Page images
PDF
EPUB

ρευσε παρὰ Πάρθοις, ἔπειτα δι ̓ ἐκείνων ἔτυχε καθόδου, λαβόντων μισθὸν ἑβδομήκοντα αὐλῶνας τῆς Ἀρμενίας· αὐξηθεὶς δὲ καὶ ταῦτα ἀπέλαβε τὰ χωρία καὶ τὴν ἐκείνων ἐπόρθησε, τήν τε περὶ Νίνον καὶ τὴν περὶ Ἄρβηλα· ὑπηκόους δ ̓ ἔσχε καὶ 5 τὸν Ἀτροπατηνὸν καὶ τὸν Γορδυαῖον, μεθ ̓ ὧν καὶ τὴν λοιπὴν Μεσοποταμίαν, ἔτι δὲ τὴν Συρίαν αὐτὴν καὶ Φοινίκην, διαβὰς τὸν Εὐφράτην, ἀνὰ κράτος εἷλεν. ἐπὶ τοσοῦτον δ ̓ ἐξαρθεὶς καὶ πόλιν ἔκτισε πλησίον τῆς Ἰβηρίας μεταξὺ ταύ της τε καὶ τοῦ κατὰ τὸν Εὐφράτην Ζεύγματος, ἣν ὠνόμασε 10 Τιγρανόκερτα, ἐκ δώδεκα ἐρημωθεισῶν ὑπ ̓ αὐτοῦ πόλεων Ἑλληνίδων ἀνθρώπους συναγαγών. ἔφθη δ ̓ ἐπελθὼν Λεύ κολλος ὁ τῷ Μιθριδάτη πολεμήσας καὶ τοὺς μὲν οἰκήτορας εἰς τὴν οἰκείαν ἑκάστου ἀπέλυσε, τὸ δὲ κτίσμα, ἡμιτελὲς ἔτι ὄν, κατέσπασε προσβαλὼν καὶ μικρὰν κώμην κατέλιπεν, Α. 805 15 ἐξήλασε δὲ καὶ τῆς Συρίας αὐτὸν καὶ τῆς Φοινίκης. διαδεξά μενος δ ̓ Ἀρταουάσδης ἐκεῖνον τέως μὲν ηὐτύχει, φίλος ὢν Ῥωμαίοις, Ἀντώνιον δὲ προδιδοὺς Παρθυαίοις ἐν τῷ πρὸς αὐ τοὺς πολέμῳ, δίκας ἔτισεν· ἀναχθεὶς γὰρ εἰς Ἀλεξάνδρειαν ὑπ ̓ αὐτοῦ, δέσμιος πομπευθεὶς διὰ τῆς πόλεως τέως μὲν ἐφρου20 ρεῖτο, ἔπειτ ̓ ἀνῃρέθη, συνάπτοντος τοῦ Ἀκτιακού πολέμου. μετ ̓ ἐκεῖνον δὲ πλείους ἐβασίλευσαν ὑπὸ Καίσαρι καὶ Ῥωμαίοις ὄντες· καὶ νῦν ἔτι συνέχεται τὸν αὐτὸν τρόπον.

16. Ἅπαντα μὲν οὖν τὰ τῶν Περσῶν ἱερὰ καὶ Μῆδοι καὶ Ἀρ μένιοι τετιμήκασι, τὰ δὲ τῆς Ἀναΐτιδος διαφερόντως Αρμένιοι,

4. περὶ Νίνον] περίνιον codd., Cas. corr. e coni. Xyl. 5. ἀτραπατηνὸν C. - γορδιαῖον C. 6. καὶ ante τὴν Συρίαν add. lorwa edd. 8. ἔκτιζε CDhir. Ιβηρίας corruptum esse cum diu animadversum sit, quid scriptum fuerit a nemine adhuc inventum est; parum aple enim coniecisse Cellarium (v. Geogr. ant. II, p. 330) τοῦ Νιβά ρου, Falconerum τῆς Ἀρμενίας, Groskurdium της Ασσυρίας, facile intelligitur. Urbis autem nomen cum videatur requiri, Strabo, ni fallor, scripserat τῆς Νισίβιος, prope quam Tigranocerta sita fuisse in ipsa Mygdonia docet p. 522. XVI, 747; cf. Taciti Ann. XV, 4: alia v. ap. Ritter. (Erdkunde XI, 106 sqq.). 11. συνάγων τω. 13. οἰκίαν CD. 14. κώ μην πόλιν χ. 16. εὐτύχει lorwas ald. 17. årτώνιος orw. 18. τίσαι codd., Xyl. corr. 19. και ante δέσμιος add. Cor. haud incommode, sed participia haud raro participiis subiungit Strabo. 23. và om. C. καὶ post ἱερὰ om. Χ. 24. τανάιδος codd.

