Page images
PDF
EPUB

ρόν, τῆς ὑπὸ τοῖς Ἀρκάσιν· ἐκεῖνοι γὰρ ἔσχον τὴν ἱερωσύνην. Δώριον δ' οἱ μὲν ὄρος, οἱ δὲ πεδίον φασίν· οὐδὲν δὲ νῦν δείκνυται· ὅμως δ ̓ ἔνιοι τὴν νῦν Ολουριν ἢ Ὄλουραν ἐν τῷ και λουμένῳ Αὐλῶνι τῆς Μεσσηνίας κειμένην Δώριον λέγουσιν. 5 αὐτοῦ δέ που καὶ ἡ Οἰχαλία ἐστὶν ἡ τοῦ Εὐρύτου, ἡ νῦν Ἀν δανία, πολίχνιον Αρκαδικόν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοϊκῷ· ὅθεν φησὶν ὁ ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θά μυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν.

26. Ἐκ δὲ τούτων δῆλον, ὡς ἐφ ̓ ἑκάτερα τοῦ Ἀλφειοῦ 10 ἡ ὑπὸ Νέστορι χώρα ἐστίν, ἣ πᾶσαν ὀνομάζει Πυλίων γῆν· οὐδαμοῦ δὲ ὁ Ἀλφειός οὔτε τῆς Μεσσηνίας ἐφάπτεται οὔτε τῆς Κοίλης Ηλιδος. ἐν ταύτῃ γὰρ τῇ χώρᾳ ἐστὶν ἡ πατρὶς τοῦ Νέστορος, ἣν φαμεν Τριφυλιακὸν Πύλον καὶ Ἀρκαδικόν καὶ Λεπρεατικόν. καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι Πύλοι ἐπὶ θα 15 λάττῃ δείκνυνται, οὗτος δὲ πλείους ἢ τριάκοντα σταδίους ὑπὲρ αὐτῆς, ὅπερ καὶ ἐκ τῶν ἐπῶν δῆλον. ἐπί τε γὰρ τοὺς Τηλεμάχου ἑταίρους ἄγγελος πέμπεται πρὸς τὸ πλοῖον, καλῶν ἐπὶ ξενίαν, ὅ τε Τηλέμαχος κατὰ τὴν ἐκ Σπάρτης ἐπάνοδον τὸν Πεισίστρατον οὐκ ἐῇ πρὸς τὴν πόλιν ἐλαύνειν, ἀλλὰ παρατρέ 20 ψαντα ἐπὶ [τὴν] ναῦν σπεύδειν, ὡς οὐ τὴν αὐτὴν οὖσαν ἐπὶ τὴν πόλιν καὶ τὸν ὅρμον. ὅ τε ἀπόπλους τοῦ Τηλεμάχου οὔ τως ἂν οἰκείως λέγοιτο·

βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
δύσετό τ' ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·

in marg.
add.) El.
ante της om. b ald.

gnopere sane arridet.

τὸ

τὸ ante περὶ add. Tzsch. Cor. ex Cas. coni. Ἠλείας] Ἑλείας Cor. ex coni. Cas., quae ma2. Pro πεδίον Cor. suspicatur scribendum esse πόλιν: atque urbis mentio videtur necessaria esse propter ea, quae sequuntur. Probabilius tamen Grosk. coniecit excidisse post εdíov talia fere: οἱ δὲ καὶ πόλιν. οὐθὲν ΒΕ. 3. Όλουρον edd. inde a Xyl.:

[ocr errors]

codicum tamen scripturae concinit etiam Eust. ad Il. Β, 594.

χαλίς Β (et sec. m. in a mut.) Pleth.

Pleth. ἀρδανία Bl.

9. δή] δὲ edd.

5. oi

οἰχάλη Ε. ἐστὶν om. BEL

[ocr errors]

10. νέστορα 1. 13. του

Νέστορος om. l. τριφυλιακὴν Β (sed o sec. m. sup. η add.) l. 17. ἐπὶ ξενίᾳ Eust. ad Il. B, 591 p. 296, 40 Κ. 20. την om. codd.

21. ὁδὸν post ὅρμον add. Cor.

Aghino δύσεται 1.

23. παρά] περὶ Ι. 24. δύετο

A. 539

ἡ δὲ Φεὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,

ἠδὲ παρ' Ηλιδα διαν, ὅθι κρατέουσιν Επειοί.

