Page images
PDF
EPUB
[ocr errors]

μὲν οὖν τῆς πόλεως ὁ κύκλος καὶ τεσσαράκοντα σταδίων ὑπο ἤρχεν· ἐτετείχιστο δ ̓ ὅσον τῆς πόλεως γυμνὸν ἦν τοῦ ὄρους· συμπεριείληπτο δὲ τῷ περιβόλῳ τούτῳ καὶ τὸ ὄρος αὐτὸ ὁ Ακροκόρινθος, ᾗ δυνατὸν ἦν τειχισμὸν δέξασθαι, καὶ ἡμῖν 5 ἀναβαίνουσιν ἦν δῆλα τὰ ἐρείπια τῆς σχοινίας· ὥσθ ̓ ἡ πᾶσα περίμετρος ἐγίνετο περὶ πέντε καὶ ὀγδοήκοντα σταδίων. ἀπὸ δὲ τῶν ἄλλων μερῶν ἧττον ὄρθιόν ἐστι τὸ ὄρος, ἀνατέταται μέντοι ἐνθένδε ἱκανῶς, καὶ περίοπτόν ἐστιν. ἡ μὲν οὖν κορυφή Α. 582 ναΐδιον ἔχει Αφροδίτης, ὑπὸ δὲ τῇ κορυφῇ τήν * τε* Πειρή 10 νην εἶναι συμβαίνει κρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν, μεστὴν δ ̓ ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος. φασὶ δὲ καὶ ἐνθένδε καὶ ἐξ ἄλλων υπονόμων τινῶν φλεβίων συνθλίβεσθαι τὴν πρὸς τῇ ῥίζῃ τοῦ ὄρους κρήνην, ἐκρέουσαν εἰς τὴν πόλιν, ὥσθ ̓ ἱκανῶς ἀπ' αὐτῆς ὑδρεύεσθαι. ἔστι δὲ καὶ φρεάτων εὐπορία κατὰ τὴν 15 πόλιν, λέγουσι δὲ καὶ κατὰ τὸν Ἀκροκόρινθον· οὐ μὴν ἡμεῖς γε εἴδομεν. τοῦ δ ̓ οὖν Εὐριπίδου φήσαντος οὕτως·

ἥκω περίκλυστον προλιποῦσ ̓

Ακροκόρινθον,

ἱερὸν ὄχθον * πόλιν * Αφροδίτας,

20 τὸ περίκλυστον ἤτοι κατὰ βάθους δεκτέον, ἐπεὶ καὶ φρέατα καὶ ὑπόνομοι λιβάδες διήκουσι δι ̓ αὐτοῦ, ἢ τὸ παλαιὸν ὑποληπτέον τὴν Πειρήνην ἐπιπολάζειν, καὶ κατάρρυτον ποιεῖν τὸ ὄρος. ἐνταῦθα δέ φασι πίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ Βελ

[ocr errors][merged small][merged small][merged small][merged small]

3. περιβο α περιβολαίων Β. 4. όκρο
δυνατὸς acghino. 6. ἐγένετο ald.
7. ἀνατέτακται Bhl ald. 8. μέντοι]
add. καὶ ante ἐνθένδε. 9. τε om. Ε,
συνέβη ηο.
14. τὸ φρεάτιον

τυρρήνην h.

Post Ακροκό

19. ἱερὸν

k ald. τῶν φρεάτων Χyl. 18. ἄκρον Κόρινθον edd.
ρινθον superiora οὐ μὴν ἡμεῖς γε εἴδομεν denuo add. lm.
ὄχθον om. ald.: Valckenaerius autem recte, ut opinor, πόλιν eiiciendum
censet (v. Diatribe etc. p. 165). Ceterum eundem Euripidis locum respe-
xisse videtur Plut. Moral. p. 767 f., ubi omisso quidem auctoris nomine
affert haec: ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσ ̓ Ἀκροκόρινθον.

20. λεκτέον codd., Cor. corr. ex Cas. coni.
corr.) ald.
22. ποιεῖ acgh. 23. φησι Βι.
λεροφόντου Eust. ad. II. B, 570 p. 290, 41 R.

