καὶ ἐνταῦθα καὶ ἐν Σικυώνι ηυξήθη γραφική τε καὶ πλαστικὴ καὶ 5 πᾶσα ἡ τοιαύτη δημιουργία. χώραν δ ̓ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ τραχεῖαν, ἀφ ̓ οὗ πάντες ὀφρυόεντα Κόρινθον εἰρήκασι, καὶ παροιμιάζονται·

Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται.

24. Ορνεαὶ δ ̓ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμό, 10 νῦν μὲν ἔρημοι, πρότερον δ ̓ οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφ ̓ ὧν καὶ ὁ τὰ Πριάπεια ποιήσας Εὐφρόνιος Ορνεάτην καλεῖ τὸν Θεόν· κεῖνται δ ̓ ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι. Αραιθυρέα δ' ἐστὶν ἡ νῦν Φλιασία καλουμένη, πόλιν δ ̓ εἶχεν ὁμώνυμον τῇ 15 χώρα πρὸς ὄρει Κηλώσσῃ· οἱ δ ̓ ὕστερον ἀναστάντες ἐκεῖθεν προ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα τῆς δὲ Κηλώσσης μέρος ὁ Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρ

--

ante Tov om.

1. κατωρθωμένων Cor. 2. δὴ] οὖν kno ald.
μεγίστη ε. 3. ηὐπόρηκεν (?) Cas. 4. καὶ post γὰρ
6. σφόδρα] λίαν no. 9. ὀφρύεται καὶ codd. et Εust. ad
p. 298, 16 R. Verum restituit Xyl.
12. πριάμου αg. τὰ om. hi.

[ocr errors]

kno ald. om. 1. 11. Β, 570 p. 290, 44 R. et 595 ex Epit. 10. παρρέοντι ακ. πριάπια acghi. Euphronium hunc a Strabone commemoratum non diversum esse ab Euphorione Chersonesita, quem Priapeia carmina fecisse tradit Hephaestio de metr. XV, 59, recte haud dubie censuit Meinekius (v. Anal. Alexandr. p. 345; cf. Lennep. ad Terent. Maur. p. 371): qui cum primum Strabonem ex Hephaestione emendandum esse iudicasset, postea in Add. p. 406 propter omnium codicum meorum consensum dubitat, quaenam forma verior habenda sit. Neque ego certum quidquam affirmaverim: sed cum omnes codices Straboniani h. 1. unius modo habeant auctoritatem (v. ad 379 extr.), haud iniuria Hephaestio

16.

nis scriptura praeferenda esse videatur. 13. πέ α πέδου Ε. κοιλώσσῃ ald.: codicum scripturae concinit Eust. ad Il. B, 571 p. 291, 21 R. 17. πρὸς edd. inde a Cas., quae praepositio nihilo commo

dior est: nescio an àñò scribendum sit.

δ

σταδίους 1 στα αΕ στάδια g.

[blocks in formation]

χὴν Ἀσωπὸς ὁ † παραρρέων τὴν Σικυωνίαν καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας. ἔστι δ ̓ Ἀσωπὸς καὶ Α. 587 ὁ παρὰ Θήβας ῥέων καὶ Πλαταιὰς καὶ Τανάγραν, ἄλλος δ' ἐστὶν ἐν Ηρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων, ἣν Παρα 5 σωπίους ὀνομάζουσι, τέταρτος δ ̓ ὁ ἐν Πάρῳ. κεῖται δ ̓ ὁ Φλιοἷς ἐν μέσῳ Σικυωνίας, Αργείας, Κλεωνῶν καὶ Στυμφάλου, κύκλῳ περιεχόμενος τιμᾶται δ ̓ ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν· καλοῦσι δ ̓ οὕτω τὴν Ἥβην.

25. Τὴν δὲ Σικυώνα πρότερον Μηκώνην ἐκάλουν, ἔτι δὲ 10 πρότερον Αιγιαλούς· † ἀνῳκίσθαι δ ̓ αὐτὴν ἀπὸ θαλάττης ὅσον εἴκοσι σταδίους, οἱ δὲ δώδεκά φασιν, ἐπὶ λόφον ἐρυμνὸν Δήμητρος· τὸ δὲ παλαιὸν κτίσμα ἐπίνειόν ἐστιν ἔχον λιμένα. ὁρί ζει δὲ τὴν Σικυωνίαν καὶ τὴν Κορινθίαν ποταμὸς Νεμέα. ἐτυραννήθη δὲ πλεῖστον χρόνον, ἀλλ ̓ ἀεὶ τοὺς τυράννους ἐπιεικεῖς 15 ἄνδρας ἔσχεν, Ἄρατον δ ̓ ἐπιφανέστατον, ὃς καὶ τὴν πόλιν λευθέρωσε, καὶ Ἀχαιῶν ἦρξε, παρ' ἑκόντων λαβὼν τὴν ἐξου σίαν, καὶ τὸ σύστημα ηύξησε, προσθεὶς αὐτῷ τήν τε πατρίδα καὶ τὰς ἄλλας πόλεις τὰς ἐγγύς. Υπερησίην δὲ καὶ τὰς ἑξῆς C. 383 πόλεις, ἃς ὁ ποιητὴς λέγει, καὶ τὸν Αἰγιαλὸν τῶν Ἀχαιῶν 20 ἤδη συμβέβηκεν εἶναι μέχρι Δύμης καὶ τῶν ὅρων τῆς Ἠλείας.