μέχρι μὲν δὴ δεῦρο πρὸς τὴν ἄρκτον ὁ πλοῦς· ἐντεῦθεν δ ̓ ἐπὶ
τὸ πρὸς ἕω μέρος ἐπιστρέφει. παρίησι δὲ τὸν εὐθὺν πλοῦν ἡ
ναῦς καὶ τὸν ἐξ ἀρχῆς καὶ τὸν εἰς Ἰθάκην διὰ τὸ τοὺς μνηστῆ- 5
ρας ἐκεῖ τὴν ἐνέδραν θέσθαι

ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε·

ἔνθεν δ ̓ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.

C. 351 θοὰς δὲ εἴρηκε τὰς ὀξείας· τῶν Ἐχινάδων δ ̓ εἰσὶν αὗται, πλησιάζουσαι τῇ ἀρχῇ τοῦ Κορινθιακοῦ κόλπου καὶ ταῖς ἐκβο- 10 λαῖς τοῦ Αχελώου. παραλλάξας δὲ τὴν Ἰθάκην, ὥστε κατὰ νώτου γενέσθαι, κάμπτει πάλιν πρὸς τὸν οἰκεῖον δρόμον τὸν μεταξὺ τῆς Ἀκαρνανίας καὶ τῆς Ἰθάκης, καὶ κατὰ θάτερα μέρη τῆς νήσου ποιεῖται τὴν καταγωγήν, οὐ κατὰ τὸν πορθμὸν τὸν Κεφαλληνιακόν, ὃν ἐφρούρουν οἱ μνηστῆρες.

15

27. Εἰ γοῦν τὸν Ἠλιακὸν Πύλον εἶναί τις τὸν Νέστορος ἐπινοήσειεν, οὐκ ἂν οἰκείως λέγοιτο ἡ ἐντεῦθεν ἀναχθεῖσα ναῦς παρὰ Κρουνοὺς ἐνεχθῆναι καὶ Χαλκίδα μέχρι δύσεως, εἶτα Φεαῖς ἐπιβάλλειν νύκτωρ, καὶ τότε τὴν Ἠλείαν παραπλεῖν· οὗ τοι γὰρ οἱ τόποι πρὸς νότον τῆς Ἠλείας εἰσί, πρῶται μὲν αἱ 20 Φεαί, εἶθ ̓ ἡ Χαλκίς, εἶθ ̓ οἱ Κρουνοί, εἶθ ̓ ὁ Πύλος ὁ Τριφυλιακὸς καὶ τὸ Σαμικόν. τῷ μὲν οὖν πρὸς νότον πλέοντι ἐκ τοῦ Ἠλιακοῦ Πύλου οὗτος ἂν ὁ πλοῦς εἴη· τῷ δὲ πρὸς ἄρκτον, ὅπου ἐστὶν ἡ Ἰθάκη, ταῦτα μὲν πάντα ὀπίσω λείπεται, αὐτὴ δ ̓ ἡ Ἠλεία παραπλευστέα ἦν, καὶ πρὸ δύσεως γε· ὁ δέ 25 φησι μετὰ δύσιν. καὶ μὴν εἰ καὶ πάλιν ὑπόθοιτό τις τὸν Μεσο σηνιακὸν Πύλον καὶ τὸ Κορυφάσιον ἀρχὴν τοῦ παρὰ Νέστο

ή

10. 20

1. ἐπειγομένη, quod Cas. ex codd. laudat, in nullo est: v. ad pag. 348 in. 3. γὰρ ante δὴ add. ald. 8. ἐπιπροῆκε Aghno. ρινθικού, et a sup. sec. m. add., B. ex Cas. coni. 13. τῆς post μεταξύ

om. Bklald.

12. νότου codd., Cor. corr. om. Bhl ald.

τῆς post καὶ

15. κεφάλληνον 1 κεφαλλήνων, et ιακὸν sec. m. sup., Β.

15. εἴτ ̓ οὖν Acghino Cor. ἠλειακὸν ΒΙ(?) edd.: alteram formam νέστορα Β (ος sup. a sec. m. add.) l.

tuetur Steph. s. v. Ἠλις.

μὲν om. Β (sec. m. τῷ] τῶν l. 23. λείπεται]

18. ἐπιβαλεῖν Bkl edd. 20. νότον Bil edd.
add.) / ald. 23. ηλειακοῦ ΒΙ(?) edd.