τ

21. αν α αὐτῆς gk (ex
του add. ante Βελ

[ocr errors]

λεροφόντου, πτηνὸν ἵππον ἐκ τοῦ τραχήλου τοῦ Μεδούσης ἀναπαλέντα κατὰ τὴν Γοργοτομίαν· τὸν δ ̓ αὐτόν φασι καὶ τὴν ἵππου κρήνην ἀναβαλεῖν ἐν τῷ Ἑλικῶνι, πλήξαντα τῷ ὄνυχι τὴν ὑποπεσοῦσαν πέτραν. ὑπὸ δὲ τῇ Πειρήνῃ τὸ Σισύ φειόν ἐστιν, ἱεροῦ τινος ἢ βασιλείου λευκῷ λίθῳ πεποιημένου 5 διασώζον ἐρείπια οὐκ ὀλίγα. ἀπὸ δὲ τῆς κορυφῆς πρὸς ἄρκτον μὲν ἀφορᾶται ὅ τε Παρνασσὸς καὶ ὁ Ἑλικών, ὄρη ὑψηλὰ καὶ νιφόβολα, καὶ ὁ Κρισαῖος κόλπος ὑποπεπτωκὼς ἀμφοτέροις, περιεχόμενος ὑπὸ τῆς Φωκίδος καὶ τῆς Βοιωτίδος καὶ τῆς Μεγαρίδος καὶ τῆς ἀντιπόρθμου τῇ Φωκίδι Κορινθίας 10 καὶ Σικυωνίας· πρὸς ἑσπέραν δὲ . . . . . ὑπέρκειται δὲ τούτων C. 380 ἁπάντων τὰ καλούμενα Ὄνεια ὄρη, διατείνοντα μέχρι Βοιωτίας καὶ Κιθαιρῶνος ἀπὸ τῶν Σκειρωνίδων πετρῶν, ἀπὸ τῆς παρὰ ταύτας ὁδοῦ πρὸς τὴν Ἀττικήν.

22. Ἀρχὴ δὲ τῆς παραλίας ἑκατέρας, τῆς μὲν τὸ Λέχαιον, 15 Α. 583 τῆς δὲ Κεγχρεαι κώμη καὶ λιμήν, ἀπέχων τῆς πόλεως ὅσον ἑβδομήκοντα σταδίους· τούτῳ μὲν οὖν χρῶνται πρὸς τοὺς ἐκ

add.

1. τοῦ Μεδ.] της Μεδ. Bl edd. Μεδούσης 3. ἱπποκρήνην, et s sup. o add., a. ἑλικῶ g έλι, et sup. add. ἐλη, η λικνω no.

5. ἱερὸν

[merged small][ocr errors][merged small]

βασίλειον πεποιημένον κοa (ex corr. recentissima). λευκολίθῳ aghno λευκολίθου e Cor. 7. μὲν asteriscis inclusit Cor. τε om. l. παρνασὲς «Bh Tzsch. Cor. 8. νιφοβόλα Egh. κρισσαῖος codd. edd.

[ocr errors]

9. περιεχόμενος

[ocr errors]

ἑσπέραν δὲ om. Pleth. 11. καὶ ἑσπέραν δὲ om. no πρὸς ἑσπέραν δὲ om. Ε. Ad sequentia retulerunt haec verba, omisso δὲ post ὑπέρκειται, edd. Tzschuckiana antiquiores: Cas. tamen πρὸς ἕω scribendum esse primum suspicatus, deinde πρὸς ἑσπέραν praecedentibus adiungenda censuit, omisso δὲ, quod post illam vocem legitur: atque omittitur in gh. Hanc scripturam rec. Tzsch. Cor. At quantopere langueant illa verba ita collocata neminem fugit: praeterea cum πρὸς ἑσπέραν δὲ optime respondeant verbis πρὸς ἄρκτον μὲν quae praecedunt, omissa potius videntur h. 1. nonnulla a breviatore, cuius manum multis locis inde ab initio huius libri deprehendimus in codicibus decurtatis, quemque hac in parte, sec. m. in A scripta, omnes codices sequuntur unum. Quae Grosk. proposuit καὶ Σικυωνίας πρὸς ἑσπέραν, [πρὸς ἕω] δὲ ὑπέρκειται τούτων κτλ. non satisfaciunt. 13. ἀπὸ τῆς] καὶ τῆς Pleth. Cor. 15. τὸ Λέχαιον] Harpocration s. v. hunc locum afferens add. ἐπίνειον.