15. δὲ om. l.

1

ἔν τε ἄλλοις ἱδρυσάμενοι τόποις, καὶ δὴ καὶ ἐν τῇ Ακιλισηνῇ. ἀνατιθέασι δ ̓ ἐνταῦθα δούλους καὶ δούλας· καὶ τοῦτο μὲν οὐ θαυμαστόν, ἀλλὰ καὶ θυγατέρας οἱ ἐπιφανέστατοι τοῦ ἔθνους ἀνιεροῦσι παρθένους, αἷς νόμος ἐστὶ καταπορνευθείσαις πολὺν χρόνον παρὰ τῇ θεῷ μετὰ ταῦτα δίδοσθαι πρὸς γάμον, οὐκ 5 ἀπαξιοῦντος τῇ τοιαύτῃ συνοικεῖν οὐδενός. τοιοῦτον δέ τι καὶ C. 533 Ηρόδοτος λέγει τὸ περὶ τὰς Λυδάς· πορνεύειν γὰρ ἁπάσας. οὕτω δὲ φιλοφρόνως χρῶνται τοῖς ἐρασταῖς, ὥστε καὶ ξενίαν παρέχουσι καὶ δώρα ἀντιδιδόασι πλείω πολλάκις ἢ λαμβάνου σιν, ἅτ ̓ ἐξ εὐπόρων οἴκων ἐπιχορηγούμεναι· δέχονται δὲ οὐ 10 τοὺς τυχόντας τῶν ξένων, ἀλλὰ μάλιστα τοὺς ἀπὸ ἴσου ἀξιώ

ματος.

ταναίτις θεά Epit., eandemque formam praebet Εust. ad Dion. v. 846. et ad II. E, 295. p. 987, 11 R.: similem corruptelam hoc nomen passum est etiam apud alios scriptores, sed verum restituit Xyl.: cf. p.512. XII, 559. XVI, 733. 4. ἀνιεροῦσι παρθένους om. 0%.

ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ

ΚΕΦΑΛΑΙΑ.

ΤΟΥ ΔΩΔΕΚΑΤΟΥ ΒΙΒΛΙΟΥ ΚΕΦΑΛΑΙ

Το δωδέκατον περιέχει τὰ ὑπόλοιπα τῆς Ποντικῆς χώρας καὶ ἐφεξῆς Καππαδοκίαν, Γαλατίαν, Βιθυνίαν, Μυσίαν, Φρυγίαν, Μαιονίαν, καὶ 5 πρὸ τούτων Σινωπίδα, πόλιν Ποντικήν, καὶ Ἡράκλειαν καὶ Ἀμάσειαν ἔτι Ισαυρίαν, Λυκίαν, Παμφυλίαν, Κιλικίαν μετὰ τῶν παρακειμένων νήσων καὶ ὁρῶν καὶ ποταμῶν.

ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ

ΔΩΔΕΚΑ Τ Ο Ν.

10

CAPUT Ι.

1. Καὶ ἡ Καππαδοκία ἐστὶ πολυμερής τε καὶ συχνὰς δε- Α. 806 δεγμένη μεταβολάς. οἱ δ ̓ οὖν ὁμόγλωττοι μάλιστά εἰσιν οἱ ἀφορι ζόμενοι πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρο, πρὸς ἕω δὲ τῇ Ἀρμενίᾳ καὶ τῇ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις

4. καππαδοκίας Ο. μαιωνία CD (sed @ in o mut. sec. m.) 5. πρὸ – Αμάσειαν om. v. guvxz. 11. Excidisse nonnulla initio huius libri inde a Xylandro omnes censuerunt et editores et interpretes: atque est sane paulo abruptior oratio, neque tamen ita comparata, ut iusto careat connexu cum proximis ac deesse aliquid pro certo affirmes. δ ̓ ante ἐστὶ add. Cor. πολυμερείς D (sed et sec. m.

