Page images
PDF
EPUB

ἐν Οὐηνάσοις Διός, ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχε δόν τι καὶ χώραν ἱερὰν εὔκαρπον, παρέχουσαν πρόσοδον ἐνι αύσιον ταλάντων πεντεκαίδεκα τῷ ἱερεῖ· καὶ οὗτός ἐστι διὰ βίου, καθάπερ καὶ ὁ ἐν Κομάνοις, καὶ δευτερεύει κατὰ τιμὴν 5 μετ ̓ ἐκεῖνον.

7. Δύο δὲ ἔχουσι μόνον στρατηγίαι πόλεις, ἡ μὲν Τυανῖτις τὰ Τύανα, ὑποπεπτωκυῖαν τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας, καθ ̓ ἃς εὐπετέσταται καὶ κοινόταται πᾶσιν εἰσιν αἱ εἰς τὴν Κιλικίαν καὶ τὴν Συρίαν ὑπερβολαί· καλεῖται δὲ 10 Εὐσέβεια ἡ πρὸς τῷ Ταύρῳ· ἀγαθὴ δὲ καὶ πεδιὼς ἡ πλείστη. τὰ δὲ Τύανα ἐπίκειται χώματι Σεμιράμιδος τετειχισμένῳ και λῶς. οὐ πολὺ δ ̓ ἄπωθεν ταύτης ἐστὶ τά τε Καστάβαλα καὶ τὰ Κύβιστρα, ἔτι μᾶλλον τῷ ὄρει πλησιάζοντα πολίσματα· ὧν ἐν τοῖς Κασταβάλοις ἐστὶ τὸ τῆς Περασίας Αρτέμιδος ἱερόν, 15 ὅπου φασὶ τὰς ἱερείας γυμνοῖς τοῖς ποσὶ δι ̓ ἀνθρακιᾶς βαδίζειν ἀπαθεῖς· κἀνταῦθα δέ τινες τὴν αὐτὴν θρυλοῦσιν ἱστο ρίαν τὴν περὶ τοῦ Ὀρέστου καὶ τῆς Ταυροπόλου, Περασίαν κεκλῆσθαι φάσκοντες διὰ τὸ πέραθεν κομισθῆναι. ἐν μὲν δὴ τῇ Τυανίτιδι στρατηγίᾳ τῶν λεχθεισῶν δέκα ἔστι πόλισμα τὰ 20 Τύανα (τὰς δ ̓ ἐπικτήτους οὐ συναριθμῶ ταύταις, τὰ Καστά βαλα καὶ τὰ Κύβιστρα καὶ τὰ ἐν τῇ τραχείᾳ Κιλικίᾳ, ἐν ᾗ τὴν Ἐλαιοῦσσαν νησίον εὔκαρπον συνέκτισεν Αρχέλαος ἀξιολόγως, καὶ τὸ πλέον ἐνταῦθα διέτριβεν), ἐν δὲ τῇ Κιλικία και λουμένῃ τὰ Μάζακα, ἡ μητρόπολις τοῦ ἔθνους· καλεῖται δ' C. 538 25 Εὐσέβεια καὶ αὕτη, ἐπίκλησιν ἡ πρὸς τῷ Ἀργαίῳ· κεῖται γὰρ

ὑπὸ τῷ Ἀργαίῳ ὄρει πάντων ὑψηλοτάτῳ καὶ ἀνέκλειπτον χιόνι Α. 812 τὴν ἀκρώρειαν ἔχοντι, ἀφ ̓ ἧς φασιν οἱ ἀναβαίνοντες (οὗτοι δ ̓

2. ἐνιαυσίων CDhi ἐνιαυσιαίαν χ. 3. τῷ ἱερῷ codd. ναι στρατηγίαι πόλεις ἔχουσιν Ε. 7. τανεῖτις CDal. Συρίαν om. Ε. 10. και ante Εὐσέβεια add. Cor.

6. δύο μόν

9. τὴν ante Verba ἀγαθὴ

- ἡ πλείστη tam sunt abrupta, ut excidisse nonnulla haud iniuria suspiceris. 11. ὑπόκειται 0. 12. άποθεν Ε. 13. τὰ ante πολίσματα add. C. 14. Dianae Persicae Guar. 17. περὶ om. S. 19. λεχθέντων 03. 22. ἐλαιοῦσαν Cx ἐλεούσσαν, et αι supra alterum e add., Ε: v. ad p. 535 in. 24. μάξακα Dhiorx μάζα και 1 μέ ζακα Ε.

