Page images
PDF
EPUB

σαι διὰ τέλους, τεμνόμεναι διὰ πενταετηρίδος, νέαι μὲν διε τεῖς ἐκφέρουσιν ἤδη καρπόν, τέλειαι δ ̓ ἀποδιδόασι τοσοῦτον, ὥστ ̓ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος. εὐερνῆ δ ̓ ἐστὶ καὶ τὰ βοσκήματα παρ' αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια.

4. Καὶ οἱ ἄνθρωποι κάλλει καὶ μεγέθει διαφέροντες, ἁπλοῖ 5 δὲ καὶ οὐ καπηλικοί· οὐδὲ γὰρ νομίσματι τὰ πολλὰ χρῶνται, οὐδὲ ἀριθμὸν ἴσασι μείζω τῶν ἑκατόν, ἀλλὰ φορτίοις τὰς ἀμοιβὰς ποιοῦνται, καὶ πρὸς τἆλλα δὲ τὰ τοῦ βίου ῥᾳθύμως ἔχουσιν. ἄπειροι δ ̓ εἰσὶ καὶ μέτρων τῶν ἐπ ̓ ἀκριβὲς καὶ στα θμῶν, καὶ πολέμου δὲ καὶ πολιτείας καὶ γεωργίας ἀπρονοήτως 10 ἔχουσιν· ὅμως δὲ καὶ πεζοὶ καὶ ἀφ ̓ ἵππων ἀγωνίζονται, ψιλοί τε καὶ κατάφρακτοι, καθάπερ Αρμένιοι.

5. Στέλλουσι δὲ μείζω τῆς Ἰβήρων στρατιᾶς ὁπλίζουσι γὰρ καὶ ἓξ μυριάδας πεζών, ἱππέας δὲ δισμυρίους καὶ δισχι λίους, ὅσοις προς Πομπήιον διεκινδύνευσαν. καὶ τούτοις δὲ 15 συμπολεμοῦσιν οἱ νομάδες πρὸς τοὺς ἔξωθεν, ὥσπερ τοῖς Ἴβηρσι κατὰ τὰς αὐτὰς αἰτίας. ἄλλως δ ̓ ἐπιχειροῦσι τοῖς ἀνθρώποις πολλάκις, ὥστε καὶ γεωργεῖν κωλύουσιν. ἀκοντισταὶ δέ εἰσι Α. 768 καὶ τοξόται, θώρακας ἔχοντες καὶ θυρεούς, περίκρανα δὲ θήρεια παραπλησίως τοῖς Ἴβηρσιν. ἔστι δὲ τῆς Ἀλβανῶν χώρας 20 καὶ ἡ Κασπιανή, τοῦ Κασπίου ἔθνους ἐπώνυμος, οὗπερ καὶ ἡ θάλαττα, ἀφανοῦς ὄντος νυνί. ἡ δ ̓ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἀλβανίαν εἰσβολὴ διὰ τῆς Καμβυσηνῆς ἀνύδρου τε καὶ τρα

[ocr errors]

καὶ ante νέαι add. Cor.

τὰ ante άγρια om. x.

8. δὲ τὰ om. Ε.

1. διὰ τέλους om. Ε. τεμνόμεναι δὲ pr. m. in D, sed δὲ sec. m. del.: commodissime vero adderetur particula. 3. ἐφιᾶσιν τω. 4. καὶ τὰ ἄγρια om. w. 5. μεγέθη C. 6. οὐδὲ] οὐ Ι. 7. μείζω] πλείω Ε. οὐδὲ ἀρι ὑμεῖν οἴδασι πλείω Εust. ad Dion. 1. c. 13. στρα τιάν coni. Villebr. recte, ut opinor. 14. πεζῶν] ἀνδρῶν codd., exc. Eg, edd.: illud recepi, et quod ipso sententiae nexu videbatur requiri, et quod Plutarchus in Pompeio (v. c. 35) eundem haud dubie auctorem, Theophanem ni fallor, secutus habet εξακισμυρίους πεζούς. μυρίους pro δισμυρίους scribendum censet Cas. ex Plutarchi l. c.: atque alterutrum numerum corruptum esse apparet, utrum vero dicas, incertum est. 15. ἐκινδύνευσαν Clorwas ald. 19. θυραίους D, sed αι in e mut. sec. m.j idem inter versus add. in C. νυμος Ε ald.