Bl edd.

17. στάδια

Τ

[ocr errors]

τῆς Ἀσίας, πρὸς δὲ τοὺς ἐκ τῆς Ἰταλίας τῷ Λεχαίῳ. τὸ δὲ Λέχαιον ὑποπέπτωκε τῇ πόλει κατοικίαν ἔχον οὐ πολλήν· σκέλη δὲ καθείλκυσται σταδίων περὶ δώδεκα ἑκατέρωθεν τῆς ὁδοῦ τῆς †περὶ τὸ Λέχαιον. ἐντεῦθεν δὲ παρεκτείνουσα ἡ 5 ἠιών μέχρι Παγῶν τῆς Μεγαρίδος κλύζεται μὲν ὑπὸ τοῦ Κο ρινθιακού κόλπου· κοίλη δ ̓ ἐστί, καὶ ποιεῖ τὸν δίολκον πρὸς τὴν ἑτέραν ἠιόνα τὴν κατὰ Σχοινοῦντα πλησίον ὄντα τῶν Κεγχρεῶν. ἐν δὲ τῷ μεταξὺ τοῦ Λεχαίου καὶ Παγῶν τὸ τῆς Ακραίας μαντεῖον Ἥρας ὑπῆρχε τὸ παλαιόν, καὶ αἱ Ὀλ 10 μιαί, τὸ ποιοῦν ἀκρωτήριον τὸν κόλπον, ἐν ᾧ ἥ τε Οινόη καὶ Παγαί, τὸ μὲν τῶν Μεγαρέων φρούριον, ἡ δὲ Οἰνόη τῶν Κορινθίων. ἀπὸ [δὲ] τῶν Κεγχρεῶν ὁ Σχοινοῦς, καθ ̓ ὃν τὸ στενὸν τοῦ διόλκου· ἔπειθ ̓ ἡ Κρομμυωνία. πρόκειται δὲ τῆς ἠιόνος ταύτης ὅ τε Σαρωνικός κόλπος καὶ ὁ Ἐλευσινια15 κός, τρόπον τινὰ ὁ αὐτὸς ὤν, συνεχὴς τῷ Ερμιονικῷ. ἐπὶ δὲ τῷ Ἰσθμῷ καὶ τὸ τοῦ Ἰσθμίου Ποσειδώνος ἱερὸν ἄλ σει πιτνώδει συνηρεφές, ὅπου τὸν ἀγῶνα τῶν Ἰσθμίων Κορίνθιοι συνετέλουν. ἡ δὲ Κρομμυών ἐστι κώμη τῆς Κοριν θίας, πρότερον δὲ τῆς Μεγαρίδος, ἐν ᾗ μυθεύουσι τὰ περὶ 20 τὴν Κρομμυωνίαν ἦν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασί, καὶ τῶν Θησέως ἄθλων ἕνα τοῦτον παραδιδόασι τὴν τῆς ὑὸς ταύτης ἐξαίρεσιν. καὶ ἡ Τενέα δ ̓ ἐστὶ κώμη τῆς Κορινθίας, ἐν τοῦ Τενεάτου Απόλλωνος ἱερόν· λέγεται δὲ καὶ Ἀρχίᾳ, τῷ στείλαντι τὴν εἰς Συρακούσας ἀποικίαν, τοὺς πλείστους 25 τῶν ἐποίκων ἐντεῦθεν συνεπακολουθῆσαι, καὶ μετὰ ταῦτα εὐθηνεῖν μάλιστα τῶν ἄλλων τὴν κατοικίαν ταύτην, τὰ δ ̓ ὕστατα

[ocr errors]

1. τῷ Λεχαίῳ] τὸ Λέχαιον Ε. 2. ἔχον om. l. 4. περὶ παρὰ acgh Cor.: neutrum placet, ac videtur scribendum ἐπὶ. 5. ἠὼν et mox óva acEgh. πασῶν ghi et sic iidem paulo post: sed παγασῶν add. in marg. i. κορινθικοῦ α. 8. τῶν παγῶν Ε. 9. 62μία agh. 11. παγασαι i. 12. δε om. codd. ὁ χοινοῦς acg. 13. κρομυωνία BElg. 14. nóvos a Eg. κὸς c. 15. ἑρμονικῷ achi. 17. τῶν Ἰσθμίων om. Ε. μυών BEgl. 20. κρομυωνίαν BEgll. 23. το ante του add. Cor.

