Page images
PDF
EPUB

λιν ἄλλην ἐπιστροφὴν εἰς τὴν Βαβυλωνίαν καὶ τὸν Περσικον κόλπον. ὁ δὲ Τίγρις ἐκ τοῦ νοτίου μέρους τοῦ αὐτοῦ ὄρους ἐνεχθεὶς ἐπὶ τὴν Σελεύκειαν συνάπτει τῷ Εὐφράτῃ πλησίον καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς αὐτόν, εἶτ ̓ ἐκδίδωσι καὶ 5 αὐτὸς εἰς τὸν αὐτὸν κόλπον. διέχουσι δὲ ἀλλήλων αἱ πηγαὶ τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγριος περὶ δισχιλίους καὶ πεντα 6 κοσίους σταδίους.

4. Ἀπὸ δ ̓ οὖν τοῦ Ταύρου πρὸς ἄρκτον ἀποσχίδες πολλαὶ γεγόνασι, μία μὲν ἡ τοῦ καλουμένου Ἀντιταύρου· καὶ γὰρ ἐν10 ταῦθα οὕτως ὠνομάζετο ὁ τὴν Σωφηνὴν ἀπολαμβάνων ἐν αὐ λῶνι μεταξὺ κειμένῳ αὐτοῦ τε καὶ τοῦ Ταύρου. πέραν δὲ τοῦ Εὐφράτου κατὰ τὴν μικρὰν Ἀρμενίαν ἐφεξῆς τῷ Ἀντιταύρῳ πρὸς ἄρκτον ἐπεκτείνεται μέγα ὄρος καὶ πολυσχιδές· καλοῦσι δὲ τὸ μὲν αὐτοῦ Παρυάδρην, τὸ δὲ Μοσχικὰ ὄρη, τὸ δ ̓ ἄλλοις Α. 793 15 ὀνόμασι· ταῦτα δ ̓ ἀπολαμβάνει τὴν Ἀρμενίαν ὅλην μέχρι Ἰβήρων καὶ Ἀλβανῶν. εἶτ ̓ ἄλλ ̓ ἐπανίσταται πρὸς ἕω, τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης μέχρι Μηδίας, τῆς τε Ἀτροπατίου καὶ τῆς μεγάλης· καλοῦσι δὲ καὶ ταῦτα τὰ μέρη πάντα C. 522 τῶν ὀρῶν Παραχοάθραν καὶ τὰ μέχρι τῶν Κασπίων πυλῶν 20 καὶ ἐπέκεινα ἔτι πρὸς ταῖς ἀνατολαῖς τὰ συνάπτοντα τῇ Ἀρίᾳ. τὰ μὲν δὴ πρόσβορα ὄρη οὕτω καλοῦσι, τὰ δὲ νότια τὰ πέραν τοῦ Εὐφράτου τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς πρὸς ἕω τείνοντα κατ ̓ ἀρχὰς μὲν αὐτὸ τοῦτο καλεῖται Ταῦρος, διορίζων τὴν Σωφηνὴν καὶ τὴν ἄλλην Αρμενίαν ἀπὸ τῆς Μεσο25 ποταμίας· τινὲς δὲ Γορδυαῖα ὄρη καλοῦσιν. ἐν δὲ τούτοις ἐστὶ

[ocr errors]

2. του νοτίου μέρους om. o ald. αὐτούρου ὄρους D. 6. τί γριδος lorx ald. τίγονος Γ. 8. ἀπὸ γοῦν, et δ supra y pr. m. add., D. απόσχιες codd., exc. C(?) et a, in quo posteriores vocis syllabae duae omissae sunt, vacuo spatio relicto. 10. σοφηνὴν Dhi. 12. μετὰ μικρὰν Ι. 14. Παρυάδρην] πολυάρρην codd. et Epit., Tzsch. corr. ex coni. Salm. ad Solin. Ρ. 440. τὸ δ'] τὰ δ ̓ CDhlrw. 16. τὴν ὑπερκειμένην ox ald.: in hac deinde τὰ ὑπερκείμενα subiiciuntur verbo με γάλης. 17. ἀτραπατίου D (sed circa alterum a sec. m. pictum est o) hi 19. παραχοάνθραν 1 παρὰ χοάθραν Π. 21. πρόσβορρα Cor. τὰ δὲ νότια μέρη τὰ περὶ . 22. και ante τῆς Καππαδοκίας add. org: codem loco άлò excidisse admodum probabiliter coniecit Grosk. διορίζον Ε. 24. σοφηνὴν Dh. 25. γορδιαῖα roxx γονδιαῖα ἔθνη Ε.

