Page images
PDF
EPUB

11. Συνέβη δέ, ἡνίκα πρῶτον Ῥωμαῖοι τὰ κατὰ τὴν Ἀσίαν διώκουν, νικήσαντες Αντίοχον, καὶ φιλίας καὶ συμμαχίας ἐποιΑ. 815 οῦντο πρός τε τὰ ἔθνη καὶ τοὺς βασιλέας, τοῖς μὲν ἄλλοις βασιλεῦσιν αὐτοῖς καθ ̓ ἑαυτοὺς δοθῆναι τὴν τιμὴν ταύτην, τῷ δὲ Καππάδοκι καὶ αὐτῷ δὲ τῷ ἔθνει κοινῇ. ἐκλιπόντος 5 δὲ τοῦ βασιλικοῦ γένους, οἱ μὲν Ῥωμαῖοι συνεχώρουν αὐτοῖς αὐτονομεῖσθαι κατὰ τὴν συγκειμένην φιλίαν τε καὶ συμμαχίαν πρὸς τὸ ἔθνος, οἱ δὲ πρεσβευσάμενοι τὴν μὲν ἐλευθερίαν παρητοῦντο (οὐ γὰρ δύνασθαι φέρειν αὐτὴν ἔφασαν), βασιλέα δ' ἠξίουν αὐτοῖς ἀποδειχθῆναι. οἱ δέ, θαυμάσαντες εἴ τινες οὗ- 10 τως εἶεν ἀπειρηκότες πρὸς τὴν ἐλευθερίαν, ἐπέτρεψαν † δ ̓ οὖν αὐτοῖς ἐξ ἑαυτῶν ἑλέσθαι κατὰ χειροτονίαν, ὃν ἂν βούλωνται· καὶ εἵλοντο Αριοβαρζάνην, εἰς τριγονίαν δὲ προελθόν· τος τοῦ γένους ἐξέλιπε· κατεστάθη δ ̓ ὁ Ἀρχέλαος, οὐδὲν προσήκων αὐτοῖς, Αντωνίου καταστήσαντος. ταῦτα καὶ περὶ τῆς 15 μεγάλης Καππαδοκίας· περὶ δὲ τῆς τραχείας Κιλικίας, τῆς προστεθείσης αὐτῇ, βέλτιόν ἐστιν ἐν τῷ περὶ τῆς ὅλης Κιλι κίας λόγῳ διελθεῖν.

CAPUT III.

1. Τοῦ δὲ Πόντου καθίστατο μὲν Μιθριδάτης ὁ Εὐπάτωρ 20 βασιλεύς. εἶχε δὲ τὴν ἀφοριζομένην τῷ Αλυϊ μέχρι Τιβαρανῶν καὶ Ἀρμενίων καὶ τῆς ἐντὸς Αλυος τὰ μέχρι Αμάστρεως C. 541 καί τινων τῆς Παφλαγονίας μερῶν. προσεκτήσατο δ ̓ οὗτος καὶ τὴν μέχρι Ἡρακλείας παραλίαν ἐπὶ τὰ δυσμικὰ μέρη, τῆς Ἡρακλείδου τοῦ Πλατωνικοῦ πατρίδος, ἐπὶ δὲ τἀναντία μέ- 25

2. καὶ ante φιλίας om. Clorus. κει ald. καππαδόκῃ rwxx Gas. τως om. C. 11. δ ̓ οὖν om. τρεψαν. 12. βούλοιντο edd. 13. τριγένειαν Clorus ald.: utraque forma Straboni usitata; cf. II, 73. XI, 516. 14. τοῦ ἔθνους D, sed γένους pr. m. supra add. 16. Post Καππαδοκίας ald. add. μέχρι τούτου, quae in μέχρι τούτων mutavit Cas., eiecit Tzsch. 17. βέλτιόν ἐστιν om. Χ.

4. αὑτοὺς χ. 5. καππαδό 6. δὲ] δὴ codd., Xyl. corr. 10. ouedd.: excidit fortasse aliquid ante επέ

προέλθον τὸ γένος Cor.