εὔκαιρον Ε.

εἰσὶν ὀλίγοι) κατοπτεύεσθαι ταῖς αἰθρίαις ἄμφω τὰ πελάγη, τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν. τὰ μὲν οὖν ἄλλα ἀφυῆ πρὸς συνοικισμὸν ἔχει πόλεως· ἄνυδρός τε γάρ ἐστι καὶ ἀνώχν ρος διά * τε* τὴν ὀλιγωρίαν τῶν ἡγεμόνων καὶ ἀτείχιστος (τάχα δὲ καὶ ἐπίτηδες, ἵνα μή, ὡς ἐρύματι πεποιθότες τῷ 5 τείχει σφόδρα, λῃστεύοιεν πεδίον οἰκοῦντες λόφους ὑπερδεξίους ἔχον † καὶ ἐμβελεῖς) καὶ τὰ κύκλῳ δὲ χωρία ἔχει τελέως ἄφορα καὶ ἀγεώργητα, καίπερ ὄντα πεδινά· ἀλλ ̓ ἔστιν ἀμμώδη καὶ ὑπόπετρα. μικρὸν δ ̓ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μετ στὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλούς, ὥστε πόρρωθεν ἡ 10 κομιδὴ τῶν ἐπιτηδείων. καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον· ἀξύλου γὰρ ὑπαρχούσης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας, ὁ Ἀργαῖος ἔχει περικείμενον δρυμόν, ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν, ἀλλ ̓ οἱ ὑποκείμενοι τῷ δρυμῷ τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν, ἅμα δὲ καὶ 15 ὕφυδροί εἰσι ψυχρῷ ὕδατι, οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος, ὥστε καὶ ποάζειν τὴν πλείστην· ἔστι δ ̓ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος, καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπ ̓ αὐτοῦ. οἱ μὲν οὖν ἔμπειροι φυλαττόμενοι τὸν ξυλισμὸν ποιοῦνται, τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι, 20 καὶ μάλιστα τοῖς κτήνεσιν, ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός.

8. Ἔστι δὲ καὶ ποταμὸς ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως, Μέλας καλούμενος, ὅσον τετταράκοντα σταδίους διέχων τῆς πόλεως, ἐν ταπεινοτέρῳ τῆς πόλεως χωρίῳ τὰς πηγὰς ἔχων. 25 ταύτῃ μὲν οὖν ἄχρηστος αὐτοῖς ἐστιν, οὐχ ὑπερδέξιον ἔχων τὸ

--

-

3. ἀνόχυρος Χyl. 4. τε asteriscis incl. Cor. 6. ληστεύοιεν] πιστεύοιεν codd, Xyl. corr. οἰκοῦντες πεδίον Cor. 7. καὶ ἐμβελεῖς om. χ. ἐμμελεῖς Ο εμβριθεῖς ald.: καὶ οὐκ ἐμβελεῖς proposuit V. D. in censura edit. Tzsch. (v. ephem. Heidelb.), ac negatio haud dubie desideratur; crediderim tamen potius καὶ mutandum in οὐκ. 9. Επε όπτερα 1. 10. βάθρων Clorwrx βάθρα, et pa ante 9 sec. m. add., D βάραθρα hi Tzsch.: Cor. corr. e coni. Xyl.

14. of om. C. πόρτους τω.

λας

21. γὰρ post εμπίπτουσιν add. 23. Verba τῷ πόλεως om. χ.

[blocks in formation]

12.

οὔσης Ε ald.

