Page images
PDF
EPUB

ρον οὔθ ̓ ὕστερον οὐδ ̓ ἅπαξ οἱ Σελγεῖς ἐπ ̓ ἄλλοις ἐγένοντο, ἀλλὰ τὴν μὲν ἄλλην χώραν ἀδεῶς ἐκαρποῦντο, ὑπὲρ δὲ τῆς κάτω τῆς τε ἐν τῇ Παμφυλίᾳ καὶ τῆς ἐντὸς τοῦ Ταύρου διεμά χοντο πρὸς τοὺς βασιλέας ἀεί· πρὸς δὲ τοὺς Ῥωμαίους ἐπὶ 5 τακτοῖς τισι κατεῖχον τὴν χώραν· πρὸς Ἀλέξανδρον δὲ πρεσβευσάμενοι δέχεσθαι τὰ προστάγματα εἶπον κατὰ φιλίαν· νῦν δὲ ὑπήκοοι τελέως γεγόνασι, καί εἰσιν ἐν τῇ ὑπὸ Ἀμύντα τεταγμένῃ πρότερον.

10

CAPUT VIII.

1. Τοῖς δὲ Βιθυνοῖς ὁμοροῦσι πρὸς νότον, ὡς ἔφην, οἱ περὶ τὸν Ολυμπον τὸν Μύσιον προσαγορευόμενον Μυσοί τε καὶ Φρύγες· ἑκάτερον δὲ τὸ ἔθνος διττόν ἐστι. Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευσε, καὶ ἧς μέρος οἱ Γαλάται κατέσχον, ἡ δὲ μικρά, ἡ ἐφ ̓ Ἑλλησπόντῳ καὶ ἡ 15 περὶ τὸν Ὄλυμπον, ἡ καὶ Ἐπίκτητος λεγομένη. Μυσία τε ὁμοίως Α. 857 ἥ τε Ολυμπηνή, συνεχὴς οὖσα τῇ Βιθυνίᾳ καὶ τῇ Ἐπικτήτῳ, ἣν ἔφη Αρτεμίδωρος ἀπὸ τῶν πέραν Ἴστρου Μυσῶν ἀπῳκίσθαι, καὶ ἡ περὶ τὸν Κάικον καὶ τὴν Περγαμηνὴν μέχρι Τευ θρανίας καὶ τῶν ἐκβολῶν τοῦ ποταμοῦ.

20

2. Οὕτω δ ̓ ἐνήλλακται ταῦτα ἐν ἀλλήλοις, ὡς πολλάκις λέγομεν, ὥστε καὶ τὴν περὶ * τὴν* Σίπυλον Φρυγίαν οἱ πα

1. ἐπ] ὑπ' edd. inde a Cas. 4. Mirum est, Romanos h. 1. ante Alexandrum nominari, atque addi postea νῦν δὲ κτλ., quae et ipsa spectant ad Romanos. Levaretur paululum difficultas, si verba πρὸς δὲ Ρωμαίους τὴν χώραν collocarentur post φιλίαν: quamquam ne hoc quidem satis placet. 7. τεταγμένοι Clorw ald. 10. ὡς ἔφην, πρὸς νότον Ε. 11. προσαγορευόμενοι codd., exc. 2, in quo legitur προσαγορευόμενον, quod Cor. scripsit e coni.

13. ἐβασίλευεν, ἧς μέρος Ε.

15. καὶ ἡ ἐπίκτητος C 16. ολυμπινή codd., exc. E, ad Il. 4, 18 Ρ. 27, 45 R.

14. οἱ περὶ D, sed of in ἡ sec. m. mut.
καὶ om. D, sed inter vers. sec. m. add.
cui concinunt Steph. s. v. Ὄλυμπος Eust.
17. ἀποκῖσθαι οχ ἀποκεῖσθαι ald. 18. κάϊκον D (sed in hoc
in i mut. sec. m.) Ε. 21. τὸ Σίπυλον ald.: τὴν, quod propter co-
dicum consensum rec. Tzsch., nullo modo ferendum est, cum montem
haud dubie h. 1. intellectum voluerit Strabo, non urbem parum nobi-
lem neque usquam ab eo commemoratam (etenim supra quoque I, 58