[ocr errors]

in litura est scriptum: antea i scriptum fuisse videatur) hi πολυμερὶς r.

τε om. Ε. 12. τὰς ante μεταβολὰς add. ald.

οἱ ante ἀφοριζόμενοι valde incommodum. 13. 14. ετερογλώσσοις Ε.

ὁμόγλωτοι Γ.

τῇ Κιλικίᾳ Ι.

ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Αλυος, πρὸς δύσιν δὲ τῷ τε τῶν Παφλαγόνων ἔθνει καὶ Γαλατῶν τῶν τὴν Φρυγίαν ἐποικησάντων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων.

2. Καὶ αὐτῶν δὲ τῶν ὁμογλώττων οἱ παλαιοὶ τοὺς Κα· 5 Α. 807 τάονας καθ ̓ αὑτοὺς ἔταττον, ἀντιδιαιροῦντες τοῖς Καππάδοξιν, ὡς ἑτεροεθνέσι, καὶ ἐν τῇ διαριθμήσει τῶν ἐθνῶν μετὰ τὴν Καππαδοκίαν ἐτίθεσαν τὴν Καταονίαν, εἶτα τὸν Εὐφράτην καὶ τὰ πέραν ἔθνη, ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῇ Καταονίᾳ τάττειν, ἣ μεταξὺ κεῖται ταύτης τε καὶ τοῦ Εὐφράτου, 10 συνάπτουσα τῇ Κομμαγηνῇ, μέρος τε τῆς Καππαδοκίας ἐστὶ δέκατον κατὰ τὴν εἰς δέκα στρατηγίας διαίρεσιν τῆς χώρας. C. 534 οὕτω γὰρ δὴ οἱ καθ ̓ ἡμᾶς βασιλεῖς οἱ πρὸ Ἀρχελάου διατεταγμένην εἶχον τὴν ἡγεμονίαν τῆς Καππαδοκίας· δέκατον δ ̓ ἐστὶ μέρος καὶ ἡ Καταονία. καθ ̓ ἡμᾶς δὲ εἶχε στρατηγὸν ἑκα- 15 τέρα ἴδιον· οὔτε δ ̓ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος ἐν τού τοις πρὸς τοὺς ἄλλους Καππάδοκας ἐμφαινομένης, οὔτε ἐκ * τῆς* τῶν ἄλλων ἐθῶν, θαυμαστὸν πῶς ἠφάνισται τελέως τὰ σημεῖα τῆς ἀλλοεθνίας. ἦσαν δ ̓ οὖν διωρισμένοι, προσεκτή σατο δ ̓ αὐτοὺς Ἀριαράθης ὁ πρῶτος προσαγορευθεὶς Καππα- 20 δόκων βασιλεύς.

3. Ἔστι δ ̓ ὥσπερ Χερρονήσου μεγάλης ἰσθμὸς οὗτος, σφιγγόμενος θαλάτταις δυσί, τῇ τε τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς τραχείας Κιλικίας καὶ τῇ τοῦ Εὐξείνου μεταξὺ Σινώπης τε καὶ τῆς τῶν Τιβαρηνῶν παραλίας· ἐντὸς δὲ τοῦ ἰσθμοῦ λέγο- 25 μεν χερρόνησον τὴν προσεσπέριον τοῖς Καππάδοξιν ἅπασαν,

3. μετοικησάντων codd., Cor. corr.: cf. p. 544. 5. ὁμογλώσσων Ε. 12. την om. Ε. 15. Ante και Grosk. putat excidisse ἡ Μελιτηνή falso, ut facile intelligitur ex iis quae infra disputantur de decem istis Cappadociae partibus: decima quaedam pars erat utraque terra, et Melitene et Cataonia; eaedem, antiquitus coniunctae, iam duos habebant suum quaeque praefectos. 17. καππαδόκας Ι. 18. τῆς om. 0%, nec ferri potest. άλλων om. Tzsch. Cor. ἐθνῶν codd., exc. 3: Tzsch. corr. ex coni. Cas. οὐκ ante ἠφάνισται add. Cor. 20. αριαβά θης τω. 22. δ' ὥσπερ om. C. χερσονήσου Ε χερροννήσου D ο 25. τῆς om. r. 26. τοῖς om. Ε.

sic frequenter.

23. ισικού Ε.