[ocr errors]

compendium in a) Eust.

5. φλιούς Ε.

6. ág

1. Asopus cum, ipso Strabone teste (v. IX, 408), Sicyoniam non praeterfluxerit, sed permearit, την Σικυῶνα coniicit Cor. valde probabiliter; multo minus placet διαρρέων, quod proponit Grosk., Sicyona non ad Asopum sitam fuisse cum Mannerto (v. Geogr. ant. VIII P. 379) falso statuens: cf. Puillon Boblaye 1. 1. p. 31. ἀσωπίων απ 3. περὶ et sic paulo post ghi (ambiguum est scripturae 1. 1. 4. πρασωπίους ach προσωπίους 8. γίας Ε. 7. κύκλος g, qui error ortus est ex male intellecto scripturae compendio in a. 10. ἀνῴκισται Εust. 1. 1. mutata loci structura: ἀνῴκισε Cor. ex coni. Cas., qui vel ita scribendum, vel ὑπὸ Δημητρίου ριο Δήμητρος coniecit coll. Diod. XX, 102. Plut. Demetr. c. 25. Prior ratio propius ad codicum scripturam accedit, si praesertim ΑΝΩΙΚΙΣΕΝ antiquitus scriptum fuisse statuas, quae scriptura est frequentissima. 11. στάδια (?)k ald. σταδίους edd. inde a Cas. ἐπὶ λόφου ἐρυμνοῦ Eust. 1. 1. Δημήτριος Cor. ex coni. Cas. 13. νεμέα ah. Ceterum τὴν Νεμεάδα καλουμένην χαράδραν hunc amnem appellat Aeschines (περὶ παραπρεσβ. §. 168 Bekk.), τον Νεμέαν ποταμὸν Diod. XIV, 83: nescio an hic quoque Νεμέας scriptum fuerit. 18. ὑπερησίαν Ε.

CAPUT VII.

1. Ταύτης δὲ τῆς χώρας τὸ μὲν παλαιὸν Ἴωνες ἐκράτουν, ἐξ Ἀθηναίων τὸ γένος ὄντες, ἐκαλεῖτο δὲ τὸ μὲν παλαιὸν Αἰ γιάλεια, καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς, ὕστερον δ ̓ ἀπ ̓ ἐκείνων Ἰωνία, καθάπερ καὶ ἡ Ἀττική, ἀπὸ Ἴωνος τοῦ Ξούθου. φασὶ 5 δὲ Δευκαλίωνος μὲν Ἕλληνα εἶναι, τοῦτον δὲ περὶ τὴν Φθίαν τῶν μεταξὺ Πηνειοῦ καὶ Ἀσωποῦ δυναστεύοντα τῷ πρεσβυτάτῳ τῶν παίδων παραδοῦναι τὴν ἀρχήν, τοὺς δ ̓ ἄλλους ἔξω διαπέμψαι, ζητήσοντας ἵδρυσιν ἕκαστον αὑτῷ· ὧν Δῶρος μὲν Α. 588 τοὺς περὶ Παρνασσὸν Δωριέας συνοικίσας κατέλιπεν ἐπωνύ- 10 μους αὑτοῦ, Ξοῦθος δὲ τὴν Ἐρεχθέως θυγατέρα γήμας ᾤκισε τὴν Τετράπολιν τῆς Ἀττικῆς, Οινόην, Μαραθώνα, Προβάλινθον καὶ Τρικόρυθον. τῶν δὲ τούτου παίδων Αχαιὸς μὲν φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Λακεδαίμονα, καὶ Ἀχαιοὺς τοὺς ἐκεῖ κληθῆναι παρεσκεύασεν, Ἴων δὲ τοὺς μετ ̓ Εὐμόλ- 15 που νικήσας Θρᾷκας οὕτως ηὐδοκίμησεν, ὥστ ̓ ἐπέτρεψαν αὐτῷ τὴν πολιτείαν Ἀθηναῖοι. ὁ δὲ πρῶτον μὲν εἰς τέτταρας φυλὰς διεῖλε τὸ πλῆθος, εἶτα εἰς τέτταρας βίους· τοὺς μὲν γὰρ γεωργοὺς ἀπέδειξε, τοὺς δὲ δημιουργούς, τοὺς δὲ ἱεροποιούς, τετάρτους δὲ τοὺς φύλακας· τοιαῦτα δὲ πλείω δια- 20 τάξας τὴν χώραν ἐπώνυμον ἑαυτοῦ κατέλιπεν. οὕτω δὲ πολυανδρῆσαι τὴν χώραν τότε συνέπεσε, ὥστε καὶ ἀποικίαν τῶν Ἰώνων ἔστειλαν εἰς Πελοπόννησον Ἀθηναῖοι, καὶ τὴν χώραν, ἣν κατέσχον, ἐπώνυμον ἑαυτῶν ἐποίησαν Ἰωνίαν ἀντ ̓ Αἰγιάλου κληθεῖσαν, οἵ τε ἄνδρες ἀντὶ Αἰγιαλέων Ἴωνες προσηγο- 25 ρεύθησαν, εἰς δώδεκα πόλεις μερισθέντες. μετὰ δὲ τὴν Ἡρακλειδῶν κάθοδον ὑπ ̓ Ἀχαιῶν ἐξελαθέντες ἐπανῆλθον πάλιν εἰς