C. 572

αν

λαιοὶ καλοῦσιν, ἄδηλον, εἴτε τῆς μεγάλης, εἴτε τῆς μικρᾶς μέσ
ρος οὖσαν, ᾗ καὶ τὸν Τάνταλον Φρύγα καὶ τὸν Πέλοπα καὶ
τὴν Νιόβην· ὁποτέρως δ ̓ ἂν ἔχῃ, ἤ γε ἐπάλλαξις φανερά. ἡ
γὰρ Περγαμηνὴ καὶ ἡ Ἐλαΐτις, καθ ̓ ἣν ὁ Κάικος ἐκπίπτει,
καὶ ἡ μεταξὺ τούτων Τευθρανία, ἐν ᾗ Τεύθρας καὶ ἡ τοῦ 5
Τηλέφου ἐκτροφή, ἀνὰ μέσον ἐστὶ τοῦ τε Ἑλλησπόντου καὶ
τῆς περὶ Σίπυλον καὶ Μαγνησίαν τὴν ὑπ ̓ αὐτῷ χώρας· ὥσθ',
ὅπερ ἔφην, ἔργον διορίσαι

[ocr errors]

χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.

3. Καὶ οἱ Λυδοὶ καὶ οἱ Μαίονες, οὓς Ὅμηρος καλεῖ Μῄο- 10 νας, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλή λους· [πρὸς μὲν ἀλλήλους,] ὅτι οἱ μὲν τοὺς αὐτούς, οἱ δ ̓ ἑτέρους φασί, πρὸς δὲ τούτους, ὅτι τοὺς Μυσοὺς οἱ μὲν Θρᾷκας, οἱ δὲ Λυδοὺς εἰρήκασι, κατ ̓ αἰτίαν παλαιὰν ἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενεκράτης ὁ Ἐλαΐτης, ἐτυμο- 15 λογοῦντες καὶ τὸ ὄνομα τὸ τῶν Μυσῶν, ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί· πολλὴ δ ̓ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναι φασι τοὺς δεκατευθέντας, ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσούς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγορευθέντας μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· μιξολύδιον γάρ 20 πως εἶναι καὶ μιξοφρύγιον· τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον, τῶν δὲ Φρυγῶν ἐκ τῆς Θράκης περαιωθέντων [ἀν]ελόντων τε τῆς Τροίας ἄρχοντα καὶ τῆς πλησίον γῆς, ἐκεί

[ocr errors]

[ocr errors]

mons est intelligendus, ut liquet ex XII, 579): inde τὸν Σίπυλον scri-
bendum censet Grosk.; verumtamen cum nullo alio loco articulum huic
nomini videamus adiectum, delendum potius est τὴν, quam corrigendum.
2. οὖσα ταπ. οἱ καὶ οππ. 3. ὑποτέρων τω. ἔχοι lrux ald.
7. καὶ supra τὴν sec. m. add. in D: inde καὶ τὴν hi; καὶ τῆς χώ
ρας * (idem omisso καὶ ο), quod rec. Cor.
quod scripsimus restituendum vidit Grosk.
Cor. haud male. μαίονας C. 12. πρὸς μὲν ἀλλήλους om. codd.,
Cor. add. minus probabiliter scribens πρὸς ἀλλήλους μὲν. 13. τού
τοις codd., Cor. corr. 14. δὲ post ειρήκασι add. codd., exc. Ex.
κατ ̓ αἰτίαν παλαιὰν ἱστοροῦντες insolenter sane dicta sunt. 15.
ετοιμολογοῦντες D, sed or in u sec. m. mut.
16. τὸ ante τῶν sec. m.

inter vers. add. in D. 17. πολλὴ] πολὺ 0%.
λοντο τόν τε codd. ἀνελόντων τε τὸν Cor.,

χώραν codd., cxc. 0: 10. δὲ post Λυδοί add.

18. ὅπως rw. 23. εί sed articulus non est ne

νους μὲν ἐνταῦθα οἰκῆσαι, τοὺς δὲ Μυσοὺς ὑπὲρ τὰς τοῦ Καΐ κου πηγὰς πλησίον Λυδῶν.