δὲ] τε χ.

θήρια Chi.

21. ὁμώ

22. την om. Ε.

23. καμβισηνῆς CDh: v.

ad

P.

501.

χείας ἐπὶ τὸν Ἀλαζόνιον ποταμόν. θηρευτικοὶ δὲ καὶ αὐτοὶ καὶ οἱ κύνες αὐτῶν εἰς ὑπερβολήν, οὐ τέχνῃ μᾶλλον ἢ σπουδῇ τῇ περὶ τοῦτο.

1

6. Διαφέρουσι δὲ καὶ οἱ βασιλεῖς· νυνὶ μὲν οὖν εἷς ἁπάν- C. 503 5 των ἄρχει, πρότερον δὲ καὶ καθ ̓ ἑκάστην γλῶτταν ἰδίᾳ ἐβασιλεύοντο ἕκαστοι. γλώτται δ ̓ εἰσὶν ἓξ καὶ εἴκοσι αὐτοῖς διὰ τὸ μὴ εὐεπίμικτον πρὸς ἀλλήλους. φέρει δ ̓ ἡ γῆ καὶ τῶν ἑρπε τῶν ἔνια τῶν θανασίμων καὶ σκορπίους καὶ φαλάγγια· τῶν δὲ φαλαγγίων τὰ μὲν ποιεῖ γελῶντας ἀποθνήσκειν, τὰ δὲ κλαί 10 οντας πόθῳ τῶν οἰκείων.

7. Θεοὺς δὲ τιμῶσιν Ἥλιον καὶ Δία καὶ Σελήνην, διαφερόντως δὲ τὴν Σελήνην. ἔστι δ ̓ αὐτῆς τὸ ἱερὸν τῆς Ἰβηρίας πλησίον· ἱερᾶται δ ̓ ἀνὴρ ἐντιμότατος μετά γε τὸν βασιλέα, προεστὼς τῆς ἱερᾶς χώρας, πολλῆς καὶ εὐάνδρου, καὶ αὐτῆς 15 καὶ τῶν ἱεροδούλων, ὧν ἐνθουσιῶσι πολλοὶ καὶ προφητεύου σιν· ὃς δ ̓ ἂν αὐτῶν ἐπὶ πλέον κατάσχετος γενόμενος πλανᾶται κατὰ τὰς ὅλας μόνος, τοῦτον συλλαβὼν ὁ ἱερεὺς ἁλύσει δήσας ἱερᾷ τρέφει πολυτελῶς τὸν ἐνιαυτὸν ἐκεῖνον, ἔπειτα προαχθεὶς εἰς τὴν θυσίαν τῆς θεοῦ, σὺν ἄλλοις ἱερείοις θύεται 20 μυρισθείς. τῆς δὲ θυσίας ὁ τρόπος οὗτος· ἔχων τις ἱερὰν λόγω χην, ᾗπέρ ἐστι νόμος ἀνθρωποθυτεῖν, παρελθὼν ἐκ τοῦ πλήθους, παίει διὰ τῆς πλευρᾶς εἰς τὴν καρδίαν, οὐκ ἄπειρος τοιούτου· πεσόντος δὲ σημειοῦνται μαντεῖά τινα ἐκ τοῦ πτώματος, καὶ εἰς τὸ κοινὸν ἀποφαίνουσι· κομισθέντος δὲ τοῦ σώματος εἴς τι χωρίον, ἐπιβαίνουσιν ἅπαντες καθαρσίῳ χρώ

25

μενοι.

8. Υπερβαλλόντως δὲ καὶ τὸ γῆρας τιμῶσιν Ἀλβανοί, καὶ τὸ τῶν ἄλλων, οὐ τῶν γονέων μόνον· τεθνηκότων δὲ οὐχ ὅσιον φροντίζειν οὐδὲ μεμνῆσθαι. συγκατορύττουσι μέντοι τὰ χρή

18.

