Page images
PDF
EPUB

δριάντα, κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κορκυραίων· ἡ δὲ μάστιξ ἦν τριπλῆ, αλυσιδωτή, ἀπηρτημένους ἔχουσα ἐξ αὐτῆς ἀστραγάλους, οἳ πλήττοντες τὸ χαλκεῖον συνεχῶς, ὁπότε αἰωροῦντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως ὁ μετρῶν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους 5 καὶ ἐπὶ τετρακόσια προέλθοι· ὅθεν καὶ ἡ παροιμία ἐλέχθη, Ἡ Κερκυραίων μάστιξ. Epit.

...

[ocr errors]

4. Ἡ δὲ Παιονία τούτοις μέν ἐστι πρὸς ἕω τοῖς ἔθνεσι, πρὸς δύσιν δὲ τοῖς Θρακίοις ὄρεσι, πρὸς ἄρκτον δ ̓ ὑπέρκει ται τοῖς Μακεδόσι, διὰ Γορτυνίου πόλεως καὶ Στόβων ἔχουσα 10 τὰς εἰσβολὰς ἐπὶ τὰ πρὸς (δι' ὧν ὁ Ἀξιός ῥέων δυσείσβολον ποιεῖ τὴν Μακεδονίαν ἐκ τῆς Παιονίας, ὡς ὁ Πηνειὸς διὰ τῶν Τεμπών φερόμενος ἀπὸ τῆς Ἑλλάδος αὐτὴν ἐρυμνοῖ), πρὸς νότον [δὲ] τοῖς Αυταριάταις καὶ Δαρδανίοις καὶ Αρδιαίοις ὁμορεῖ· ἐκτέταται δὲ καὶ μέχρι Στρυμόνος ἡ Παιο- 15 νία. Ε.

5. Ὅτι ὁ Ἁλιάκμων εἰς τὸν Θερμαῖον κόλπον ῥεῖ. Ε.

6. Ἡ δ ̓ Ὀρεστὶς πολλή, καὶ ὄρος ἔχει μέγα μέχρι τοῦ Κό ρακος τῆς Αἰτωλίας καθῆκον καὶ τοῦ Παρνασσοῦ. περιοικοῦσι δ ̓ αὐτοί τε Ὀρέσται καὶ Τυμφαῖοι καὶ οἱ ἐκτὸς Ἰσθμοῦ Ἕλλη- 20 νες οἱ περὶ Παρνασσὸν καὶ τὴν Οἴτην καὶ Πίνδον. ἑνὶ μὲν δὴ κοινῷ ὀνόματι καλεῖται Βόιον τὸ ὄρος, κατὰ μέρη δὲ πολυώνυμόν ἐστιν. φασὶ δ ̓ ἀπὸ τῶν ὑψηλοτάτων σκοπιῶν ἀφορᾶσθαι τό τε Αἰγαῖον πέλαγος καὶ τὸ Ἀμβρακικόν καὶ τὸ Ιόνιον, πρὸς ὑπερβολήν, οἶμαι, λέγοντες. καὶ τὸ Πτελεὸν ἱκα- 25 νῶς ἐστιν ἐν ὕψει τὸ περικείμενον τῷ Αμβρακικῷ κόλπῳ, τῇ μὲν ἐκτεινόμενον μέχρι τῆς Κερκυραίας, τῇ δ ̓ ἐπὶ τὴν κατὰ Λευκάδα θάλασσαν. Ε.

6. προσελθεῖν cod, puncto sub o posito 11. Spatium decem fere literis sufficiens vacuum relictum est in cod.: fortasse scriptum fuerat tỳ Πέλλαν. ἄξιος cod., et sic constanter, αξιός contra Epit. Pal. praebet eadem constantia. Quo de accentu scriptores parum consentire notum est: cf. Tafel. de Thessalonica p. 289 n. 6. 14. δε om. cod. 22. Βόιον ὄρος, nullo alio loco commemoratum, non diversum esse videtur ab eo, quod supra p. 327 appellatur τὸ Ποῖον ὄρος.

