Page images
PDF
EPUB

καὶ τῶν πόρρω μεμνημένος τῶν ἐγγὺς σφόδρα οὐ μέμνηται, οὐ δήπου ἀγνοῶν αὐτούς, γνωρίμους τοῖς ἄλλοις ὄντας· οὐδὲ δὴ τοὺς ἐγγὺς ἐπίσης, ὧν τοὺς μὲν ὀνομάζει, τοὺς δὲ οὔ, οἷον Λυκίους μὲν καὶ Σολύμους, Μιλύας δ ̓ οὔ, οὐδὲ Παμφύλους 5 οὐδὲ Πισίδας· καὶ Παφλαγόνας μὲν καὶ Φρύγας καὶ Μυσούς, Μαριανδυνοὺς δ ̓ οὔ, οὐδὲ Θυνοὺς οὐδὲ Βιθυνοὺς οὐδὲ Βέ βουκας· Αμαζόνων τε μέμνηται, Λευκοσύρων δ ̓ οὔ, οὐδὲ Σύ ρων οὐδὲ Καππαδόκων οὐδὲ Λυκαόνων, Φοίνικας και Αίγυ πτίους καὶ Αιθίοπας θρυλῶν· καὶ Ἀλήιον μὲν πεδίον λέγει C. 555 10 καὶ Ἀρίμους, τὸ δὲ ἔθνος, ἐν ᾧ ταῦτα, σιγᾷ. ὁ μὲν δὴ τοι

οὗτος ἔλεγχος ψευδής ἐστιν, ὁ δ ̓ ἀληθής, ὅταν δεικνύηται ψεῦ δος λεγόμενόν τι. ἀλλ ̓ οὐδ ̓ ἐν τῷ τοιούτῳ κατορθῶν ἐδείχθη, ὅτε γε ἐθάρρησε πλάσματα λέγειν τοὺς ἀγανοὺς Ἱππημολγούς [καὶ] Γαλακτοφάγους. τοσαῦτα καὶ πρὸς Ἀπολλόδωρον· ἐπ15 άνειμι δὲ ἐπὶ τὴν ἑξῆς περιήγησιν.

28. Ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρνακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλδαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν. αὕτη δ ̓ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δ ̓ αὐτὴν κατεῖχον ἀεί, καθάπερ τὴν Σωφηνήν, τοτὲ μὲν φίλοι τοῖς 20 ἄλλοις Αρμενίοις ὄντες, τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δ ̓ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνούς, ὥστε μέχρι Τρα

3. Sỳ om. Cz, dè exhibet o, unde recepit Cor. τῶν ἐγγὺς Cor. Grosk. referentes ad μέμνηται, quo spectet etiam ἐπίσης: tum vero μὴ ante ἐγγὺς addendum est, quod Cor. in nott. ad intpr. Gall. proposuit atque interpretatione sua, sicut Groskurdius, expressit, in editione non adiecit; verumtamen quam incommoda sit hace scriptura et per se et propter proxime sequentia sponte sua liquet. Adverbium ἐπίσης refe rendum ad ἐγγὺς, omniaque paulo liberius annexa sunt ad ἀγνοῶν: ita particulae etiam suus constat sensus. 6. θύνους Ch Cor. 7. οὐδὲ Σύρων Φοίνικας om. C. 9. Θρυλλῶν codd. (?), exc. Dhx, edd. 13. ὅτε] οὔτε codd. edd.: correxi ex

14. καὶ

11. δείκνυται codd., Cor. corr.
coni. Grosk., qui recte docet, codicum scripturam, praeterea incommo-
dissimam, repugnare iis quae disputata sunt VII, 298 sqq.
ante γαλακτοφάγους om. codd. exc. i, unde rec. Cor., coll. 1. c.
17. τιβαρινού Dh τιβαρνοὶ απ. 19. την om. Ε. σοφηνήν D.
τῆς ἄλλης Αρμενίας Ε. 21. τους ante Τιβαρηνούς add. edd.
τηβαρηνοὺς C τιβαρινούς Dh τιβαριοὺς κ.

πεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρχὴν αὐτῶν. αὐξη θεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων, Αντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῷ. ἐπεμελήθη δὲ οὕτω τῶν τόπων τούτων, ὥστε πέντε καὶ ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευά- 5 σατο, οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε. τούτων δ ̓ ἦν ἀξιολογώτατα ταῦτα· Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία, ἐπιΑ. 833 πεφυκὸς τοῖς ὁρίοις τῆς μεγάλης Αρμενίας χωρίον, διόπερ Θεοφάνης Συνορίαν παρωνόμασεν. ἡ γὰρ τοῦ Παρυάδρου πᾶσα ὀρεινὴ τοιαύτας ἐπιτηδειότητας ἔχει πολλάς, ενυδρός τε 10 οὖσα καὶ ὑλώδης καὶ ἀποτόμοις φάραγξι καὶ κρημνοῖς διειλημμένη πολλαχόθεν· ἐτετείχιστο γοῦν ἐνταῦθα τὰ πλεῖστα τῶν γαζοφυλακίων, καὶ δὴ καὶ τὸ τελευταῖον εἰς ταύτας κατέφυγε τὰς ἐσχατιὰς τῆς Ποντικῆς βασιλείας ὁ Μιθριδάτης, ἐπιόντος Πομπηίου, καὶ τῆς Ακιλισηνῆς κατὰ Δάστειρα εὔνδρον ὄρος 15 καταλαβόμενος (πλησίον δ ̓ ἦν καὶ ὁ Εὐφράτης ὁ διορίζων τὴν Ακιλισηνὴν ἀπὸ τῆς μικρᾶς Ἀρμενίας) διέτριψε * τε τέως, ἕως πολιορκούμενος ἠναγκάσθη φυγεῖν διὰ τῶν ὀρῶν εἰς Κολχίδα, κἀκεῖθεν εἰς Βόσπορον. Πομπήιος δὲ περὶ τὸν τόπον τοῦτον πόλιν ἔκτισεν ἐν τῇ μικρᾷ Αρμενία Νικόπολιν, 20 [] καὶ νῦν συμμένει καὶ οἰκεῖται καλῶς.

29. Τὴν μὲν οὖν μικρὰν Αρμενίαν ἄλλοτ ̓ ἄλλων ἐχόντων, ὡς ἐβούλοντο Ῥωμαῖοι, τὸ τελευταῖον εἶχεν ὁ Ἀρχέλαος. τοὺς δὲ Τιβαρηνοὺς καὶ Χαλδαίους μέχρι Κολχίδος καὶ Φαρνακίας καὶ Τραπεζοῦντος ἔχει Πυθοδωρίς, γυνὴ σώφρων καὶ δυνατὴ 25

5. κατεσκεύαστο Ι. 6. ἐνεχείρησε codd., exc. Dh, ald.; ἐνεχώ ρισε Cor., quod verbum neque apud ullum scriptorem antiquum invenitur, neque ad huius loci structuram satis quadrat: inusitata sane est etiam h. 1. verbi εγχειρίζειν structura, ferenda tamen erit, donec melius quid inveniatur. 7. βασγιδάριζα Dhir βασγοδάριζα 0ς βασιυδάριζα τ συνορία C. 9. σινορίαν D συνέδραν των συνωρίαν lors edd.; magis tamen ipsi sententiae convenire apparet scripturam, quam recepimus, Casaubono iam probatam: similiter Synhorium idem castellum appellat Ammian. XVI, 7. 12. πανταχοθεν α πολλάχοθεν πολλὰ Ι. 15. ἀγγολισηνῆς codd., exc. xx(?), Xyl. corr. - Δάστειρα] τὰ στεῖρα π. 17. ἀκιλησινήν CDhlow ald. τε om. 2 Cor., recte. 18. ἕως] ἐν χ. 20. αὐτῇ post τῇ add. ald., ante τῇ Cor. 21. ή om. codd. edd.