23. μαν

1. αλαζώνιον Ε (sed o sup. o add.): per ω effertur in lru edd. 5. καὶ asteriscis inclusit Cor. 7. μή] μηδ' Ι. ἑρπόντων Ι. τὸν ἐνιαυτὸν ἐκεῖνον πολυτελῶς ο. 20. μερισθείς Irw. τεῖα om. x, in quo post πτώματος legitur μαντικήν: Cor. scripsit μα τείαν. 24. σώματος] πτώματος os (ex corr.). 27. καὶ post δὲ asteriscis inclusit Cor. 28. οὐ] οὐ τὸ ἢ καὶ τὸ oz ald. w(?)xyz edd.

νομίζουσι post ὅσιον add. v.

μόνων ο

ματα αὐτοῖς, καὶ διὰ τοῦτο πένητες ζῶσιν, οὐδὲν πατρῷον ἔχοντες. ταῦτα μὲν περὶ Ἀλβανῶν. λέγεται δ ̓ Ἰάσονα μετὰ Α. 769 Αρμένου τοῦ Θετταλοῦ κατὰ τὸν πλοῦν τὸν ἐπὶ τοὺς Κόλχους ὁρμῆσαι μέχρι τῆς Κασπίας θαλάττης, καὶ τήν τε Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν ἐπελθεῖν καὶ πολλὰ τῆς Ἀρμενίας καὶ τῆς Μη- 5 δίας, ὡς μαρτυρεῖ τά τε Ιασόνια καὶ ἄλλα ὑπομνήματα πλείω. τὸν δὲ Ἄρμενον εἶναι ἐξ Ἀρμενίου πόλεως, τῶν περὶ τὴν Βοι· βηίδα λίμνην μεταξὺ Φερῶν καὶ Λαρίσης· τοὺς σὺν αὐτῷ τε οἰκίσαι τήν τε Ακιλισηνὴν καὶ τὴν Συσπιρῖτιν ἕως Καλαχανῆς καὶ Ἀδιαβηνῆς, καὶ δὴ καὶ τὴν Ἀρμενίαν ἐπώνυμον κατα- 10

λιπεῖν.

CAPUT V.

1. Ἐν δὲ τοῖς ὑπὲρ τῆς Ἀλβανίας ὄρεσι καὶ τὰς Αμαζό νας οἰκεῖν φασι. Θεοφάνης μὲν οὖν ὁ συστρατεύσας τῷ Πομπηίῳ καὶ γενόμενος ἐν τοῖς Ἀλβανοῖς, μεταξὺ τῶν Ἀμαζόνων 15 καὶ τῶν Ἀλβανῶν φησι Γήλας οἰκεῖν καὶ Λήγας Σκύθας, καὶ ῥεῖν ἐνταῦθα τον Μερμάδαλιν ποταμὸν τούτων τε καὶ τῶν C. 504 Αμαζόνων ἀνὰ μέσον. ἄλλοι δέ, ὧν καὶ ὁ Σκήψιος Μητρό δωρος καὶ Ὑψικράτης, οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονότες, Γαργαρεῦσιν ὁμόρους αὐτὰς οἰκεῖν φασιν ἐν ταῖς ὑπωρεί- 20

[ocr errors]

3. ἀρμενίου codd.: cf. p. 530. Eust. ad Dion. v. 694. Steph. s. v. Ἀρμενία. 7. ἀρμένιον codd. Αρμένου Tzsch. Cor.; Ορμένου exhibet Eust. ad II. B, 734 p. 332, 13 R.: at v. p. 530. 9. οἰκῆσαι (?)rowxx ald. — ἀκιλησινὴν codd. Ακιλισινὴν Tzsch. Cor.: cf Ρ. 530 et passim. συσπειρῆτιν CDll ald. συσπιειρίτην % συσπειρῆτιν x συσπειρῆτιν Εν συσπιρίτην 2 συσπιρῆτιν gy: συσπιρῖτιν codd. omnes exhibent 530. P. Καλαχάνης Ε ald. 10. ἀδιαβανῆς CDow διαβανῆς Ι. Ceterum totum hunc locum inde a verbis λέγεται δ ̓ Ἰάσονα spurium esse suspicatus est Penzel., cum p. 530 ̊eadem narratio prolixior et accuratior prodeat; eique assentitur Tzsch.: quorum argumenta quam infirma sint facile intelligitur, ac recte monet Grosk. verba καθάπερ εἴρηται, quae infra adduntur, huc respicere. 16. CI. φασι Γέλαι et Λῆγες iidem populi nominantur a Plutarcho in Pomp. (c. 35), eundem auctorem Theophanem sequente: de prioris nominis scriptura cf. ad p. 508. 510., Berkel. ad Steph. s. v. Γηλύς et Bernhardyus ad Dion. Perieg. v. 1019. 17. μερμαδάλην C μερμάνδαλιν ο Guar.