[ocr errors]

κατεστάθην C.

20. εὐπάτορος

21. τιβαρνῶν οχ* τιβαρηνῶν Irw edd. 22. τῆς] τὴν Cas. 25. ἡρακλείτου χ.

χρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας, ἃ δὴ καὶ προσέθηκε τῷ Πόντῳ. καὶ δὴ καὶ Πομπήιος καταλύσας ἐκεῖνον ἐν τού τοις τοῖς ὅροις οὖσαν τὴν χώραν ταύτην παρέλαβε· τὰ μὲν πρὸς Ἀρμενίαν καὶ τὰ περὶ τὴν Κολχίδα τοῖς συναγωνισαμέ 5 νοις δυνάσταις κατένειμε, τὰ δὲ λοιπὰ εἰς ἕνδεκα πολιτείας διεῖλε καὶ τῇ Βιθυνία προσέθηκεν, ὥστ ̓ ἐξ ἀμφοῖν ἐπαρχίαν γενέσθαι μίαν· μεταξύ τε τῶν Παφλαγόνων τῶν μεσογαίων τινὰς βασιλεύεσθαι παρέδωκε τοῖς ἀπὸ Πυλαιμένους, καθάπερ καὶ τοὺς Γαλάτας τοῖς ἀπὸ γένους τετράρχαις. ὕστερον δ ̓ οἱ 10 τῶν Ῥωμαίων ἡγεμόνες ἄλλους καὶ ἄλλους ἐποιήσαντο μερισμούς, βασιλέας τε καὶ δυνάστας καθιστάντες καὶ πόλεις τὰς μὲν ἐλευθεροῦντες, τὰς δὲ ἐγχειρίζοντες τοῖς δυνάσταις, τὰς δ ̓ ὑπὸ τῷ δήμῳ τῷ Ῥωμαίων ἐῶντες. ἡμῖν δ ̓ ἐπιοῦσι τὰ καθ ̓ ἕκαστα, ὡς νῦν ἔχει, λεγέσθω, μικρὰ καὶ τῶν προτέρων Α. 816 15 ἐφαπτομένοις, ὅπου τοῦτο χρήσιμον. ἀρξώμεθα δὲ ἀπὸ Ἡρακλείας, ἵπερ δυσμικωτάτη ἐστὶ τούτων τῶν τόπων.

2. Εἰς δὴ τὸν Εὔξεινον πόντον εἰσπλέουσιν ἐκ τῆς Προποντίδος ἐν ἀριστερᾷ μὲν τὰ προσεχῆ τῷ Βυζαντίῳ κεῖται, Θρᾴκων δ ̓ ἐστί, καλεῖται δὲ τὰ Ἀριστερὰ τοῦ Πόντου· ἐν δε20 ξιᾷ δὲ τὰ προσεχῆ Χαλκηδόνι, Βιθυνῶν δ ̓ ἐστὶ τὰ πρῶτα, εἶτα Μαριανδυνῶν (τινὲς δὲ καὶ Καυκώνων φασίν), εἶτα Παφλαγόνων μέχρι Αλυος, εἶτα Καππαδόκων τῶν πρὸς τῷ Πόντῳ καὶ τῶν ἑξῆς μέχρι Κολχίδος· ταῦτα δὲ πάντα καλεῖται τὰ Δεξιὰ τοῦ Εὐξείνου πόντου. ταύτης δὲ τῆς παραλίας

4.

3. και ante τὰ Cor. add. satis commode. μὲν] μέντοι 2. συναγωνισμένοις 7 συνηγωνισμένοις 0%. 7. τε om. CDhir, in hoc tamen και ante μεταξύ positum; δὲ pro τε exhibent edd. inde a Cas. τῶν Παφλαγόνων om. ald. καὶ ante τῶν μεσογαίων add. C Cor., qui tamen ipse coniunctionem repudiat in nott., coll. Ρ. 544. 8. βουλεύεσθαι %. παρέδωκε om. W. 11. καθίσαντες Ι.