7. Ὅτι ἐπὶ γέλωτι ἐν παροιμίας μέρει γελᾶται Κερκυρα τα πεινωθεῖσα τοῖς πολλοῖς πολέμοις. Ε.

8. Ὅτι ἡ Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύναμιν ναυτικὴν πλείστην εἶχεν, ἀλλ ̓ ὑπὸ πολέμων τινῶν καὶ τυράννων 5 ἐφθάρη· καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλ' ἐπὶ λοιδορίᾳ παροιμίαν ἔλαβεν·

ἐλευθέρα Κόρκυρα, χέζ ̓ ὅπου θέλεις. Epit.

9. Λοιπὴ δ ̓ ἐστὶ τῆς Εὐρώπης ή τε Μακεδονία καὶ τῆς Θρᾴκης τὰ συνεχῆ [τα]ύτῃ μέχρι Βυζαντίου καὶ ἡ Ἑλλὰς καὶ 10 αἱ προσεχεῖς νῆσοι. ἔστι μὲν οὖν Ἑλλὰς καὶ ἡ Μακεδονία· νυνὶ μέντοι τῇ φύσει τῶν τόπων ἀκολουθοῦντες καὶ τῷ σχήματι χωρὶς ἔγνωμεν αὐτὴν ἀπὸ τῆς ἄλλης Ἑλλάδος τάξαι καὶ συνάψαι πρὸς τὴν ὅμορον αὐτῇ Θράκην μέχρι τοῦ στόματος τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος. εἶτα μετ ̓ ὀλίγα μέμνηται Κυ 15 ψέλων καὶ τοῦ Ἕβρου ποταμοῦ. καταγράφει δὲ καί τι σχῆμα παραλληλόγραμμον, ἐν ᾧ ἡ σύμπασα Μακεδονία ἐστίν. Ε.

10. Ὅτι ἡ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης με σημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυ 20 ψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθεία γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου· τὰ γὰρ ὄρη ταῦτα, ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου, διήκει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θράκην ὁμοῦ καὶ Μακε- Α. 508 25 δονίαν καὶ Ἤπειρον καὶ Ἀχαΐαν· ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰούσῃ ἕως Θεσσαλονι κείας· καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλό γραμμον ἔγγιστα. Epit.

11. Ὅτι Ημαθία ἐκαλεῖτο πρότερον ἡ νῦν Μακεδονία. ἔλαβε 30 δὲ τοὔνομα τοῦτο ἀπ ̓ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος. ἦν δὲ καὶ πόλις Ημαθία πρὸς θαλάσσῃ. κατεῖχον δὲ τὴν χώ

9. Litterae va blattae morsu corrosae interciderunt in cod. gou cod., ac sic constanter: in margine tamen hic illic scriptum 23. χερρόνησον, altero v ead. m. constanter supra addito, cod. ρακίου cod. 26. ἰοῦσιν Cor. 27. παραλληλογράμμου Cor.

ν

15. εὔ

εβρος.

25. Sug

ραν ταύτην Ηπειρωτών τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες· οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέ μοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, 5 Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος· ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δ ̓ οἱ μὲν Μυγδόνες, οἱ δὲ Ἤδωνες, οἱ δὲ Σιθῶνες. τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν 10 τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐ τῶν, εἰς τὴν Ολυνθον· ὠνομάζοντο δ ̓ οἱ ἐπὶ Θράκης Χαλκι δεῖς. Ε.

12. Ὅτι Πηνειὸς μὲν ὁρίζει τὴν κάτω καὶ πρὸς θαλάττῃ 15 Μακεδονίαν ἀπὸ Θετταλίας καὶ Μαγνησίας, Αλιάκμων δὲ τὴν ἄνω, καὶ ἔτι τοὺς Ἠπειρώτας καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ ὁ Ἐρίγων καὶ ὁ Ἀξιὸς καὶ ἕτεροι. Ε.