λέγεται k (ex corr.) ald. 25. πρὸ ὀδύσσεως pr. m. add. marg. 4: πρὸ

ὀδύσσεώς γε 8·

[merged small][ocr errors][merged small]

ρος πλοῦ, πολὺ ἂν εἴη τὸ διάστημα καὶ πλέονος χρόνου. αὐτὸ γοῦν τὸ ἐπὶ τὸν Τριφυλιακὸν Πύλον καὶ τὸ Σαμιακὸν Ποσεί διον τετρακοσίων ἐστὶ σταδίων· καὶ ὁ παράπλους [ου] παρὰ Α. 540 Κρουνοὺς καὶ Χαλκίδα καὶ Φεάν, ἀδόξων ποταμῶν ὀνόματα, 5 μᾶλλον δὲ ὀχετῶν, ἀλλὰ παρὰ τὴν Νέδαν πρῶτον, εἶτ ̓ Ἀκίδωνα, εἶτα τὸν Ἀλφειὸν καὶ τόπους τούτων τοὺς μεταξύ ὕστε ρον δ ̓, εἰ ἄρα, κἀκείνων ἐχρῆν μνησθῆναι· καὶ γὰρ παρ' ἐκεί νους ὑπῆρχεν ὁ πλοῦς.

28. Καὶ μὴν ἤ γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται 10 πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφ ̓ ἡμῶν ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη. φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ήρακλέους τὴν Πυλίαν, ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι 15 τὸν Νέστορα, νέον τελέως· καταφρονήσαντες δ ̓ οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις. ἀντὶ τούτων οὖν ὁ Νέστωρ συναγαγών

-

[ocr errors]

1. πλείονος Bkl edd. 2. τριφυλικόν, et a sup. i sec. m. add., B. σαμικὸν I edd. ποσείδειον Β. 3. Syllabae καὶ ὁ πα cum deletae fuerint in A, in schedula agglutinata ita sec. m. restitutae sunt, ut καὶ ὁ περίπλους scriberetur: inde hoc legitur in cghinoglu ald. In Β autem παράπλους legitur, sed ε et ι sup. sec. m. add. οὐ om. codd. παρὰ] περὶ Blqtu. 4. τόπων καὶ post αδόξων add. Cor. 5. παρὰ νέδην, et τὴν sup. νε, a sup. η sec. m. add., B: inde παρὰ τὴν ἔδαν tg, sed in hoc v sec. m. ante έδαν add. τὴν Νέδαν πλους om. im. εἶτα κιδῶνα Acὶ εἶτα κυδώνην Bkgtu ald. 6. εἶτα] ἔπειτα Bkytu edd. - Post Αλφειόν leguntur in Β καὶ τὰς μεταξὺ χώρας, omissis proximis usque ad πλους, in marg. tamen sec. m. add. haec: καὶ τοὺς τόπους τούτων τοὺς μεταξύ· ὕστερον δὴ ἄρα κτλ. His, quae pr. m. scripta sunt, concinit u, omittens quae sec. m. in marg. Β addiderat: utrumque contra ita coniunxit t, ut verba καὶ τοὺς τόπους τούτων τοὺς μεταξύ praemisso γρ. in marg. poneret, quod idem factum esse videtur in k. In ordinem denique receptis illis, καὶ τοὺς τόπους τούτων τοὺς μεταξὺ καὶ τὰς μεταξὺ χώρας habent Guar. ald. 7. δ ̓ εἰ] δὴ bkgt ald. 10. περὶ πολέμου om. Β (sed sec. m. in marg. add.) I. 12. ότι] ἔτι Achino 13. πύλον Β (o in litura pr. m. scriptum) kl ald. ἐκλειφθεῖσαν Bk (sed hic post corr.) l. 14. δὴ] Malim δὲ. τῷ om. Β (in hoc scriptum ὄντωνηλεϊ et v sup. η sec. m. 15. δ' of om. Β (sed sec. m. add.) l.

[ocr errors]

add.) kl ald.

17. οὖν om. / ald.

16. πύλοις Ι.

C. 352

A. 541

τοὺς οἰκείους, ὅσους οἷός τε ἦν, ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν,

πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,

τόσσα συῶν συβόσια,

τοσαῦτα δὲ καὶ αἰπόλια· ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντή- 5
κοντα, ὑποπώλους τὰς πλείστας.

καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησί) Νηλήιον εἴσω,
ἐννύχιοι προτὶ ἄστυ,

ὡς μεθ ̓ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς
τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ 10
δὲ τῆς ἀφόδου γενομένης, ὥστ ̓ ἐννυχίους πρὸς τῷ ἄστει γενέ-
σθαι· περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων, οἱ Ἐπειοὶ τῇ
τρίτῃ τῶν ἡμερῶν, κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱπ-
πεῖς, ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον
περιεστρατοπέδευσαν. αἰσθόμενοι δ ̓ εὐθὺς οἱ Πύλιοι βοηθεῖν 15
ὥρμησαν· νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύ-
θεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειόν ἀφικνοῦνται·
τοῦτο δ ̓ ἐστὶ κατὰ μεσημβρίαν· θύσαντες δὲ τοῖς θεοῖς καὶ
νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς
ἔωθεν· λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης, οὐκ ἐπαύσαντο διώ- 20
κοντές τε καὶ κτείνοντες, πρὶν Βουπρασίου ἐπέβησαν

πέτρης τ' Ωλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη·

καὶ ὑποβάς·

edd.

in 0.