[ocr errors]

μαίων] τῶν Ῥωμαίων Ch(??) edd. 15.

dum esse.

[ocr errors]

13. τῷ Ρω

ἀρξόμεθα videtur scriben

17. Εὔξεινον om. l. τῆς ante Ηρακλείας add. edd.

ἐκ] ἀπὸ D (sed ex pr. m. supra pos.) %.

-

19. θρακικά post του

Πόντου add. ald. 20. καλχηδόνια CDhirw ald. χαλκηδόνια Ε χαλ-
χηδόνι i: verum exhibent xx, ex quibus rec. Cor. Apud Steph. (v. s. v.
Χαλκηδών) haec verba leguntur ita corrupta: καλεῖται δὲ ἀριστερὰ τοῦ
Πόντου, τὰ δ ̓ ἐν δεξιᾷ Χαλκηδονίς. 22. μέχρις Ε.

ἁπάσης ἐπῆρξεν Ευπάτωρ, ἀρξάμενος ἀπὸ τῆς Κολχίδος μέχρι Ἡρακλείας, τὰ δ ̓ ἐπέκεινα τὰ μέχρι τοῦ στόματος καὶ τῆς Χαλκηδόνος τῷ Βιθυνῶν βασιλεῖ συνέμενε. καταλυθέντων δὲ τῶν βασιλέων, ἐφύλαξαν οἱ Ρωμαῖοι τοὺς αὐτοὺς ὅρους, ὥστε τὴν Ἡράκλειαν προσκεῖσθαι τῷ Πόντῳ, τὰ δ ̓ ἐπέκεινα Βιθυ- 5 τοῖς προσχωρεῖν.

3. Οἱ μὲν οὖν Βιθυνοί διότι πρότερον Μυσοὶ ὄντες με τωνομάσθησαν οὕτως ἀπὸ τῶν Θρᾳκῶν τῶν ἐποικησάντων, Βιθυνῶν τε καὶ Θυνῶν, ὁμολογεῖται παρὰ τῶν πλείστων, καὶ σημεῖα τίθενται τοῦ μὲν τῶν Βιθυνῶν ἔθνους τὸ μέχρι νῦν 10 ἐν τῇ Θράκῃ λέγεσθαί τινας Βιθυνούς, τοῦ δὲ τῶν Θυνῶν τὴν Θυνιάδα ἀκτὴν τὴν πρὸς Ἀπολλωνίᾳ καὶ Σαλμυδησσῷ. καὶ οἱ Βέβρυκες δὲ οἱ τούτων προεποικήσαντες τὴν Μυσίαν C. 542 Θράκες, ὡς εἰκάζω ἐγώ. εἴρηται δ ̓, ὅτι καὶ αὐτοὶ οἱ Μυσοὶ Θρᾳκῶν ἄποικοί εἰσι τῶν νῦν λεγομένων Μοισῶν. ταῦτα μὲν 15 οὕτω λέγεται.

4. Τοὺς δὲ Μαριανδυνοὺς καὶ τοὺς Καύκωνας οὐχ ὁμοίως ἅπαντες λέγουσι· τὴν γὰρ δὴ Ἡράκλειαν ἐν τοῖς Μαριανδυνοῖς ἱδρῦσθαί φασι, Μιλησίων κτίσμα, τίνες δὲ καὶ πόθεν, οὐδὲν εἴρηται, οὐδὲ διάλεκτος, οὐδ ̓ ἄλλη διαφορὰ ἐθνικὴ περὶ τοὺς 20 ἀνθρώπους φαίνεται, παραπλήσιοι δ ̓ εἰσὶ τοῖς Βιθυνοῖς· ἔοι· κεν οὖν καὶ τοῦτο Θράκιον ὑπάρξαι τὸ φῦλον. Θεόπομπος δὲ Α. 817 Μαριανδυνόν φησι μέρους τῆς Παφλαγονίας ἄρξαντα ὑπὸ πολλῶν δυναστευομένης, ἐπελθόντα τὴν τῶν Βεβρύκων κατασχεῖν, ἣν δ ̓ ἐξέλιπεν, ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν. εἴρηται δὲ 25

1. ὑπῆρξεν Ehrw ald.