13. Ὅτι ἐστὶ τῆς παραλίας τῆς Μακεδονικῆς ἀπὸ τοῦ μυ χοῦ τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας ἡ μὲν τεταμένη 20 πρὸς νότον μέχρι Σουνίου, ἡ δὲ πρὸς ἕω μέχρι τῆς Θρακίας χερρονήσου, γωνίαν τινὰ ποιοῦσα κατὰ τὸν μυχόν. εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας, ἀπὸ τῆς προτέρας λεχθεί σης ἀρκτέον. τὰ μὲν δὴ πρῶτα μέρη τὰ περὶ Σούνιον ὑπερκειμένην ἔχει τὴν Ἀττικὴν σὺν τῇ Μεγαρικῇ μέχρι τοῦ Κρι- 25 σαίου κόλπου· μετὰ δὲ ταύτην ἡ Βοιωτική ἐστι παραλία ἡ πρὸς Εὔβοιαν· ὑπέρκειται δ ̓ αὐτῆς ἡ λοιπὴ Βοιωτία ἐπὶ δύσιν παράλληλος τῇ Ἀττικῇ. λέγει δὲ καὶ τὴν Ἐγνατίαν ὁδὸν τελευτῶν εἰς Θεσσαλονίκειαν ἀπὸ τοῦ Ἰονίου κόλπου. Ε.

14. Τῶν ταινιών, φησίν, ἀφοροῦμεν πρώτους τοὺς περὶ 30 Πηνειὸν οἰκοῦντας καὶ τὸν Αλιάκμονα πρὸς θαλάττῃ. ῥεῖ δ ̓

3. βούτωνα cod. Correxi, monente Schneidewino, ex Etym. Magn p. 206, 6, ubi leguntur haec: τὸ δὲ ἐθνικὸν τοῦ Βόττεια διὰ τοῦ ι, ὡς Στράβων ἐν ζ'· καλεῖται δὲ ἀπὸ Βόττωνος Κρητός. 11. τριάκοντα] a cod, atque constanter fere numeri notis expressi sunt in utra que epitome.

25. κρισσαίου cod.

ὁ Πηνειὸς ἐκ τοῦ Πίνδου ὄρους δια μέσης τῆς Θετταλίας πρὸς ἕω. διελθὼν δὲ τὰς τῶν Λαπιθών πόλεις καὶ Περραιβῶν τι νας συνάπτει τοῖς Τέμπεσι· παραλαβὼν πλείους ποταμούς, ὧν καὶ ὁ Εὔρωπος, ὃν Τιταρήσιον εἶπεν ὁ ποιητής, τὰς πηγὰς 5 ἔχοντα ἀπὸ τοῦ Τιταρίου ὄρους συμφυοῦς τῷ Ὀλύμπῳ, ὃ κάνε τεῦθεν ἄρχεται διορίζειν τὴν Μακεδονίαν ἀπὸ τῆς Θετταλίας. ἔστι γὰρ τὰ Τέμπη στενὸς αὐλων μεταξὺ Ὀλύμπου καὶ Ὄσσης. φέρεται δ ̓ ὁ Πηνειὸς ἀπὸ τῶν στενῶν τούτων ἐπὶ σταδίους τετταράκοντα, ἐν ἀριστερᾷ μὲν ἔχων τὸν Ὄλυμπον, Μακεδονικὸν 10 ὄρος μετεωρότατον, τῶν ἐκβολῶν τοῦ ποταμοῦ. ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτών ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνήτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσαν· ἀπέχει δ ̓ ὅσον σταδίους ἑκατὸν τῆς Γυρτώνος πόλις Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητὴς τὼ μὲν ἄρ ̓ ἐκ Θρᾴκης καὶ 15 ἑξῆς, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους· ἐπὶ δὲ θάτερα ἡ Πιερία. Ε.

15. Ὅτι ὁ Πηνειός ποταμός, ῥέων διὰ τῶν Τεμπῶν, καὶ ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὄρους, καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμενός τε τὸν Εὔρωπον 20 ποταμόν, ὃν Ὅμηρος Τιταρήσιον ὠνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσσαλίαν δὲ πρὸς νότον. αἱ δὲ τοῦ Εὐρώπου ποταμοῦ πηγαὶ ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ὅ ἐστι συνεχὲς τῷ Ὀλύμπῳ. καὶ ἔστιν ὁ μὲν Ὄλυμπος τῆς Μακεδονίας, ἡ δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πήλιον. Epit.