Strabo. II.

31

23.

καὶ τὸ Μάσιον, τὸ ὑπερκείμενον τῆς Νισίβιος ὄρος καὶ τῶν Τιγρανοκέρτων. ἔπειτα ἐξαίρεται πλέον καὶ καλεῖται Νιφάτης· ἐνταῦθα δέ που καὶ [αἱ] τοῦ Τίγριος πηγαὶ κατὰ τὸ νότιον τῆς ὀρεινῆς πλευρόν· εἶτ ̓ ἀπὸ τοῦ Νιφάτου μᾶλλον ἔτι καὶ μᾶλλον ἡ ῥάχις ἐκτεινομένη τὸ Ζάγριον ὄρος ποιεῖ, τὸ διορίζον 5 τὴν Μηδίαν καὶ τὴν Βαβυλωνίαν· μετὰ δὲ τὸ Ζάγριον ἐκδέχεται ὑπὲρ μὲν τῆς Βαβυλωνίας ἥ τε τῶν Ἐλυμαίων ὀρεινὴ καὶ ἡ τῶν Παραιτακηνῶν, ὑπὲρ δὲ τῆς Μηδίας ἡ τῶν Κοσσαίων· ἐν μέσῳ δ ̓ ἐστὶν ἡ Μηδία καὶ ἡ Ἀρμενία, πολλὰ μὲν ὄρη περιλαμβάνουσα, πολλὰ δὲ ὀροπέδια, ὡσαύτως δὲ πεδία καὶ αὐλῶνας μεγάλους, 10 συχνὰ δὲ καὶ ἔθνη τὰ περιοικοῦντα, μικρά, ὀρεινὰ καὶ λῃστρικὰ τὰ πλείω. οὕτω μὲν τοίνυν τίθεμεν ἐντὸς τοῦ Ταύρου τήν τε Μηδίαν, ἧς εἰσι καὶ αἱ Κάσπιοι πύλαι, καὶ τὴν Ἀρμενίαν.

5. Καθ ̓ ἡμᾶς μὲν τοίνυν προσάρκτια ἂν εἴη τὰ ἔθνη ταῦτα, ἐπειδὴ καὶ ἐντὸς τοῦ Ταύρου, Ερατοσθένης δέ, πεποιημένος 15 τὴν διαίρεσιν εἰς τὰ νότια μέρη καὶ τὰ προσάρκεια καὶ τὰς ὑπ ̓ αὐτοῦ λεγομένας σφραγῖδας, τὰς μὲν βορείους καλῶν, τὰς δὲ νοτίους, ὅρια ἀποφαίνει τῶν κλιμάτων ἀμφοῖν τὰς Κασπί ους πύλας· εἰκότως οὖν τὰ νοτιώτερα * πρὸς ἕω τείνοντα* τῶν Κασπίων πυλῶν νότια ἂν ἀποφαίνοι, ὧν ἐστι καὶ ἡ Μηδία 20 καὶ ἡ Ἀρμενία, τὰ δὲ βορειότερα πρόσβορα, κατ ̓ ἄλλην καὶ ἄλλην διάταξιν τούτου συμβαίνοντος. τάχα δὲ οὐκ ἐπέβαλε τούτῳ, διότι ἔξω τοῦ Ταύρου πρὸς νότον οὐδέν ἐστιν οὔτε τῆς Αρμενίας μέρος οὔτε τῆς Μηδίας.

ων

[ocr errors]

6. αλιμέων 1 8. παραιτα

9. πα

2. τιγρανοκερτῶν D. 3. αἱ om. codd. τρίγγιος Ε. δέχεται ω. 7. εὐλυμέων CDxx εὐλυμένων ἢ εὐλιμένων τ ἐλιμέων r: ἐλυμαίων, quod restituit Tzsch., legitur in E. σηνῶν Dhilur παραιτασινῶν Cox παραιτακήνων (sic) Ε. ραλαμβάνουσα, et περι pr. m. supra add., D περιλαμβάνουσαι Cor. ex sent. Du Theil. 13. κάσπιαι Er (sed κασπιοι supra add.). 16. καὶ τὰ] κατὰ τὰ codd. (sed καὶ τὰ additum est in marg. x, ubi simul ad καὶ τὰς in proximis adiicitur κατὰ τὰς): Xyl. corr. 18. ὅριον C. 19. πρὸς ἕω τείνοντα cum ferri non posse intellexisset Du Theil, coniecit Strabonem scripsisse πρὸς ἕω καὶ πρὸς δύσιν τείνοντα, quae Grosk. recepit: sed sic quoque incommodissime adiici haec verba, minime necessaria, liquet. Quapropter ciicienda potius quam corrigenda esse censeo. 21. πρόσβορρα Cor.