[ocr errors]

ἣν Ηρόδοτος μὲν ἐντὸς Αλυος καλεῖ· αὕτη γάρ ἐστιν, ἧς ἦρ ξεν ἁπάσης Κροῖσος, λέγει δ ̓ αὐτὸν ἐκεῖνος τύραννον ἐθνέων τῶν ἐντὸς Αλυος ποταμοῦ. οἱ δὲ νῦν τὴν ἐντὸς τοῦ Ταύρου καλοῦσιν Ἀσίαν, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ ταύτην Ασίαν προσ5 αγορεύοντες. περιέχεται δ ̓ ἐν αὐτῇ πρῶτα μὲν ἔθνη τὰ ἀπὸ τῆς ἀνατολῆς Παφλαγόνες τε καὶ Φρύγες καὶ Λυκάονες, ἔπειτα Βιθυνοὶ καὶ Μυσοὶ καὶ ἡ Ἐπίκτητος, ἔτι δὲ Τρωὰς καὶ Ἑλλησποντία, μετὰ δὲ τούτους ἐπὶ θαλάττῃ μὲν Ἑλλήνων οἵ τε Αίολεῖς καὶ Ἴωνες, τῶν δ ̓ ἄλλων Καρές τε καὶ Λύκιοι, ἐν δὲ τῇ Α. 808 10 μεσογαία Λυδοί. περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον.

4. Τὴν δὲ Καππαδοκίαν εἰς δύο σατραπείας μερισθεῖσαν ὑπὸ τῶν Περσῶν παραλαβόντες Μακεδόνες περιεῖδον τὰ μὲν ἑκόντες τὰ δ ̓ ἄκοντες εἰς βασιλείας ἀντὶ σατραπειῶν περιστᾶ σαν· ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ωνόμασαν καὶ πρὸς τῷ 15 Ταύρῳ καὶ νή Δία μεγάλην Καππαδοκίαν, τὴν δὲ Πόντον, οἱ δὲ τὴν πρὸς τῷ Πόντῳ Καππαδοκίαν. τῆς δὲ μεγάλης Καπ παδοκίας νῦν μὲν οὐκ ἴσμεν πω τὴν διάταξιν· τελευτήσαντος γὰρ τὸν βίον Ἀρχελάου τοῦ βασιλεύσαντος, ἔγνω Καισάρ τε καὶ ἡ σύγκλητος ἐπαρχίαν εἶναι Ῥωμαίων αὐτήν. ἐπ ̓ ἐκείνου 20 δὲ καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς δέκα στρατηγίας διηρημέ νης τῆς χώρας, πέντε μὲν ἐξητάζοντο αἱ πρὸς τῷ Ταύρῳ, Μελιτηνή, Καταονία, Κιλικία, Τυανίτις, Γαρσαυρῖτις πέντε

[ocr errors]

7. Βιθυνοί] βυννηνοί Ε. 8. αιολέες codd. edd. 9. κάρες D. 12. περιεῖλον codd., idemque Eust. legit, ut suspicari licet ex iis quae tradit ad Dion. v. 970: Xyl. corr. 13. βασιλείαν Ε. ἀντὶ] αὐτίκα 0. 15. νη Δία om. Ε. 17. πω τὴν] πρώτην codd. edd., cui τὴν praemisit Cor.: correxi ex coni. Tyrwh. felicissima. Videtur enim nova Cappadociae forma quam imperaverat Tiberius (v. Tac. Ann. II, 42. Dio Cass. LVII, 17. Eutr. VII, 11) tum, cum Strabo haec scribebat, nondum plane fuisse constituta. 18. βασιλεύοντος C(?)lorwxx. 22. και ante Καταονία add. lorw edd. και ante Κιλικία add. codd, exc. Ei Epit., edd. τυαν τις codd., exc. E Epit: cf. Steph. s. v. τε καὶ ante Γαρσαυρίτις add. ο. γασαυρῖτις D γαυσαυρῖτις Τι γαυσαρῖτις 2 σαυρί h τις 4 Ισαυρίτις οπ ἰσαρῖτις η Γαρσαυρίτις, quod exhibent CE Epit, confirmatur auctoritate Ptolemaei (v. V, 6) Pliniique (v. H. N. VI, 3); neque tamen extra dubitationem posita est haec forma: cf. ad Ρ. 537.

« PreviousContinue »