προΐστασθαι πραγμάτων. ἔστι δὲ θυγάτηρ Πυθοδώρου τοῦ Τραλλιανοῦ, γυνὴ δ ̓ ἐγένετο Πολέμωνος καὶ συνεβασίλευσεν C. 556 ἐκείνῳ χρόνον τινά, εἶτα διεδέξατο τὴν ἀρχήν, τελευτήσαντος ἐν τοῖς Ἀσπουργιανοῖς καλουμένοις τῶν περὶ τὴν Σινδικὴν 5 βαρβάρων· δυεῖν δ ̓ ἐκ τοῦ Πολέμωνος ὄντων υἱῶν καὶ θυγατρός, ἡ μὲν ἐδόθη Κότυϊ τῷ Σαπαίῳ, δολοφονηθέντος δὲ ἐχήρευσε, παῖδας ἔχουσα ἐξ αὐτοῦ· δυναστεύει δ ̓ ὁ πρεσβύτατος αὐτῶν· τῶν δὲ τῆς Πυθοδωρίδος υἱῶν ὁ μὲν ἰδιώτης συνδιῴκει τῇ μητρὶ τὴν ἀρχήν, ὁ δὲ νεωστὶ καθέσταται τῆς Α. 834 10 μεγάλης Αρμενίας βασιλεύς. αὐτὴ δὲ συνῴκησεν Αρχελάῳ καὶ συνέμεινεν ἐκείνῳ μέχρι τέλους, νῦν δὲ χηρεύει, τά τε λεχθέντα ἔχουσα χωρία καὶ ἄλλα ἐκείνων χαριέστερα, περὶ ὧν ἐφεξῆς ἐροῦμεν.

30. Τῇ γὰρ Φαρνακίᾳ συνεχής ἐστιν ἡ Σιδηνὴ καὶ ἡ Θε15 μίσκυρα. τούτων δ ̓ ἡ Φανάροια υπέρκειται, μέρος ἔχουσα τοῦ Πόντου τὸ κράτιστον· καὶ γὰρ ἐλαιόφυτός ἐστι καὶ εὔοινος καὶ τὰς ἄλλας ἔχει πάσας ἀρετάς, ἐκ μὲν τῶν ἑφων μερών προβεβλημένη τον Παρυάδρην, παράλληλον αὐτῇ κατὰ μῆκος, ἐκ δὲ τῶν πρὸς δύσιν τὸν Αίθρον καὶ τὸν Ὄφλιμον. ἔστι δ' 20 αὐλῶν καὶ μῆκος ἔχων ἀξιόλογον καὶ πλάτος, διαρρεῖ δ ̓ αὐ τὴν ἐκ μὲν τῆς Ἀρμενίας ὁ Λύκος, ἐκ δὲ τῶν περὶ Αμάσειαν στενῶν ὁ Ἶρις· συμβάλλουσι δ ̓ ἀμφότεροι κατὰ μέσον που τὸν αὐλῶνα, ἐπὶ τῇ συμβολῇ δ ̓ ἵδρυται πόλις, ἣν ὁ μὲν πρῶτ τος ὑποβεβλημένος Ευπατορίαν ἀφ ̓ αὑτοῦ προσηγόρευσε, Πομ25 πήιος δ ̓ ἡμιτελῆ καταλαβών, προσθεὶς χώραν καὶ οἰκήτορας, Μαγνόπολιν προσεῖπεν. αὕτη μὲν οὖν ἐν μέσῳ κεῖται τῷ πεδίῳ, πρὸς αὐτῇ δὲ τῇ παρωρείᾳ τοῦ Παρυάδρου Κάβειρα ἵδρυται, σταδίοις ἑκατὸν καὶ πεντήκοντά που νοτιωτέρα τῆς Μαγνοπόλεως, ὅσον καὶ Ἀμάσεια δυσμικωτέρα αὐτῆς ἐστιν· ἐν