δόνος Tzsch. om. E.

δὲ om. Ε.

2. τὰ ante μέχρι om. *. 3. Καλχη 10. το] τὰ CDilows ald. 11. τῇ 12. σαλμηδησσῶ ἡ σαλμυδησῶ κ. 14. ἦσαν post Θρα κες add. edd., exc. Tzsch. 15. μυσῶν codd., Cor. mutavit: cf. ad VII, 295. 16. οὕτω] οὖν i. 17. μαριαδικοὺς χ (sic const.). 19. Palmer. (v. Exercitt. in auct. Gr. p. 333) Μεγαρέων scribendum esse censet, quam mutationem ut h. 1. patiaris, in proximis tamen fieri minime concedas. Strabonem igitur uti in aliis rebus nonnullis, ita in tradenda Heracleae origine errasse erit statuendum. οὐδὲν] οὐδενὶ aptissime coniecit Meinekius. 20. τις post διαφορὰ add. hi. 22. Θρᾳκίων C. 23. μαριανδυνῶν D, sed o sup. ω pr. m. add. μέρος codd., exc. Εi, qui verum exhibent, a Tzschuckio restitutum e coni. Cas. 25. ή δ'

-

καὶ τοῦτο, ὅτι πρῶτοι τὴν Ἡράκλειαν κτίσαντες Μιλήσιοι τοὺς Μαριανδυνοὺς εἱλωτεύειν ἠνάγκασαν τοὺς προκατέχοντας τὸν τόπον, ὥστε καὶ πιπράσκεσθαι ὑπ ̓ αὐτῶν, μὴ εἰς τὴν ὑπερορίαν δέ (συμβῆναι γὰρ ἐπὶ τούτοις), καθάπερ Κρησὶ μὲν ἐθή 5 τευεν ἡ Μνῷα καλουμένη σύνοδος, Θετταλοῖς δὲ οἱ Πενέσται.

5. Τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ, πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασίν, οἱ δὲ τῶν Μακεδόνων τινάς, οἱ δὲ τῶν Πελασγῶν· εἴρηται δέ που καὶ 10 περὶ τούτων πρότερον. Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν Διάκοσμον, μετὰ τὸ

15

τιθεὶς

Κρωμνάν τ' Αιγιαλόν τε καὶ ὑψηλοὺς Ερυθίνους

Καύκωνας [δ] αὖτ ̓ ἦγε Πολυκλέος υἱὸς ἀμύμων, οἱ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματ ̓ ἔναιον· παρήκειν γὰρ ἀφ ̓ Ἡρακλείας καὶ Μαριανδυνών μέχρι Λευκοσύρων, οὓς *καὶ ἡμεῖς Καππάδοκας προσαγορεύομεν, τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ 20 Κύτωρον, καὶ νῦν δ ̓ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον.

6. Ἡ μὲν οὖν Ἡράκλεια πόλις ἐστὶν εὐλίμενος καὶ ἄλλως ἀξιόλογος, ἥ γε καὶ ἀποικίας ἔστελλεν· ἐκείνης γὰρ ἥ τε Χερρόνησος ἄποικος καὶ ἡ Κάλλατις· ἦν τε αὐτόνομος, εἶτ ̓ ἐτυραν 25 νήθη χρόνους τινάς, εἶτ ̓ ἠλευθέρωσεν ἑαυτὴν πάλιν ὕστερον Α. 818

εξέλει m quam vero coepisset Guar.

1. οἱ ante τὴν add. Cor.