άπρου ε.

κων η (inter versus add.) ο.

Strabo. II.

[ocr errors]

Ελευσινικὸς αλ λευσινια

18. x00

ν] ἦν al, ὧν om. ci.

καὶ om. n.

13

25. ἀποί

A. 584

C. 381

5

καὶ καθ ̓ αὑτοὺς πολιτεύεσθαι, προσθέσθαι τε τοῖς Ῥωμαίοις,
ἀποστάντας Κορινθίων καὶ κατασκαφείσης τῆς πόλεως συμ-
μεῖναι. φέρεται δὲ καὶ χρησμὸς ὁ δοθείς τινι τῶν ἐκ τῆς
Ἀσίας ἐρωτῶντι, εἰ λώιον εἴη μετοικεῖν εἰς Κόρινθον·
εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δ ̓ εἴην Τενεάτης·
ὅπερ κατ ̓ ἄγνοιάν τινες παρατρέπουσιν, ἐγὼ δ ̓ εἴην Τεγεάτης.
λέγεται δ ̓ ἐνταῦθα ἐκθρέψαι Πόλυβος τὸν Οἰδίπουν. δοκεῖ δὲ
καὶ συγγένειά τις εἶναι Τενεδίοις πρὸς τούτους ἀπὸ Τέννου
τοῦ Κύκνου, καθάπερ εἴρηκεν Αριστοτέλης· καὶ ἡ τοῦ Ἀπόλ-
λωνος δὲ τιμὴ παρ ̓ ἀμφοτέροις ὁμοία οὖσα δίδωσιν οὐ μικρὰ 10
σημεῖα.

23. Κορίνθιοι δ ̓ ὑπὸ Φιλίππῳ ὄντες ἐκείνῳ τε συνεφιλο-
νείκησαν, καὶ ἰδίᾳ πρὸς Ῥωμαίους ὑπεροπτικῶς εἶχον, ὥστε
τινὲς καὶ τῶν πρέσβεων παριόντων τὴν οἰκίαν αὐτῶν ἐθάρρη
σαν καταντλῆσαι βόρβορον. ἀντὶ τούτων μὲν οὖν καὶ ἄλλων, 15
ὧν ἐξήμαρτον, ἔτισαν δίκας αὐτίκα· πεμφθείσης γὰρ ἀξιολό
γου στρατιᾶς, αυτή τε κατέσκαπτο ὑπὸ Λευκίου Μομμίου, καὶ
τἆλλα μέχρι Μακεδονίας ὑπὸ Ῥωμαίοις ἐγένοντο, ἐν ἄλλοις ἄλ
λων πεμπομένων στρατηγῶν· τὴν δὲ χώραν ἔσχον Σικυώνιοι
τὴν πλείστην τῆς Κορινθίας. Πολύβιος δὲ τὰ συμβάντα περὶ 20
τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρα
τιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀνα-
θήματα. φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ ̓ ἐδά-
φους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων. ὀνομάζει
δ ̓ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ ̓ οὗ τινες εἰρῆ- 25
σθαί φασι τὸ οὐδὲν πρὸς τὸν Διόνυσον, καὶ τὸν Ηρακλέα τὸν

3. ὅτι τι

2. συμμεῖναι] συμβῆναι Blk (sed hic postea corr.). νὸς τεγεάτου χρωμένου ἐν δελφοῖς — ἀνεῖλεν ὁ Θεός. Epit. 4. Ασέας pro Ασίας suspicatur Cor. εἰ λώιον] ἀλώιον ag ἀλλώιον h λῷον ο. 5. κόρινθος, et sup. ead. m. θιος, α, similiter κορίνθιος subscriptum in c; κορίνθιος exhibent Bgk Eust. ad Il. B, 607 p. 301, 39 R.: cf. Steph. s. v. Γενεά, Suidas s. v. εὐδαίμων. 7. πόλυκος αλ πόλικος g. 8. και om. Cas. 17. στρατείας acghk. 18. ἐγένετο Β (ex corr. sec. m.: antea ἐγένοντο) Ikno edd.: pluralem similiter usurpatum v. I, 26. 61. II, 120. 22. περὶ] παρὰ acghio. 24. πεττεύοντες ag. 25. αὐτὰς Β (ex corr. sec. m., antea αὐτῶν) no.

καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι. τοῦτον μὲν οὖν οὐχ ἑωράκαμεν ἡμεῖς, τὸν δὲ Διόνυσον ἀνακείμενον ἐν τῷ Δημητρείῳ τῷ ἐν Ῥώμῃ κάλλιστον ἔργον ἑωρῶμεν· ἐμπρησθέν τος δὲ τοῦ νεώ, συνηφανίσθη καὶ ἡ γραφὴ νεωστί. σχεδὸν 5 δέ τι καὶ τῶν ἄλλων ἀναθημάτων τῶν ἐν Ῥώμῃ τὰ πλεῖστα καὶ ἄριστα ἐντεῦθεν ἀφῖχθαι· τινὰ δὲ καὶ αἱ κύκλῳ τῆς Ῥώ μης πόλεις ἔσχον. μεγαλόφρων γὰρ ἂν μᾶλλον ἢ φιλότεχνος ὁ Μόμμιος, ὡς φασι, μετεδίδου ῥᾳδίως τοῖς δεηθεῖσι. Λεύ- Α. 585 κολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα 10 χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμή σων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτ ̓ ἀποδώσων· οὐκ ἀπέδωκε δέ, ἀλλ ̓ ἀνέθηκε, κελεύσας αἴρειν, εἰ βούλεται· πράως δ ̓ ἤνεγ κεν ἐκεῖνος, οὐ φροντίσας οὐδέν, ὥστ ̓ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον. πολὺν δὲ χρόνον ἐρήμη μείνασα ἡ Κόρινθος, ἀνε15 λήφθη πάλιν ὑπὸ Καίσαρος τοῦ Θεοῦ διὰ τὴν εὐφυΐαν, ἐποίκους πέμψαντος τοῦ ἀπελευθερικοῦ γένους πλείστους· οἳ τὰ ἐρείπια κινοῦντες καὶ τοὺς τάφους συνανασκάπτοντες εὕρισκον ὀστρακίνων τορευμάτων πλήθη, πολλὰ δὲ καὶ χαλκώματα θαυ- Α. 586 μάζοντες δὲ τὴν κατασκευήν, οὐδένα τάφον ἀσκευώρητον εἴα20 σαν, ὥστε εὐπορήσαντες τῶν τοιούτων καὶ διατιθέμενοι πολλοῦ Νεκροκορινθίων ἐπλήρωσαν τὴν Ῥώμην· οὕτω γὰρ ἐκά- C. 382 λουν τὰ ἐκ τῶν τάφων ληφθέντα, καὶ μάλιστα τὰ ὀστράκινα. κατ ̓ ἀρχὰς μὲν οὖν ἐτιμήθη σφόδρα ὁμοίως τοῖς χαλκώμασι τοῖς Κορινθιουργέσιν, εἶτ ̓ ἐπαύσαντο τῆς σπουδῆς, ἐκλιπόν

ex

1. δηιανείσως χίτωνος g (alterius enim vocis terminatio non pressa in a). 2. δημητρηίῳ agko δημητρίω hi 3. ἑωράκαμεν no, spectavimus Guar. 5. τὰ post και add. ald. 6. άδιστα α

bis καὶ

[ocr errors]
[ocr errors]

18. του

ἄδιτα g ἄδικα hi ἥδιστα no, aspectu suavissima Guar. Pro ver-
ἀφῖχθαι exhibetur ἠφανίσθη in c(?). ἀφικται Cor., com-
modius sane: sed v. ad p. 372. 8. λεύκουλος (?)kno ald.
ρεύματα acgh. παμπλήθη i: inde ὀστράκινα τορεύματα παμπλήθη
Cor.
Vasa autem picta, quae hic videntur intelligenda, cum haud fa-
cile τορεύματα alibi dicta invenias, verbum illud in margine primum
scriptum fuisse suspiceris ad explicandum χαλκώματα, atque inde in se-
riem receptum locum obtinuisse alienum, postremo in genitivum trans-
iisse. Verumtamen fatendum est, commodissime hoc loco adiici sub-
stantivum.

« PreviousContinue »