4. ἀπουργιανοῖς codd., Xyl. corr. σιδικὴν οι περσικήν α. 9. καθίσταται codd., Cor. corr. 17. ἀρετάς om. l. 19. τὸ λίθρον D. 21. τῆς Ἀρμενίας om. E., qui pro his verbis praebet αρξάμενος, idque commode sane h. 1. adderetur: cf. p. 547. 24. ὑφ' C. ἑαυτοῦ xz Tzsch. 27. δὲ] μέντοι Ε. παρωρίᾳ CDh. 28. Verba τῆς Μαγνοπόλεως δυσμικωτέρα om. codd. edd.; recepi ex E, ubi leguntur haec: — νοτιωτέρα τῆς μαγνοπόλεως ιδρυμένης ὑπὸ πομπηίου

δὲ τοῖς Καβείροις τὰ βασίλεια Μιθριδάτου κατεσκεύαστο καὶ ὁ ὑδραλέτης καὶ τὰ ζωγρεῖα καὶ αἱ πλησίον θῆραι καὶ τὰ μέταλλα.

31. Ἐνταῦθα δὲ καὶ τὸ Καινὸν χωρίον προσαγορευθέν, ἐρυμνὴ καὶ ἀπότομος πέτρα, διέχουσα τῶν Καβείρων ἔλαττον 5 ἢ διακοσίους σταδίους· ἔχει δ ̓ ἐπὶ τῇ κορυφῇ πηγὴν ἀναβάλ λουσαν πολὺ ὕδωρ, περί τε τῇ ῥίζῃ ποταμὸν καὶ φάραγγα βαθεῖαν, τὸ δ ̓ ὕψος ἐξαίσιον τῆς πέτρας ἐστὶ †τοῦ αὐχένος, ὥστ ̓ ἀπολιόρκητός ἐστι, τετείχισται δὲ θαυμαστῶς, πλὴν ὅσον οἱ Α. 835 Ῥωμαῖοι κατέσπασαν· οὕτω δ ̓ ἐστὶν ἅπασα ἡ κύκλῳ κατάδου- 10 μος καὶ ὀρεινὴ καὶ ἄνυδρος, ὥστ ̓ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι. ἐνταῦθα μὲν ἦν C. 557 τῷ Μιθριδάτῃ τὰ τιμιώτατα τῶν κειμηλίων, ἃ νῦν ἐν τῷ Καπιτωλίῳ κεῖται, Πομπηίου ἀναθέντος. ταύτην δὴ τὴν χώραν ἔχει πᾶσαν ἡ Πυθοδωρίς, προσεχῆ οὖσαν τῇ βαρβάρῳ τῇ 15 ὑπ ̓ αὐτῆς κατεχομένῃ, καὶ τὴν Ζηλῖτιν καὶ Μεγαλοπολῖτιν. τὰ δὲ Κάβειρα, Πομπηίου σκευάσαντος εἰς πόλιν, καὶ καλέσαντος Διόσπολιν, ἐκείνη προσκατεσκεύασε καὶ Σεβαστὴν μετ ωνόμασε, βασιλείῳ τε τῇ πόλει χρῆται. ἔχει δὲ καὶ τὸ ἱερὸν Μηνὸς Φαρνάκου καλούμενον, τὴν Ἀμερίαν κωμόπολιν πολλοὺς 20 ἱεροδούλους ἔχουσαν καὶ χώραν ἱεράν, ἣν ὁ ἱερώμενος ἀεὶ καρ

κατὰ τὴν συμβολὴν τῶν λεχθέντων ποταμῶν ὅσον καὶ ἀμάσεια δυσμι κωτέρα αὐτῆς ἐστι. Unde enim epitomes istius auctor haec sumeret nisi e Strabonis codice? Et ipsa quae in reliquis codicibus fertur scriptura excidisse aliquid quodammodo demonstrat, cum αὐτῆς paulo inconcinnius sic referatur ad urbem Magnopolim. 2. τὰ ζώγρια codd, exc. E, qui veram scripturam exhibet a Corae restitutam. 7. τὴν εί ζαν o Tzsch. Cor. 8. Verba του αυχένος mire adiecta sunt, neque iniuria corruptum esse hunc locum suspicatur Grosk.: sed parum placet quod arbitratur excidisse ante hunc genitivum ἐκ vel ἀπὸ vel ἄνω, coll. p. 561; nimis enim abrupta ita evaderet oratio: equidem inserere malim καὶ. 9. τε] δὲ ald. 12. μὲν] τε 2. 13. κειμιλίων C. 15. απασαν έχει οπ. 16. ζελῖτιν CDhilrow ζελεῖτιν χχ. τὴν ante Μεγαλοπολίτιν add. edd. 17. κατασκευάσαντος ο Cor., satis apte ad proxima. 18. διόπολιν codd., exc. i, ex quo Cor. σ recepit, iubente ipsa nominis origine. 20. καὶ ante τὴν add. ix Cor., parum apte: cf. quae de Zelis traduntur p. 559 extr.