CAPUT XIII.

1. Ἡ δὲ Μηδία δίχα διῄρηται· καλοῦσι δὲ τὴν μὲν μεγά λην, ἧς μητρόπολις τὰ Ἐκβάτανα, μεγάλη πόλις καὶ τὸ βασίλειον ἔχουσα τῆς Μήδων ἀρχῆς (διατελοῦσι δὲ καὶ νῦν οἱ Παρ- Α. 794 5 θυαῖοι τούτῳ χρώμενοι βασιλείᾳ, καὶ θερίζουσί γε ἐνταῦθα

οἱ βασιλεῖς· ψυχρὰ γὰρ ἡ Μηδία· τὸ δὲ χειμάδιόν ἐστιν αὐ τοῖς ἐν Σελευκείᾳ τῇ ἐπὶ τῷ Τίγρι πλησίον Βαβυλῶνος), ἡ δ ̓ ἑτέρα μερίς ἐστιν ἡ Ἀτροπάτιος Μηδία· τοὔνομα δ ̓ ἔσχεν ἀπὸ C. 523 τοῦ ἡγεμόνος Ἀτροπάτου, ὃς ἐκώλυσεν ὑπὸ τοῖς Μακεδόσι γί10 νεσθαι καὶ ταύτην, μέρος οὖσαν μεγάλης Μηδίας· καὶ δὴ καὶ βασιλεὺς ἀναγορευθεὶς ἰδίᾳ συνέταξε καθ ̓ αὑτὴν τὴν χώραν ταύτην, καὶ ἡ διαδοχή σώζεται μέχρι νῦν ἐξ ἐκείνου, πρός τε τοὺς Ἀρμενίων βασιλέας ποιησαμένων ἐπιγαμίας τῶν ὕστερον καὶ Σύρων καὶ μετὰ ταῦτα Παρθυαίων.

15

2. Κεῖται δὲ ἡ χώρα τῇ μὲν Ἀρμενίᾳ καὶ τῇ Ματιανῇ πρὸς ἕω, τῇ δὲ μεγάλῃ Μηδίᾳ πρὸς δύσιν, πρὸς ἄρκτον δ ̓ ἀμφοτέραις· τοῖς δὲ περὶ τὸν μυχὸν τῆς Ὑρκανίας θαλάττης καὶ †τῆς Ματιανῆς ἀπὸ νότου παράκειται. ἔστι δ ̓ οὐ μικρὰ κατὰ τὴν δύναμιν, ὥς φησιν Ἀπολλωνίδης, ἥ γε καὶ * κατὰ * μυρίους 20 ἱππέας δύναται παρέχεσθαι, πεζῶν δὲ τέτταρας μυριάδας. λίμνην δ ̓ ἔχει τὴν Σπαῦταν, ἐν ᾗ ἅλες ἐπανθοῦντες πήττονται·

Dhi.

[ocr errors]

2. μεγάλη πόλις om. Ε. 4. ἀρχῆς om. Ε. 6. χειμαδεῖον 7. τίγριδι Εοαπ τίγρηδι ald. Τίγρει Cor. πλησίον] ἐγγὺς Ε. 9. γενέσθαι lorwas edd. 11. κατ' αὐτὴν Ehlorw. 14. καὶ] μετὰ codd., Xyl. corr. 15. Verba καὶ τῇ Ματιανῇ, Falconero ac Du Theilio iam suspecta, Cor. asteriscis inclusit: neque infitiandum est, difficilem esse hunc locum ad explicandum; incertior tamen est Matianes situs, quam ut liceat audacius quid mutare. Brequ. coniecit τῇ μὲν Ἀρμενίᾳ τῇ μεγάλῃ parum probabiliter. 16. πρὸς δ ̓ ἄρκτον edd. 18. τοῖς Ματιανοῖς Tzsch. Cor. ex coni. Cas.; καὶ μέρει τῆς Ματιανής scribendum censent Mannert. (v. V, 2 p. 143) et Grosk.: equidem existimo scriptum fuisse καὶ τῇ Ματιανῇ, quae cur corrupta sint obscurum non est: simul subnasci potest suspicio, verba καὶ τῇ Ματιανῇ, quae supra vidimus addita satis incommode, primum ad corrigendum hunc locum in margine fuisse adiecta, ac postea illo loco male inserta. 19. κατὰ om. * Cor., nec videtur ferendum esse. 21. σπαύτα D (ν in fine