[ocr errors]

9. ζηὁμωνύμους

7. τῶν] τὴν ino Cor. δυναστεύσαντα Bk(??) ald. τήσαντας k ald. 10. παρνασὸν codd., exc. E, edd. aghin. 11. αὐτοὺς ag. 13. τρικόρινθον η. 17. τὴν πόλιν k. 18. τὸ πλῆθος] τὸ χωρίον k. 20. τοὺς δὲ φύλακας, omisso τετάρ 21. σαυτοῦ ας αὐτοῦ i. zai post dè add. h. πολυανδρίσαι aeg πολυανδρίᾳ τῇ χώρᾳ ὁ πολυανδρήσασαν no. γιαλείας Bk edd.: cf. p. 333. 26. μετὰ] κατὰ κ. ἡρακλείδα g.

τους, no.

24. alἡρακλείδου ε

Ἀθήνας· ἐκεῖθεν δὲ μετὰ τῶν Κοδριδῶν ἔστειλαν τὴν Ἰωνικὴν ἀποικίαν εἰς τὴν Ἀσίαν, ἔκτισαν δὲ δώδεκα πόλεις ἐν τῇ παραλίᾳ τῆς Καρίας καὶ τῆς Λυδίας, εἰς τοσαῦτα μέρη διελόντες σφᾶς, ὅσα καὶ ἐν τῇ Πελοποννήσῳ κατεῖχον. οἱ δ ̓ 5 Ἀχαιοὶ Φθιώται μὲν ἦσαν τὸ γένος, ᾤκησαν δ ̓ ἐν Λακεδαίμονι, τῶν δ ̓ Ἡρακλειδῶν ἐπικρατησάντων, ἀναληφθέντες ὑπὸ Τισαμενοῦ, τοῦ Ὀρέστου παιδός, ὡς προειρήκαμεν, τοῖς Ἴωσιν ἐπέθεντο, καὶ γενόμενοι κρείττους τοὺς μὲν ἐξέβαλον, αὐ τοὶ δὲ κατέσχον τὴν γῆν, καὶ διεφύλαξαν τὸν αὐτὸν τῆς χώ- Α. 589 10 ρας μερισμόν, ὅνπερ καὶ παρέλαβον. οὕτω δ ̓ ἴσχυσαν, ὥστε C. 384 τὴν ἄλλην Πελοπόννησον ἐχόντων τῶν Ἡρακλειδών, ὧν ἀπέστησαν, ἀντεῖχον ὅμως πρὸς ἅπαντας, Ἀχαΐαν ὀνομάσαντες τὴν χώραν. ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ωγύγου βασιλευόμενοι διετέλουν· εἶτα δημοκρατηθέντες τοσοῦτον ηὐδοκίμησαν 15 περὶ τὰς πολιτείας, ὥστε τοὺς Ἰταλιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη· μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἐπέτρεψαν Θηβαῖοι τούτοις τὴν δίαιταν περὶ τῶν ἀντιλεγομένων ταῖς πόλεσι πρὸς ἀλλήλας· ὕστερον δ ̓ ὑπὸ Μακεδόνων 20 λυθείσης τῆς κοινωνίας, ἀνέλαβον σφᾶς πάλιν κατὰ μικρόν· ἦρξαν δὲ Πύρρου στρατεύσαντος εἰς Ἰταλίαν τέτταρες συνοῦ σαι πόλεις, ὧν ἦσαν Πάτραι καὶ Δύμη· εἶτα προσελάμβανόν τινας τῶν δώδεκα πλὴν Ωλένου καὶ Ἑλίκης, τῆς μὲν οὐ συνελθούσης, τῆς δ ̓ ἀφανισθείσης ὑπὸ κύματος.