[blocks in formation]

βόθρους]

[blocks in formation]

21. Verba Μέ

ῥεῦμα, εἰς ἕλη δὲ καὶ λίμνας διαχεόμενος κακοῖ τὸν ἀέρα τοῦ θέρους τὸν περὶ τὴν πόλιν, καὶ τὸ λατομεῖον δὲ ποιεῖ δύσχρη στον, καίπερ εὔχρηστον ὄν· πλαταμώνες γάρ εἰσιν, ἀφ ̓ ὧν τὴν λιθίαν ἔχειν ἄφθονον συμβαίνει τοῖς Μαζακηνοῖς πρὸς τὰς οἰ 5 κοδομίας, καλυπτόμεναι δ ̓ ὑπὸ τῶν ὑδάτων αἱ πλάκες ἀντιπράττουσι. καὶ ταῦτα δ ̓ ἐστὶ τὰ ἕλη πανταχοῦ πυρίληπτα. Αριαράθης δ' ὁ βασιλεύς, τοῦ Μέλανος κατά τινα στενὰ ἔχοντος τὴν εἰς τὸν † Εὐφράτην διέξοδον, ἐμφράξας ταῦτα λίμνην πελαγίαν ἀπέδειξε τὸ πλησίον πεδίον, ἐνταῦθα δὲ νησῖδάς τι 10 νας, ὡς τὰς Κυκλάδας, ἀπολαβόμενος διατριβὰς ἐν αὐταῖς ἐποι- Α. 813 εἶτο μειρακιώδεις· ἐκραγὲν δ ̓ ἀθρόως τὸ ἔμφραγμα, ἐξέκλυσε C. 539 πάλιν τὸ ὕδωρ, πληρωθεὶς δ ̓ ὁ † Εὐφράτης τῆς τε τῶν Καππαδόκων πολλὴν παρέσυρε καὶ κατοικίας καὶ φυτείας ἠφάνισε πολλάς, τῆς τε τῶν Γαλατῶν τῶν τὴν Φρυγίαν ἐχόντων οὐκ 15 ὀλίγην ἐλυμήνατο. ἀντὶ δὲ τῆς βλάβης ἐπράξαντο ζημίαν αὐ τὸν τάλαντα τριακόσια, Ῥωμαίοις ἐπιτρέψαντες τὴν κρίσιν. τὸ δ ̓ αὐτὸ συνέβη καὶ περὶ ἅρπα· καὶ γὰρ ἐκεῖ τὸ τοῦ Καρμάλα ῥεῦμα ἐνέφραξεν, εἶτ ̓ ἐκραγέντος τοῦ στομίου καὶ τῶν Κιλίκων τινὰ χωρία τὰ περὶ Μαλλον διαφθείραντος τοῦ ὕδα 20 τος, δίκας ἔτισεν τοῖς ἀδικηθεῖσιν.

9. Αφυὲς δ ̓ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν μάλιστα οἱ βασιλεῖς ἑλέσθαι δοκοῦσιν, ὅτι τῆς χώρας ἁπάσης τόπος ἦν μεσαίτατος οὗτος τῶν ξύλα ἐχόν των ἅμα καὶ λίθον πρὸς τὰς οἰκοδομίας καὶ χόρτον, οὗ πλεῖ25 στον ἐδέοντο κτηνοτροφοῦντες· τρόπον γάρ τινα στρατόπεδον

4. λιθείαν ίχ.

8. Euphratis nomen falsum esse h. 1. et per se et ex Galatarum Phrygiaeque mentione liquet: scripserat igitur haud dubie Strabo harum regionum peritissimus τὸν Ἅλυν et paulo post ὁ Άλυς. 11. ἔκφραγμα ου%. 17. ἦρπα Dh ἧρπαν οι ὗρπαν κ. 18. στό

ματος ald.

19. τον ante Μαλλον add. ald.

20.

μαλὸν irg. ἔτισαν Dhir ἔτισεν codd. rell. 22. δν] ὃ codd., mutavi de sent. Cor. exposita in nott.; in ipso verborum contextu ὂν post κατοικίαν addiderat, omisso δ. om. w. - τῶν] τὰ ο*. στον C(?) ald.

Strabo. I.

μάλιστα om. Ι.
ἔχων Χ,

βασιλέων Ι.

23. οὗτος

omisso articulo τῶν.