Τ

4. Συνεργεῖ δὲ πρὸς τὰς τοιαύτας μυθοποιίας ἥ τε σύγ χυσις τῶν ἐνταῦθα ἐθνῶν καὶ ἡ εὐδαιμονία τῆς χώρας τῆς 5 ἐντὸς Αλυος, μάλιστα δὲ τῆς παραλίας, δι ̓ ἣν ἐπιθέσεις ἐγένοντο αὐτῇ πολλαχόθεν καὶ διὰ παντὸς ἐκ τῆς περαίας, ἢ καὶ ἐπ ̓ ἀλλήλους ἰόντων τῶν ἐγγύς. μάλιστα μὲν οὖν κατὰ τὰ Τρωικὰ καὶ μετὰ ταῦτα τὰς ἐφόδους γενέσθαι καὶ τὰς με ταναστάσεις συνέβη, τῶν τε βαρβάρων ἅμα καὶ τῶν Ἑλλήνων 10 ὁρμῇ τινι χρησαμένων πρὸς τὴν τῆς ἀλλοτρίας κατάκτησιν· ἀλλὰ καὶ πρὸ τῶν Τρωικῶν ἦν ταῦτα. τό τε γὰρ τῶν Πελασγῶν ἦν φύλον καὶ τὸ τῶν Καυκώνων καὶ Λελέγων· εἴρη- Α. 858 ται δ ̓, ὅτι πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν ἐτύγχανε πλανώμενα, ἅπερ ποιεῖ τοῖς Τρωσι συμμαχοῦντα ὁ ποιητής, οὐκ 15 ἐκ τῆς περαίας. τά τε περὶ τῶν Φρυγῶν καὶ τῶν Μυσῶν λεγόμενα πρεσβύτερα τῶν Τρωικῶν ἐστιν· οἱ δὲ διττοὶ Λύκιοι τοῦ αὐτοῦ γένους ὑπόνοιαν παρέχουσιν, ἢ τῶν Τρωικῶν ἢ τῶν πρὸς Καρίᾳ τοὺς ἑτέρους ἀποικισάντων. τάχα δὲ καὶ ἐπὶ τῶν Κιλίκων τὸ αὐτὸ συνέβη· διττοὶ γὰρ καὶ οὗτοι· οὐ μὴν ἔχομέν 20 γε τοιαύτην λαβεῖν μαρτυρίαν, ὅτι καὶ πρὸ τῶν Τρωικῶν ἦσαν ἤδη οἱ νῦν Κίλικες· ὅ τε Τήλεφος ἐκ τῆς Ἀρκαδίας ἀφῖχθαι νομίζοιτ' ἂν μετὰ τῆς μητρός, γάμῳ δὲ τῷ ταύτης ἐξοικειωσάμενος τὸν ὑποδεξάμενον αὐτὸν Τεύθραντα ἐνομίσθη τε ἐκείνου καὶ παρέλαβε τὴν Μυσῶν ἀρχήν.

25

5. Καὶ οἱ Κᾶρες δὲ νησιῶται πρότερον ὄντες καὶ Λέλεγες, ὡς φασιν, ἠπειρῶται γεγόνασι, προσλαβόντων Κρητῶν, οἳ καὶ C. 573 τὴν Μίλητον ἔκτισαν, ἐκ τῆς Κρητικῆς Μιλήτου Σαρπηδόνα λαβόντες κτίστην· καὶ τοὺς Τερμίλας κατώκισαν ἐν τῇ νῦν

cessarius. 2. πηγους C.

(?) Χyl.

12. τὸ τῶν Λελέγων Ε. 15. περσίας Ι. 16. δε] δὴ 18. καρίαν Clorurs ald.: dativum praeter reliquos codd. exhibet Εust. ad Il. Β, 824 p. 354, 12 R. ad Dionys. ν. 857. 27. ἐκ τῆς κρήτης codd., exc. ox, in quibus est ἐκ τῆς ἐν κρήτῃ, idem exhibet Epit. paulo liberius referens hunc locum: inde rec. Tzsch. Cor. Verius puto quod scripsi e coni. Cas., coll. XIV, 634 extr. 28. τέρμιλλας Dh τερμίλλας Ε Εust. ad Il. Β, 876 p. 369, 15 R. τέρ μηλλας lo ald. τερμήλας C: verum restituit Xyl.; cf. XIV, 667. 678