εἰσὶ δὲ κνησμώδεις καὶ ἐπαλγεῖς, ἔλαιον δὲ τοῦ πάθους ἄκος, ὕδωρ δὲ γλυκὺ τοῖς καπυρωθεῖσιν ἱματίοις, εἴ τις κατ' ἄγνοιαν βάψειεν εἰς αὐτὴν πλύσεως χάριν. ἔχουσι δ ̓ ἰσχυροὺς γείτονας τοὺς Ἀρμενίους καὶ τοὺς Παρθυαίους, ὑφ ̓ ὧν περικόπτονται πολλάκις· ἀντέχουσι δ ̓ ὅμως καὶ ἀπολαμβάνουσι τὰ ἀφαιρε- 5 θέντα, καθάπερ τὴν Συμβάκην ἀπέλαβον παρὰ τῶν Ἀρμενίων, ὑπὸ Ῥωμαίοις γεγονότων, καὶ αὐτοὶ προσεληλύθασι τῇ φιλίᾳ τῇ πρὸς Καίσαρα· θεραπεύουσι δ ̓ ἅμα καὶ τοὺς Παρθυαίους.

3. Βασίλειον δ ̓ αὐτῶν θερινὸν μὲν ἐν πεδίῳ ἱδρυμένον Γάζακα † ἐν φρουρίῳ ἐρυμνῷ Οὔερα, ὅπερ Αντώνιος ἐπολιόρκησε 10 κατὰ τὴν ἐπὶ Παρθυαίους στρατείαν. διέχει δὲ τοῦτο τοῦ Ἀράξου ποταμοῦ τοῦ ὁρίζοντος τήν τε Ἀρμενίαν καὶ τὴν Ἀτροπατηνὴν σταδίους δισχιλίους καὶ τετρακοσίους, ὥς φησιν ὁ Δέλλιος, ὁ τοῦ Ἀντωνίου φίλος, συγγράψας τὴν ἐπὶ Παρθυαίους αὐτοῦ στρατείαν, ἐν ᾗ παρῆν καὶ αὐτός, ἡγεμονίαν ἔχων. 15 ἔστι δὲ τῆς χώρας ταύτης τὰ μὲν ἄλλα εὐδαίμονα χωρία, ἡ

[ocr errors]

εἴ τι 1.

[ocr errors]

vocis erasum) hi σπαῦτα Cloz ald. σπαῦταν, quod primus recepit Tzsch., legitur in Egrxy: ac probabilior sane est haec terminatio, sed de reliqua nominis forma iure videtur dubitari: nominabatur enim hic lacus ab antiquis Armeniis Kapotan s. Kaputan Dzow, h. e. mare caeruleum (v. p. 529) unde Καπανταν h. 1. scribendum esse recte censuerunt L. Ingigi (v. Archaeol. Armen. I, p. 160) St. Martin (v. Mém. etc. I, 59.). 2. καταπυρωθεῖσιν Tzsch. parum apte verbum inferens aliunde non cognitum: nec tamen satis constat quae sit h. l. vis verbi καπυροῦν. 9. γάζα καὶ codd. edd., correxi ex Groskurdii coniectura multorumque aliorum scriptorum auctoritate: v. Steph. s. v. Ptolem. VI, 18. Amm. Marc. XXIII, 6. Theophanis Chronogr. p. 257. 270. (Par.) Cedren. p. 412. Niceph. Patriarch. ep. 12. Histor. Misc. XVIII, 16. Theoph. Simoc. Hist. Maur. V, 8, 10 etc. Quod nomen respondet Armeniorum nomini Gandsak (v. St. Martin 1. c. I, 129) i. e. locus thesauri. Eadem scriptura fortasse restituenda apud Plin. VI, 16, ubi nunc legitur Gazae. In proximis excidisse quaedam rectissime censet Grosk., nec male addit χειμάδιον s. χειμερινὸν δὲ: fortasse tamen plura addita fuerant. 10. Ultima littera nominis Ovέga incerta est in D, unde οὐέρ exhibent hi; Οὐέρα Cor.: de hoc nomine, quod respondet Persico Var i. e. sepes, arx, cf. Hupfeld. Medica p. 22. ἐπολιώρ κησε C. 14. ἀδέλφιος codd.: Tzsch. correxit ex coni. Cas., coll. Plut. Anton. 25. 59, articulum addens propter a, quod ex d repetito potius videatur ortum.