24. πλεί

33

ἦν αὐτοῖς ἡ πόλις. τὴν δ ̓ ἄλλην ἀσφάλειαν τὴν αὑτῶν τε καὶ
σωμάτων ἐκ τῶν ἐρυμάτων εἶχον τῶν ἐν τοῖς φρουρίοις, ἃ
πολλὰ ὑπάρχει, τὰ μὲν βασιλικά, τὰ δὲ τῶν φίλων. ἀφέστηκε
δὲ τὰ Μάζακα τοῦ μὲν Πόντου περὶ ὀκτακοσίους σταδίους
πρὸς νότον, τοῦ δ ̓ Εὐφράτου μικρὸν ἐλάττους ἢ διπλασίους, 5
τῶν Κιλικίων δὲ πυλῶν ὁδὸν ἡμερῶν ἓξ καὶ τοῦ Κυρίνου στρα-
τοπέδου διὰ Τυάνων· κατὰ μέσην δὲ τὴν ὁδὸν κεῖται τὰ Τύ
ανα, διέχει δὲ Κυβίστρων τριακοσίους σταδίους. χρῶνται δὲ
οἱ Μαζακηνοὶ τοῖς Χαρώνδα νόμοις, αἱρούμενοι καὶ νομῳδόν,
ὅς ἐστιν αὐτοῖς ἐξηγητὴς τῶν νόμων, καθάπερ οἱ παρὰ Ρω- 10
μαίοις νομικοί. διέθηκε δὲ φαύλως αὐτοὺς Τιγράνης ὁ Ἀρμέ
νιος, ἡνίκα τὴν Καππαδοκίαν κατέδραμεν· ἅπαντας γὰρ ἀνα-
στάτους ἐποίησεν εἰς τὴν Μεσοποταμίαν καὶ τὰ Τιγρανόκερτα
ἐκ τούτων συνώκισε τὸ πλέον· ὕστερον δ ̓ ἐπανῆλθον οἱ δυνά-
μενοι μετὰ τὴν τῶν Τιγρανοκέρτων ἅλωσιν.

10. Μέγεθος δὲ τῆς χώρας κατὰ πλάτος μὲν τὸ ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον ὅσον χίλιοι καὶ ὀκτακόσιοι στάδιοι, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μέχρι Εὐφράτου Α. 814 πρὸς τὴν ἕω καὶ τὴν Ἀρμενίαν περὶ τρισχιλίους. ἀγαθὴ δὲ

15

καὶ καρποῖς, μάλιστα δὲ σίτῳ καὶ βοσκήμασι παντοδαποῖς, νο- 20 τιωτέρα δ ̓ οὖσα του Πόντου ψυχροτέρα ἐστίν· ἡ δὲ Βαγα

--

τοῖς om. r.

1. τὴν ante αὑτῶν om. Cor. αὐτῶν codd., Cor. corr. 2. τῶν ante σωμάτων add. Cor. proximis ita commutatis: καὶ τῶν χρημάτων εἶχον ἐν τοῖς φρουρίοις κτλ. Quae audacia nimia est ac non ferenda: sed σωμάτων, quod apto sensu caret h. 1., censeo mutandum esse in χρημάτων. ἐκ τῶν ἐρυμάτων om. rw. τῶν] τὸ τω. 4. περὶ om. im. ἄρκτον h. 1. adnotatum est in marg. %. 6. κιλί κων ίχχ. κυρήνου ή (in hoc tamen est etiam κυρίνου) η καυρή νου r; insolens est adiectivi forma pro Κυρείου, nec plane improbabiliter του Κύρου scribendum esse coniecit Raderus ad Q. Curtium III, 4, 1, ubi Cyri castra ad portas Cilicias sita commemorantur (cf. Xen. Anab. I, 2, 20. Arr. exped. Alex. II, 4, 3). 7. κεῖνται 1. 11. αὐτοὺς φαύλως C. 13. τιγρανοκερτῶν Dh. add. E. 19. τὴν utroque loco om. Ε. 20. om. E, asteriscis inclusit Cor. σίτῳ καὶ om. Ε. γαβαδανία codd. rell., exc. C; Βαγαδαονία Tzsch. et Cor. ex coni. Gas., coll. Steph. s. v.: cf. II, 73.