Λυκίᾳ· τούτους δ ̓ ἀγαγεῖν ἐκ Κρήτης ἀποίκους Σαρπηδόνα, Μίνω καὶ Ραδαμάνθυος ἀδελφὸν ὄντα, καὶ ὀνομάσαι Τερμί λας τοὺς πρότερον Μιλύας, ὥς φησιν Ἡρόδοτος, ἔτι δὲ πρόΑ. 859 τερον Σολύμους, ἐπελθόντα δὲ τὸν Πανδίονος Λύκον ἀφ ̓ ἑαυ τοῦ προσαγορεῦσαι τοὺς αὐτοὺς Λυκίους. οὗτος μὲν οὖν ὁ λό- 5 γος ἀποφαίνει τοὺς αὐτοὺς Σολύμους τε καὶ Λυκίους, ὁ δὲ ποιητὴς χωρίζει· Βελλεροφόντης γοῦν, ὡρμημένος ἐκ τῆς Λυκίας,

Σολύμοισι μαχέσσατο κυδαλίμοισι.

Πείσανδρόν τε ώσαύτως, υἱὸν αὐτοῦ, Ἄρης, ὥς φησι, 10 μαρνάμενον Σολύμοισι κατέκτανε·

καὶ τὸν Σαρπηδόνα δὲ ἐπιχώριόν τινα λέγει.

6. Ἀλλὰ τό γε ἆθλον προκεῖσθαι κοινὸν τὴν ἀρετὴν τῆς χώρας, ἧς λέγω, τοῖς ἰσχύουσιν ἐκ πολλῶν βεβαιοῦται καὶ † μετὰ τὰ Τρωικά· ὅπου καὶ Ἀμαζόνες κατεθάρρησαν αὐτῆς, 15 ἐφ ̓ ἃς ὅ τε Πρίαμος στρατεῦσαι λέγεται καὶ ὁ Βελλεροφόν της πόλεις τε παλαιαὶ ὁμολογοῦνται ἐπώνυμοι αὐτῶν· ἐν δὲ τῷ Ἰλιακῷ πεδίῳ κολώνη τίς ἐστιν,

ἣν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,

ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·

unde rec. Tzsch, coll.

7. βελεροφόντης Crs.

10. Ἴσανδρον Tzsch.

aliosque auctores. 2. τέρμιλλας Dh τέμηλλας 1 τερμήλας Cor.
3. μινύας codd., exc. 23, Eust. 1. c. et ad Il. Ζ, 184, p. 635 39 R.:
at cf. XIV, 667. 678. Herod. I, 173. 4. λύκωνα codd., idemque h. l.
in codice suo legit Eust. ad Il. Ζ, 1. c., ubi exhibet Λύκος ή Λύκων ὁ
Πανδιόνος ἐπελθών κτλ.: verum servavit Epit,
IX, 392. XIV, 667. Herod. 1. c. aliisque.
9. σολύμοις ἐμαχέσατο Dhi μαχέσατο τχ.
Cor. ex Il. Z, 197. 203. Illam tamen scripturam codd. exhibent etiam
ΧΙΙΙ, 630. τε] δὲ ~ Tzsch. Cor. 15. καὶ κατὰ τὰ Τρωικά Tzsch.
καὶ [ἐκ τῶν] κατὰ κτλ. Cor. parum apte: rectissime contra, ut e proxi-
mis liquet, Cas. suspicatus est excidisse verba καὶ πρὸ τῶν Τρωικῶν sive
post Tooza sive, quod malim, ante zaì: cui opinioni minime obstant
quae sequuntur ὅπου κτλ. 17. και ante πόλεις add. Cas. τὸ πά
λαι Ι τὸ πάλαι καὶ CDh τὸ παλαιὸν ἢ παλαιαὶ καὶ τω παλαιαὶ οπ
18. ἡλιακῷ C. 19. ἣν οἱ codd.,
κικλήσκουσιν] κλησίν φασιν

τε παλαιαὶ χ, quod rec. Cor.
Xyl. corr.: corruptionis causa aperta.
ἔχειν τω. 20. σήμα om. Ι.