ποῦται. ἐτίμησαν δ ̓ οἱ βασιλεῖς τὸ ἱερὸν τοῦτο οὕτως εἰς ὑπερβολήν, ὥστε τὸν βασιλικόν καλούμενον ὅρκον τοῦτον ἀπέφηναν Τύχην βασιλέως καὶ Μῆνα Φαρνάκου· ἔστι δὲ καὶ τοῦτο τῆς Σελήνης τὸ ἱερόν, καθάπερ τὸ ἐν Ἀλβανοῖς καὶ τὰ ἐν Φρυγίᾳ, 5 τό τε τοῦ Μηνὸς ἐν τῷ ὁμωνύμῳ τόπῳ καὶ τὸ τοῦ Ἀσκαίου τὸ πρὸς Ἀντιοχείᾳ τῇ πρὸς Πισιδίαν καὶ τὸ ἐν τῇ χώρᾳ τῶν Αντιοχέων.

32. Ὑπὲρ δὲ τῆς Φαναροίας ἐστὶ τά *τε* Κόμανα τὰ ἐν τῷ Πόντῳ, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλη Καππαδοκίᾳ καὶ τῇ 10 αὐτῷ θεῷ καθιερωμένα, ἀφιδρυθέντα ἐκεῖθεν, σχεδόν δέ τι καὶ τῇ ἀγωγῇ παραπλησίᾳ κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς, καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων· ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς, 15 καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα.

33. Ἐμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ, ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν, καὶ ἄλλου Δορυλάου, ὃς ἦν ἐκείνου ἀδελφιδοῦς, υἱὸς δὲ Φιλεταίρου, καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν 20 καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασι

2. τοῦτο C Cor.

4. τὰ ἐν ἀλβανοῖς C. τὸ ἐν Φρυγίᾳ ald. 5. Post Μηνός Cor. excidisse putat Κάρου, cuius templum inter Carura et Laodiceam situm infra p. 579 commemoratur, ita ut τόπος iste ὁμώνυ μος aut Carura ipsa aut Καρόπολις sit a Stephano s. v. nominata: addi potuit Καρίς s. Καρίδες Phrygiae urbs ab eodem Steph. s. v. Καρία dicta. Sed parum probabilis mihi videtur haec opinio; sana contra iudico omnia, locumque istum cognominem censeo esse Μηνὸς κώμην, quam in Phrygia sitam laudat Athen. II, 43, quamque etiam Mŋvòs iɛgóv simpliciter nominatam fuisse haud improbabile est. Αρκαίου Tzsch. coll. p. 577, simul ex Vaillant. Num. colon. falso referens ita legi in numis; rectius haud dubie Wesseling. censet (v. ad Hieroclis Synecd. p. 669) Μηνα Ασκαῖον non diversum esse ab eo, qui Μὴν Ἄσκηνος appellatur in numis Sardianorum. 6. τῇ ante Αντιοχείᾳ add. ald. πρὸς Πισιδίᾳ 2 Cor., uti legitur p. 577, magisque concinit Strabonis consuetudini. 8. φαρνακίας χ. τε om. 2 Cor., nec ferri potest. 9. τοῖς] τῇ Ε. 10. και θιερωμένα om. l. 18. ἀδελφιδοὺς D (circumflexus in gravem pr. m.

mut.) φιλετέρου codd.

Strabo. II.

ὅτι χ%.

35

« PreviousContinue »