διακοσίους i. 18. τὸ ante ἀπὸ καὶ ante καρποῖς 21. γαβανία Ε

δαονία, καίπερ πεδιὰς οὖσα καὶ νοτιωτάτη πασῶν (ὑποπέπτωκε γὰρ τῷ Ταύρῳ), μόλις τῶν καρπίμων τι φέρει δέν δρων, ἀναγροβότος δ ̓ ἐστὶ καὶ αὕτη καὶ ἡ πολλὴ τῆς ἄλλης, καὶ μάλιστα ἡ περὶ Γαρσαύιρα καὶ Λυκαονίαν και Μοριμη C. 540 5 νήν. ἐν δὲ τῇ Καππαδοκία γίνεται καὶ ἡ λεγομένη Σινωπική μίλτος, ἀρίστη τῶν πασῶν· ἐνάμιλλος δ ̓ ἐστὶν αὐτῇ καὶ ἡ Ἰβηρική· ὠνομάσθη δὲ Σινωπική, διότι κατάγειν ἐκεῖσε εἰώθεσαν οἱ ἔμποροι, πρὶν ἢ τὸ τῶν Ἐφεσίων ἐμπόριον μέχρι τῶν ἐνθάδε ἀνθρώπων διῖχθαι. λέγεται δὲ καὶ κρυστάλλου πλάκας 10 καὶ ὀνυχίτου λίθου πλησίον τῆς τῶν Γαλατῶν ὑπὸ τῶν Ἀρ χελάου μεταλλευτῶν εὑρῆσθαι. ἦν δέ τις τόπος καὶ λίθου λευκοῦ, τῷ ἐλέφαντι κατὰ τὴν χρόαν ἐμφερούς, ὥσπερ ἀκόνας τινὰς οὐ μεγάλας ἐκφέρων, ἐξ ὧν τὰ λαβία τοῖς μαχαιρίοις κατεσκεύαζον· ἄλλος δ ̓ [εἰς] τὰς διόπτρας βώλους μεγάλας ἐκ15 διδούς, ὥστε καὶ ἔξω κομίζεσθαι. ὅριον δ ̓ ἐστὶ τοῦ Πόντου καὶ τῆς Καππαδοκίας ὀρεινή τις παράλληλος τῷ Ταύρῳ, τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῶν ἑσπερίων ἄκρων τῆς Χαμμανηνῆς, ἐφ ̓ ἧς ἵδρυται φρούριον ἀπότομον Δασμένδα, μέχρι τῶν ἑωθινῶν τῆς Λαουιανσηνῆς. στρατηγίαι δ ̓ εἰσὶ τῆς Καππαδοκίας ή τε 20 Χαμμανηνὴ καὶ ἡ Λαουιανσηνή.

2. καὶ ante μόλις add. CDhilrw ald. 3. ἀγρόβοτος codd., Tzsch. corr. ex coni. Cas. 4. γαρσαυίρα Dhios (sed in hoc σαργασίαν ex corr.) γαρσαβιερα Γ' σάργαυσα κ γαρσαυέραν Ι(?) ald. Γαρσαυρίαν Tzsch. ex coni. Cas.: Γαρσάουρα scripsit Cor., sed v. ad 537. 7. εiώθασιν codd. edd.: correxi ex coni. Grosk. 8. ἐμπορεῖον CD (sed in hoc in εμπόριον sec. m. mut.) low. 9. κρυστάλου 15. 11. μετ ταλλόντων C μεταλλευόντων Ι(?) ald. ex coni. Cor. (v. nott.).

om. C.

[ocr errors]

εὑρέσθαι codd. edd.: correxi 12. εμφερής codd., Cor. corr. 13. οὐ

[ocr errors]

14. ἄλλως CDhilrw. δὲ τὰς codd., Cor. corr.: similiter Coelius Rhodig. (v. Antiq. lectt. 12, 9 p. 445 ) legerat δ ̓ ἐς διόπτρας, Salmas. (in Solin. p. 183) δὲ ταῖς διόπτραις. μεγάλους il ald. 17. καμμανηνῆς Dlu καμαννηνῆς C κομμανηνῆς η κομανηνῆς ἐχ κομ μαγηνής οι καμμαγηνής ald. 18. δασμέδα Cu δασμέσα ο δασμέ νων ald. 19. λαβιανσινῆς C λαουιανσινῆς D λανιανσινῆς ilo λανιασινῆς τε λανιασηνής h sed i sup. prius add. λανιασινῆς ald. Λαουινιασηνῆς Tzsch. Cor. 20. χαμαννηνὴ Cho χαμανηνὴ il καμανηνὴ κ καμαννηνὴ %. – λαβιασινή C λαουασινή D λαυιασηνή η λαυιανσινή η λανιαυσινή χ λανιανσινή ή λανιασινή ald. Λαουινιασηνή Tzsch. Cor.

« PreviousContinue »