20

ἣν ἱστοροῦσι μίαν εἶναι τῶν Αμαζόνων, ἐκ τοῦ ἐπιθέτου τεκμαιρόμενοι· εὐσκάρθμους γὰρ ἵππους λέγεσθαι διὰ τὸ τάχος· κἀκείνην οὖν πολύσκαρθμον διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος· καὶ ἡ Μύρινα οὖν ἐπώνυμος ταύτης λέγεται. καὶ αἱ ἐγγὺς δὲ 5 νῆσοι ταῦτ ̓ ἔπαθον διὰ τὴν ἀρετήν, ὧν Ρόδος καὶ Κῶς ὅτι πρὸ τῶν Τρωικῶν ἤδη ὑφ ̓ Ἑλλήνων ᾠκοῦντο, καὶ ὑφ ̓ Ὁμήρου σαφῶς ἐκμαρτυρεῖται.

7. Μετὰ δὲ τὰ Τρωικὰ αἵ τε τῶν Ἑλλήνων ἀποικίαι καὶ αἱ Τρηρῶν καὶ αἱ Κιμμερίων ἔφοδοι καὶ Λυδῶν καὶ μετὰ 10 ταῦτα Περσῶν καὶ Μακεδόνων, τὸ τελευταῖον Γαλατῶν, ἐτάραξαν πάντα καὶ συνέχεαν. γέγονε δὲ ἡ ἀσάφεια οὐ διὰ τὰς μεταβολὰς μόνον, ἀλλὰ καὶ διὰ τὰς τῶν συγγραφέων ἀνομο- Α. 860 λογίας, περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λεγόντων, τοὺς μὲν Τρῶας καλούντων Φρύγας, καθάπερ οἱ τραγικοί, τοὺς δὲ Λυκίους 15 Κάρας, καὶ ἄλλους τοὕτως. οἱ δὲ Τρῶες οὕτως ἐκ μικρῶν αὐξηθέντες, ὥστε καὶ βασιλεῖς βασιλέων εἶναι, παρέσχον καὶ C. 574 τῷ ποιητῇ λόγον, τίνα χρὴ καλεῖν Τροίαν, καὶ τοῖς ἐξηγουμέ νοις ἐκεῖνον. λέγει μὲν γὰρ καὶ κοινῶς ἅπαντας Τρώας τοὺς συμπολεμήσαντας αὐτοῖς, ὥσπερ καὶ Δαναοὺς καὶ Ἀχαιοὺς 20 τοὺς ἐναντίους· ἀλλ ̓ οὐ δήπου Τροίαν καὶ τὴν Παφλαγονίαν ἐροῦμεν, νὴ Δία, οὐδὲ τὴν Καρίαν ἢ τὴν ὅμορον αὐτῇ Λυκίαν. λέγω δ ̓, ὅταν οὕτω φῇ,

25

Τρῶες μὲν κλαγγῇ [τ'] ἐνοπῇ τ ̓ ἴσαν·

ἐκ δὲ τῶν ἐναντίων,

οἱ δ ̓ ἄρ ̓ ἴσαν σιγῇ μένεα πνείοντες Αχαιοί.

καὶ ἄλλως δὲ λέγει πολλαχώς. ὅμως δέ, καίπερ τοιούτων ὄν των, πειρατέον διαιτᾶν ἕκαστα εἰς δύναμιν· ὅ, τι δ ̓ ἂν διαφύγῃ τῆς παλαιᾶς ἱστορίας, τοῦτο μὲν ἐατέον (οὐ γὰρ ἐνταῦθα τὸ τῆς γεωγραφίας ἔργον), τὰ δὲ νῦν ὄντα λεκτέον.

[ocr errors]

μυρίνη 2.

3. κἀκεῖνα 1. 4. καὶ ante ή om. 2. ai om. Dh. 13. αὐτῶν] αὐτὰ D, sed a in or sec. m. mut. 15. καὶ ἄλλους [ἄλλως]. Οὕτω δὲ καὶ οἱ Τρῶες ἐκ μικρῶν αὐξηθέντες Cor., quae neno probabit: nescio an scriptum fuerit καὶ ἄλλους ὡσαύτως. 21. νή Δία om. D (sed in marg. sec. m. add.) x. 22. οὕτω om. edd. inde a Xyl. 23. τ' post κλαγγή om. codd., Cor. add. ex Il. Γ, 2. paulo post C. 26. πολλά χ. 27. διαφύγοι Clrwx ald.

ἦσαν hic et

29. ἔργον]

« PreviousContinue »