25

2. Εξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸ πέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ελικωνίου Ποσειδώνος, ὃ καὶ νῦν ἔτι τιμῶσιν Ἴωνες, καὶ θύουσιν ἐκεῖ τὰ Πανιώνια. μέμνηται δ', ὡς ὑπονοοῦσί τινες, ταύτης τῆς θυσίας Ὅμηρος, ὅταν φῇ·

13.

1. ἐκεῖθε αλ. 5. λακεδαιμονίᾳ Ι. 6. δ' om. acghino. ὠγύγου, et λυ sup. γοῦ eadem m. add., al ὠγυγούλου c ὠγυγουλοι g ὀγυγούλου 1 ὠγύλου n, sed γ supra a sec. m. add. 14. διετέλεσαν Bk edd. 16. μετενέγκασται ο μετενέγκασον g. 19. τῶν add. edd. ante Μακεδόνων. 21. τὴν add. edd. ante Ιταλίαν. συνιοῦσαι no Cor., quae scriptura sane arridet.

23. τὰς λοιπὰς τῶν δώδεκα Pleth 26. δ] ὃν coniicit Grosk., simul ἐν Ἀσίᾳ inseri iubens post Ἴωνες parum probabiliter.

αὐτὰρ ὁ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος

ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα.

τεκμαίρονταί τε νεώτερον εἶναι τῆς Ἰωνικῆς ἀποικίας τὸν ποιητήν, μεμνημένον γε τῆς Πανιωνικῆς θυσίας, ἣν ἐν τῇ Πριη νέων χώρᾳ συντελοῦσιν Ἴωνες τῷ Ελικωνίῳ Ποσειδῶνι· ἐπεὶ 5 Α. 590 καὶ αὐτοὶ οἱ Πριηνεῖς ἐξ Ελίκης εἶναι λέγονται, καὶ δὴ πρὸς τὴν θυσίαν ταύτην καθιστᾶσιν ἄνδρα νέον Πριηνέα τὸν τῶν ἱερῶν ἐπιμελησόμενον. τεκμηριοῦνται δ ̓ ἔτι μᾶλλον τὸ προκείμενον ἐκ τῶν περὶ τοῦ ταύρου πεφρασμένων· τότε γὰρ νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν ταύτην Ἴωνες, ὅταν θυόμε- 10 νος ὁ ταῦρος μυκήσηται. οἱ δ ̓ ἀντιλέγοντες μεταφέρουσιν εἰς τὴν Ἑλίκην τὰ λεχθέντα τεκμήρια περὶ τοῦ ταύρου καὶ τῆς θυσίας, ὡς ἐκεῖ νενομισμένων τούτων καὶ τοῦ ποιητοῦ παραβάλλοντος τὰ ἐκεῖ συντελούμενα. κατεκλύσθη δ ̓ ἡ Ἑλίκη δυσὶν ἔτεσι πρὸ τῶν Λευκτρικῶν. Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἰδεῖν 15 φησι τὸν τόπον, καὶ τοὺς πορθμέας λέγειν, ὡς ἐν τῷ πόρῳ ὀρθὸς ἑστήκει Ποσειδῶν χάλκεος, ἔχων ἱππόκαμπον ἐν τῇ χειρί, κίνδυνον φέροντα τοῖς δικτυεῦσιν. Ἡρακλείδης δέ φησι κατ' αὐτὸν γενέσθαι τὸ πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης C. 385 τῆς πόλεως ἀπὸ θαλάσσης, καὶ τούτου τοῦ χωρίου παντὸς σὺν 20 τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι, τοῖς δ ̓ ὁμόροις νείμαι τὴν χώραν· συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Ποσειδώνος· τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας 25 τοῦ Ποσειδώνος, εἰ δὲ μή, τοῦ γε ἱεροῦ τὴν ἀφίδρυσιν· οὐ δόντων δέ, πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν· τῶν δὲ ψη

7. Ba

2. ἑλκόμενος om. Ε. 3. νεώτεροι Ι. 6. λέγεται Begm. σιλέα ante καθιστᾶσιν add. Bkgt edd. 9. παρὰ acgh. 12. έλε ληνικὴν agino. 14. κατελύθη no, sed in hoc n et σ sec. m. add. δ ̓ ἡ] δὲ c δὴ ald. 15. Λευκτρικῶν] τρωικῶν k.

ὡς] καὶ g. 18. καθ ̓ αὑτὸν Βὶ καθ ̓ αὑτὸ k all.

16. φασι acgh.

δ

19. στα ἐχού

σης α σταδίους ἐχούσης ghino (sed in hoc διεχούσης sec. m. add.) στάδια ἐχούσης C. 21. περὶ gh.

22. μὴ

[ocr errors]

· ἐκ τῆς om. c.

25.

περὶ 8.

« PreviousContinue »