Page images
PDF
EPUB

δ ̓ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου· λέγεται δὲ Θεσσαλονίκεια [δι]ὰ τὴν ἐπιφάνειαν. τὴν μὲν οὖν Αλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν. Πέλ[λα ἐστὶ μὲν τῆς κάτω Ιακεδονίας, ἣν Βοττιαῖοι κατεῖχον· ἐνταῦθ ̓ ἦν 5 πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον· ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος, τραφεὶς ἐν [αὐτῇ]. ἔχει δ ̓ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ· ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι που ταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα. ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ πο10 ταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὁ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δ ̓ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν·

15

τήλοθεν ἐξ Ἀμυδῶνος ἀπ ̓ Ἀξιοῦ εὐρυρέοντος. κατεσκάφη δ ̓ ὑπὸ τῶν Ἀργεαδών. Ε.

21. Ὅτι ὁ Ἀξιός θολερὸς ῥεῖ· ὁ δ ̓ Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αίαν, ἢ καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρ χουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ. μετὰ δὲ Ἀξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν· εἶτα Θεσσαλονίκεια Κα20 σάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ ἡ Ἐγνατία ὁδός. ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρουσίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν· ἡ δὲ μητρόπολις τῆς νῦν Μακεδοἐστί. τῶν δὲ συνοικισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλά στρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἰνέα καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέσ μνηται ὁ ποιητής· Κισσῆς τόν γ ̓ ἔθρεψε, τὸν Ἰφιδάμαντα λέγων. Ε.

25 νιας

30

22. Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμός ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἶτα Α. 509

2. lit. δι perierunt in cod., sicut ea, quae paulo post uncinis inclusa sunt.

Ceterum mira sunt, quae hic traduntur.

Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί· ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ἑκα τὸν εἴκοσιν. ἀπέχει δ ̓ ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια. ἡ μὲν οὖν Πύ δνα Πιερική ἐστι πόλις· ἡ δὲ Ἄλωρος Βοτταϊκή. ἐν μὲν οὖν 5 τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν που λιορκίαν τῆς πόλεως. Epit.

10

23. Ὅτι τὴν Πέλλαν, οὖσαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ηύξησε, τραφεὶς ἐν αὐτῇ· ἔχει δὲ λίμνην πρὸ αὐτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. εἶτα ὁ Ἀξιός, διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα 15 ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν·

τήλοθεν ἐξ Ἀμυδῶνος ἀπ ̓ Ἀξιοῦ εὐρυρέοντος.

ἀλλ ̓ ἐπεὶ ὁ μὲν Ἀξιός θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶ- 20 νος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον,

Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Λίαν,

μεταγράφουσιν οὕτως·

Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης·

οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον † τῆς γῆς τῇ ὄψει κίδιαται, ἀλλὰ τῆς γῆς τῷ Ἀξιῷ. Εpit.

[ocr errors]

1. πόλις cod. 27. Hunc locum Politus ad Eust. Tom. 2 Ρ. 779 bene sic restituit: τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ: Cor. ὄψει ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγής. Eustathius haec habet (ad Il. B, 850 p. 360, 14 R.): ἐν δὲ τῷ ἐπικίδναται αἴῃ ἡ αἴαν (διτ τῶς γὰρ ἡ γραφή) αἶαν τινὲς οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ γεωγράφος φησί, λέγων, ὅτι ἡ παρ' Ὁμήρῳ Ἀμυδών Αβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος, Αία καλουμένη, καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει. φαύλη οὖν, φησίν, ἡ φε

25

24. Ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐστὶ πόλις, ἢ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δ ̓ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου Α. 510 τοῦ ̓Αμύντου, ὠνόμασε· μετώκισε δὲ τὰ πέριξ πολίχνια εἰς 5 αὐτήν, οἷον Χαλάστραν, Αινέαν, Κισσὸν καί τινα καὶ ἄλλα. ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρ' Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτ τόν, φησίν, ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. Epit.

δ

25. Ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον και 10 τεῖχον Βρίγες, Θρακών ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν· μετὰ δὲ Θεσσαλονίκειαν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι τοῦ Καναστραίου. τοῦτο δ ̓ ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι· ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη· πενταστάδιον δ ̓ ἔχει τὸν ἰσθμὸν 15 διορωρυγμένον· κεῖται δ ̓ ἐπ' αὐτῷ πόλις ἡ πρότερον μὲν Ποτίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου, ἀναλαβόντος αὐτὴν ἀνατετραμ μένην· ὁ περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα. ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι 20 φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες, οἱ δὲ πιθανώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δ ̓ ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν. κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρωάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, 25 ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν. Ε.

26. Ὅτι ἡ Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους. Epit.

27. Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια, νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκα30 λεῖτο· ᾤκουν δ ̓ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς

ρομένη γραφὴ Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ, ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ ̓ ἀνάπαλιν· εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἴαν ἐπὶ τῆς γῆς ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέ ξιν. 5. Αινείαν Tzsch. Cor.: at vid. fr. 21. 7. ἀμφιδάμαντα cod. 12. καλασυραίου cod.

Strabo. II.

29. ποτιδαία cod.

6

C. 331

καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν· ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην. Epit.

28. Ὅτι διεῖχε Ποτιδαίας Ολυνθος ἑβδομήκοντα στα δίους. Ε.

29. Ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύβερνα ἐν τῷ Το- 5 ρωναίο κόλπῳ. Epit.

30. Ὅτι πλησίον Ολύνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον, ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κάνθαρος πέριξ τῆς χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται. Epit.

10

31. Μετὰ δὲ Κασάνδρειαν ἐφεξῆς ἡ λοιπὴ τοῦ Τορωνι κοῦ κόλπου παραλία μέχρι Δέρρεως· ἄκρα δ ̓ ἐστὶν ἀνταίρουσα τῷ Καναστραίῳ καὶ ποιοῦσα τὸν κόλπον. ἀπαντικρὺ δὲ τῆς Δέρρεως πρὸς ἕω τὰ ἄκρα τοῦ Ἄθω, μεταξὺ δὲ ὁ Σιγγικὸς κόλπος ἀπὸ τῆς ἐν αὐτῷ πόλεως ἀρχαίας κατεσκαμμένης Σίγ- 15 γου τοὔνομα. μεθ ̓ ἣν Ακανθος ἐπὶ τῷ ἰσθμῷ τοῦ Ἄθω κειμένη πόλις, Ανδρίων κτίσμα, ἀφ ̓ ἧς συχνοὶ καὶ τὸν κόλπον

Ακάνθιον καλοῦσι. Ε.

32. Ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα, πλησίον Κωφοῦ λιμένος, καὶ ὁ Τορωναίος 20 κόλπος ὑπὸ τούτων ἀφορίζεται. καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ὃ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως· Μαλιακόν, Παγασιτικόν, Θερμαῖον, Τορωναίον, Σιγγιτικόν, Στρυμονικόν. τὰ δὲ ἄκρα Ποσείδιον 25 μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυ- 30 μονικὸν κόλπον ἡ Νεάπολις. Epit.

33. Ὅτι Ακανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος· ἔχει δ' ὁ Ἄθων πέντε πόλεις, Δῖον, Κλεωνάς, Θύσσον, Ολόφυξιν, Ακροθώους·

5. μηκύπερνα cod. 34. θύσσαν cod.

-

ἀκρεσθώους cod. - Ολό

αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. ἔστι δ ̓ ὁ Ἄθων ὄρος μαστοειδές, ὀξύτατον, ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰ κοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ακάνθου 5 ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀρι- Α. 511 στοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψός, Ἀπολλωνία, πᾶσαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς 10 Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατ ̓ αὐτοὺς χρόνοις. εἰσὶ δὲ περὶ τὸν Στρυμονικόν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος, Ἄργιλος, Δραβῆσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια και χρυσοῦ μέταλλα· ἀφ ̓ οὗ καὶ παροιμία Δάτον ἀγαθῶν, ὡς καὶ 15 Ἀγαθῶν ἀγαθίδες. Epit.

34. Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρύσεια καὶ ἀργύρεια ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ Στρυμόνος ποτα20 μου μέχρι Παιονίας· φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. Epit.

35. Ἔστι δ ̓ ὁ Ἄθως [ὄρος] ὑψηλὸν καὶ μαστοειδές, ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας, ἡνίκα αλεκτοροφωνίας ἀρχὴ παρὰ τοῖς τὴν ἀκτὴν οἰκοῦσίν 25 ἐστιν. ἐν δὲ τῇ ἀκτῇ ταύτῃ Θάμυρις ὁ Θρᾷς ἐβασίλευσε, τῶν αὐτῶν ἐπιτηδευμάτων γεγονώς, ὧν καὶ Ὀρφεύς. ἐνταῦθα δὲ καὶ διώρυξ δείκνυται ἡ περὶ τὴν Ακανθον, καθ ̓ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώ30 ρυγα. Δημήτριος δ ̓ ὁ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώ

φυξιν, quod in Ολόφυξον Tzsch. Cor. mutarunt, Herodotum Thucydidemque secuti, servandum duxi propter utriusque Epitomes consensum: eadem forma est ap. Scylacem, Suidam, Phavorinum. 9. νέσσου cod. 12. μυρκίνος, ἀργίλος cod. 14. ἀγαθον (s. acc.) cod. 15. ἀγαθὰ ἀγαθῶν ἀγαθοιδας (s. acc.) cod. Accusativus fortasse servandus: cf. fr. 36. 22. ὄρος om. cod.

« PreviousContinue »