25

16. Ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτών ἐστι, πόλις Περραιβική και Μαγνῆτις,

[ocr errors]

2. περαιβῶν cod., ac sic plerumque. 4. τιταρήσιον et mox τι ταρίου cod. Κιτάριον ὄρος, ut praebet infra cod. Pal., legitur etiam ap. Strab. ΙΧ, 441 in codice optimo 4 et apud Ptolemaeum III, 13. Τίταρον ap. Strab. exhibent alii codd. et Εust. ad Il. B, 754 p. 336,

1. 27 ed. Rom. Idem hunc fluvium Ευρώταν a Strabone nominatum esse tradit ex 1. ΙΧ, 441: sed εὐρώτου, quod ibi codd. praebent, ex h. 1. corrigendum est. 12. ἐβασίλευσεν cod., illud exhibet Εust. ad Il. B, 752 p. 337, 14 ed. Rom., ubi multa ex hoc loco refert. 19. περαι βῶν cod., ac sic constanter. 22. κιταρίου cod.

ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἦρξαν. ἀπέχει †δ ̓ ἡ Γυρτὼν τῆς C. 330 Τύρρηνος πόλεως Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητὴς τὼ μὲν ἄρ ̓ ἐκ Θρήκης, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνιους. Epit.

17. Ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγιαλῷ τοῦ Θερμαίου 5 κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλ' ὅσον ἑπτὰ ἀπέχει σταδίους· ἔχει δ ̓ ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφες διέτριβεν. Epit.

18. Ὅτι ὑπὸ τῷ Ὀλύμπῳ πόλις Δῖον. ἔχει δὲ κώμην πλησίον Πίμπλειαν· ἐνταῦθα τὸν Ὀρφέα διατρίψαί φασι τὸν Κί- 10 κονα, ἄνδρα γόητα ἀπὸ μουσικῆς ἅμα καὶ μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν ἀγυρτεύοντα τὸ πρῶτον, εἶτ ̓ ἤδη καὶ μείζονα ἀξιοῦντα ἑαυτὸν καὶ ὄχλον καὶ δύναμιν κατασκευαζόμενον· τοὺς μὲν οὖν ἑκουσίως ἀποδέχεσθαι, τινὰς δ ̓ ὑπιδομένους ἐπιβουλὴν καὶ βίαν ἐπισυστάντας διαφθεῖραι αὐτόν. ἐν- 15 ταῦθα πλησίον καὶ τὰ Λείβηθρα. Ε.

19. Ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο. Epit.

20. Μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Αλιάκμονος ἐκβολαί· εἶτα Πύδνα, Μεθώνη, Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ 1ου-20 δίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων δι' Ὀρεστῶν καὶ τῆς † Πελ λαίας, ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Αξιῷ· ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι. μέση δ ̓ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τεττα ράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα. ἔστι 25

2. τῆς τύρρηνος ortum ex τῆς Γυρτῶνος, quod recte suspicatus est Tzschuckius. In verbis autem ἡ γυρτών latere videtur ἑκατὸν. Nam praeter Epit. Vat. etiam Steph. Βyz. s. v. Κράνων habet: ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρτῶνος ἡ Κράνων πόλις, ὥς φησι Στράβων, quae h. l. recipienda certatim censuerunt VV. DD. Sed voce σταδίους, quae saepissime omittitur, opus non est. Pro πόλεως Strabo haud dubie scripserat nós. Ceterum hoc fere loco commemoratum fuisse videtur a Strabone Homolium oppidum, cum apud Stephanum Byz. (s. v.) legantur haec: Ομόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας Στράβων ἑβδόμῃ, neque alius locus commodior inveniatur. 12. εἴδη cod. 20. καὶ θερίζων cod. 21. Πελαγονίας recte videtur coniicere Tafel in editione sua horum Fragmentorum p. 14 n. 35. 24. εἴκοσι] η', et sup. pr. m. k, cod.

« PreviousContinue »