αὐτὰρ Ἀχαιοὶ

25

ἂψ ἀπὸ Βουπρασίσιο Πύλονδ ̓ ἔχον ωκέας ἵππους.

4. συῶν om. l.

11.

1. οἷόν τ ̓ ἦν kno. ἐπελθὼν Β (sed ei sup. ὢν sec. m. add.) Pleth. ἠλίαν Α. 5. πεντήκοντα καὶ ἑκατὸν Βι 7. ἐλασάμεσθα 1 ἠλάσαμεθα B, sed a sup. e sec. m. add., qua etiam scriptum et lάoauer in marg. adiectum est: idem hoc est φησὶν ἠλείων 4 (sed νηλήιον sec. m. sup. add.) ch φησὶν ἠλήιον Ι. 9. γεγενημένης no ald. καὶ γενομένης om. l, ἐφόδου bk ald. γενομένης ast. inclusit Cor. τὸ ἄστυ kl edd. 13. πλήθη Bk, sed hic post corr. 16. μινύειον (?) edd. μινύηον hi μινήιον c. In A literae ην corrosae et sec. m. restitutae sunt. 17. rδειοι 4. 18. τοῖς θεοῖς om. Bl. πται ktg, sed in hoc sec. m. corr.

[ocr errors]

-

[ocr errors]

23. αὖθις Agh.
24. καὶ ὑποβὰς om. no.

ἀπέτρα

29. Ἐκ τούτων δὴ πῶς ἂν ἢ τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις ἢ τὸν Μεσσηνιακὸν λέγεσθαι; τὸν μὲν Ἠλιακόν, ὅτι, τούτου πορθουμένου, συνεπορθεῖτο καὶ ἡ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ἡρακλέους· αὕτη δ ̓ ἐστὶν ἡ Ἠλεία. πῶς οὖν ἔμελλον οἱ συμ5 πεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην υπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων; πῶς δ ̓ ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν; πῶς δ ̓ ἂν ἅμα καὶ Αιγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεύς, ἐχθροὶ ὄντες ἀλλήλων; εἴγε τῷ Νηλεῖ χρεῖος μέγ ̓ ὀφείλετ ̓ ἐν Ηλιδι δίῃ,

10

τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,
ἐλθόντες μετ ̓ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι· τοὺς δ ̓ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
κάσχεθε, τὸν δ ̓ ἐλατῆρ ̓ ἀφίει·

εἰ δ ̓ ἐνταῦθα ᾤκει ὁ Νηλεύς, ἐνταῦθα καὶ ὁ Νέστωρ ὑπῆρχε. 15 πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίων

20

τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ ̓ ἀνδρὶ ἑκάστῳ

νῆες ἕποντο θοαί, πολέες δ ̓ ἔμβαινον Επειοί· εἰς τέτταρα δὲ καὶ ἡ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν ὁ Νέστωρ,

οἱ δὲ Πύλον τ ̓ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν

καὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης; οἱ δὲ δὴ ἀντεπεξιόντες Επειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον; πῶς δ ̓, ἐκεῖ τῆς μάχης γενομένης, τρεφθέντες ἐπὶ Βουπρα σίου φεύγουσι; πάλιν δ ̓, εἰ τὸν Μεσσηνιακὸν Πύλον ἐπόρ- C. 353 25 θησεν ὁ Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτ ̓ ἀπεστέ ρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον; πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιὼν Νέστωρ, τοσαύτην περιελάσας

1. ἠλειακὸν Bl(?) edd.

Bkl edd.

4(?) edd.

[merged small][ocr errors]
[blocks in formation]

6. πῶς – ἐλεηλάτουν om. Β. (sed sec. m. in marg. add.) l.

[blocks in formation]

ἀφίει omissis ha12. αὐθι] αὐτ ̓ Acghino. 14. ἐπῆρχε 15. τῶν μὲν om. Β (sed sec. m. add.) l. ast. incl. Cor. 23. βουπράσιον no. 28. ἐξελθὼν Pleth

« PreviousContinue »