5. μινῶα CDi μινόα r ald. μινώα codd. rell., Tzsch. corr. praeeunte
Meursio in Creta III, 14 Ρ. 191. 7. παλίαν D. 8. τὸ τήϊον codd.
(sic const.), et Eust. ad Il. B, 855 p. 362 extr. R., ad Od. Γ, 366
p. 1472, 42 R: Tzsch. corr. ex coni. Salm. ad Sol. p. 624. coll. Steph.
s. ν. Τίος. 14. δ' om. codd.: addidi ex coni. Tzsch. Ceterum Eust.
eosdem hos versus referens ad II. Y, 329 p. 1210. 47 R. exhibet ut va-
rias scripturas υἱὸς Ἄμειβος et κατὰ δώματ ̓ ἔναιον.
17. καὶ sec. m.
add. in C, om. Cor., neque ferendum videtur. τε] δὲ codd., Cor.
corr. 18. καυκόνων C. τήϊον codd., Tzsch. corr.
22. αλίμε

νος Μ. 23. χερρόννησος D ac sic fere const. 24. καλαπις oræ ald.
κάλατος Irw.

δ ̓ ἐβασιλεύθη, γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δ ̓ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας. λαβὼν δὲ παρ ̓ C. 543 Αντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Αδιατόριξ ὁ Δομνεκλείου, τετράρχου Γαλατῶν, υἱός, ὃ κατεῖχον οἱ Ἡρακλειώται, μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ 5 ἀπέσφαξεν αὐτούς, ἐπιτρέψαντος, ὡς ἔφασκεν ἐκεῖνος, Αντω νίου· θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίῳ νίκην, ἐσφάγη μεθ ̓ υἱοῦ. ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμέ της τῇ Βιθυνία.

с

7. Μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ῥέουσι ποταμοὶ 10 πλείους, ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγά ριος, οὗ μέμνηται καὶ ὁ ποιητής. ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγγίαν κώμην ἀφ ̓ ἑκατὸν καὶ πεντήκοντά που σταδίων οὗτος Πεσσινοῦντος· διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω, μέρος δέ τι καὶ τῆς Βιθυνίας, ὥστε καὶ τῆς Νικομηδείας 15 ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους, καθ ̓ ὃ συμβάλλει ποταμὸς αὐτῷ Γάλλος, ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφ ̓ Ἑλλησπόντῳ Φρυγίας. αὕτη δ ̓ ἐστὶν ἡ αὐτὴ τῇ ἐπι· κτήτῳ, καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον. αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός, καίπερ πάλαι ἅπλωτος ὤν, τὴν Βιθυνίαν 20 ὁρίζει πρὸς ταῖς ἐκβολαῖς. πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος. ἐν δὲ τῇ Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου στα δίους χιλίους που καὶ πεντακοσίους, τοῦ δὲ Σαγγαρίου πεντα κοσίους.

rw.

3. διατόριξ τω. – ὁ δὲ μενεκλείου ald., ὁ Δομενεκλείου hi Cor. 4. Ρωμαῖοι ante Ηρακλειῶται add. ald.

ἡρακλεῶται i.

10. καλχηδόνος C. 11. εἰσιν] ἐστιν χ.
ὁ ante Σαγγάριος om. codd., exc. CE.

5. ἀρ χάλπας ο

12. σαγίαν

κτικῶν w.
κάλτας Γ.
codd., scd duplex y praebet Eust. ad Dion. v. 809, idque add. Xyl.
13. οὗτος Πεσσινοῦντος om. rw. 14. πισινοῦντος CEhors πεισι-
νοῦντος Dl ald.: eandem fere scripturam codd. exhibent p. 567 et X,
469 (cf. etiam p. 576), servare tamen contra aliorum scriptorum numorum-
δὲ om. Ε. 15. δέ τι] δ ̓ ἐστὶ C.
μικρῷ wx Cor. καθ ̓ οὓς lux

que consensum ausus non sum.

16. ἀποσχεῖν codd., Cor. corr.

[ocr errors]

ἡρακλεώτιδι Irw edd.

ald. 17. μίδρων ἐ. 22. βιθυνία C.
ακόνητον CD, sed in hoc η sec. m. in i mut. 24. του

πεντα

25

« PreviousContinue »