δὲ προσάρκτιος ὀρεινὴ καὶ τραχεῖα καὶ ψυχρά, Καδουσίων και τοικία τῶν ὀρεινῶν καὶ Ἀμάρδων καὶ Ταπύρων καὶ Κυρτίων καὶ ἄλλων τοιούτων, οἳ μετανάσται εἰσὶ καὶ λῃστρικοί. και Α. 795 γὰρ ὁ Ζάγρος καὶ ὁ Νιφάτης κατεσπαρμένα ἔχουσι τὰ ἔθνη 5 ταῦτα, καὶ οἱ ἐν τῇ Περσίδι Κύρτιοι καὶ Μάρδοι (καὶ γὰρ οὕτω λέγονται οἱ Ἄμαρδοι) καὶ οἱ ἐν τῇ Ἀρμενίᾳ μέχρι νῦν ὁμωνύμως προσαγορευόμενοι τῆς αὐτῆς εἰσὶν ἰδέας.

4. Οἱ δ ̓ οὖν Καδούσιοι πλήθει τῷ πεζῷ μικρὸν ἀπολείπονται τῶν Ἀριανῶν, ἀκοντισταὶ δ ̓ εἰσὶν ἄριστοι, ἐν δὲ τοῖς 10 τραχέσιν ἀνθ ̓ ἱππέων πεζοὶ διαμάχονται. Αντωνίῳ δὲ χαλεπήν C. 524 τὴν στρατείαν ἐποίησεν οὐχ ἡ τῆς χώρας φύσις, ἀλλ ̓ ὁ τῶν ὁδῶν ἡγεμών, ὁ τῶν Ἀρμενίων βασιλεὺς Ἀρταουάσδης, ὃν * εἰκὸς* ἐκεῖνος, ἐπιβουλεύοντα αὐτῷ, σύμβουλον ἐποιεῖτο καὶ κύριον τῆς περὶ τοῦ πολέμου γνώμης· ἐτιμωρήσατο μὲν οὖν 15 αὐτόν, ἀλλ ̓ ὀψέ, ἡνίκα πολλῶν αἴτιος κατέστη κακῶν Ῥω

μαίοις καὶ αὐτὸς καὶ ἐκεῖνος, ὅστις τὴν ἀπὸ τοῦ Ζεύγματος ὁδὸν τοῦ κατὰ τὸν Εὐφράτην μέχρι τοῦ ἅψασθαι τῆς Ἀτροπατηνῆς ὀκτακισχιλίων σταδίων ἐποίησε, πλέον ἢ διπλασίαν τῆς εὐθείας, διὰ ὀρῶν καὶ ἀνοδιῶν καὶ κυκλοπορίας.

20 5. Ἡ δὲ μεγάλη Μηδία τὸ μὲν παλαιὸν τῆς Ἀσίας ἡγήσατο πάσης, καταλύσασα τὴν τῶν Σύρων ἀρχήν· ὕστερον δ ̓ ὑπὸ Κύρου καὶ Περσῶν ἀφαιρεθεῖσα τὴν τοσαύτην ἐξουσίαν ἐπὶ Ἀστυάγου, διεφύλαττεν ὅμως πολὺ τοῦ πατρίου ἀξιώμα τος, καὶ ἦν τὰ Ἐκβάτανα χειμάδιον τοῖς Πέρσαις· ὁμοίως δὲ

2. ἀμάδων om. Ε.

καὶ γὰρ ante οὕτω.

3. τοιούτων om. Dii. 5. Μάρδοι] άμαρδοι codd., Tzsch. corr. ex sent. Cas., ipso connexu flagitante. μαρδοι om. Ο. 6. οἱ Ἄμαρδοι om. x inserto καὶ οὕτω λέγονται ἀμαρδοί post Ἀρμενίᾳ inseruntur in og. 8. ὑπολείπονται τω. 9. άνδρες δεινοὶ πετροβατεῖν καὶ ἀκοντι σταὶ ἄριστοι Τzschuck. Cor. ex Eust. ad Dion. 730, secuti Berkelium ad Steph. p. 434 paulo confidentius: multo enim probabilius est verba illa ab Eustathio liberius hunc locum referente addita esse, quam in codicibus omissa. 12. ἀρταούας δ ̓ ἦν CDhirxw ἀρταούσας δ ̓ ἦν Ι. 13. ὡς εἰκὸς χ Tzsch., εἰκὸς om. os edd. praeler Tzsch, atque ortum haud dubie est aliquo modo hoc verbum ex proximo. 19. xvκλοπορείας codd. (κυκλωπορείας Cr), exc. Dix: cf. 1, 91. XVI, 780. 20. Ασίας] μηδίας Ε. 24. Post Εκβάτανα

23. ἀστυάγους Εἰ

« PreviousContinue »