αις ταῖς πρὸς ἄρκτον τῶν Καυκασίων ὁρῶν, ἃ καλεῖται Κεραύνια. τὸν μὲν ἄλλον χρόνον καθ ̓ αὑτὰς αὐτουργούσας ἕκα στα, τά τε πρὸς ἄροτον καὶ φυτουργίαν καὶ τὰ πρὸς τὰς νομάς, καὶ μάλιστα τῶν ἵππων, τὰς δ ̓ ἀλκιμωτάτας †τῶν ἵπ 5 πων κυνηγεσίαις πλεονάζειν καὶ τὰ πολέμια ἀσκεῖν· ἁπάσας δ ̓ ἐπικεκαῦσθαι τὸν δεξιὸν μαστὸν ἐκ νηπίων, ὥστε εὐπετῶς χρῆσθαι τῷ βραχίονι πρὸς ἑκάστην χρείαν, ἐν δὲ τοῖς πρώτοις πρὸς ἀκοντισμόν· χρῆσθαι δὲ καὶ τόξῳ καὶ σαγάρι καὶ πέλτῃ, δορὰς δὲ θηρίων ποιεῖσθαι περίκρανά τε καὶ σκεπάσματα και Α. 770 10 διαζώματα· δύο δὲ μῆνας ἐξαιρέτους ἔχειν τοῦ ἔαρος, καθ ̓ οὓς ἀναβαίνουσιν εἰς τὸ πλησίον ὄρος τὸ διορίζον αὐτάς τε καὶ τοὺς Γαργαρέας. ἀναβαίνουσι δὲ κἀκεῖνοι κατὰ ἔθος τι παλαιόν, συνθύσοντές τε καὶ συνεσόμενοι ταῖς γυναιξὶ τεκνοποιίας χάριν ἀφανῶς τε καὶ ἐν σκότει, ὁ τυχὼν τῇ τυχούσῃ, 15 ἐγκύμονας δὲ ποιήσαντες ἀποπέμπουσιν· αἱ δ ̓ ὅ τι μὲν ἂν θῆλυ τέκωσι κατέχουσιν αὐταί, τὰ δ ̓ ἄρρενα κομίζουσιν ἐκείνοις ἐκτρέφειν· ᾠκείωται δ ̓ ἕκαστος πρὸς ἕκαστον, νομίζων υἱὸν διὰ τὴν ἄγνοιαν.

2. Ὁ δὲ Μερμόδας, καταράττων ἀπὸ τῶν ὀρῶν διὰ τῆς

3. ἀροτὸν D pr. m., sed sec. m. tenorem in antepaenultimam retraxit, eique appictus est in Eh: cf. Hesychius s. v. 4. τῶν ἵππων] ἐφ ̓ ἵππων (?)ox edd., in equis Guar., quod satis commodum videtur, auctoritate tamen prorsus caret: suspicari possis, verba illa ex prioribus male hic esse repetita.. 6. μαθὸν Dhi μαζὸν rw Tzsch. Cor. propter etymologiam nominis Amazonum: at de ea non agitur h. 1. Ceterum μαστόν exhibet etiam Eust. ad Il. Γ, 189 p. 402, 45 R. 7. Ev πρώτοις δὲ οπ. 8. τῷ ante τόξῳ add. l. σαγάρῃ * σαγάρει ΕΙ (?) orwx edd. 9. δορύκρανα ald. ἐπίκρανα Tzsch. Cor., qui tamen in notis recte animadvertit ex errore ortam esse hanc scripturam. αιρέτως D pr. m., corr. sec. m. 12. τὸ ἔθος τὸ παλαιὸν Ι. om. Χ. 15. av om. oz. 19. μορμόδας Dl. Nullo alio loco commemoratur hoc nomen, nec diversus videtur hic fluvius ab eo, qui p. 503 extr. Mermadalis appellatur: inde hic quoque ita scribendum esse censuit Grusk. Ceterum haec verba usque ad ἐκδίδωσι, quae incommodissime sane narrationis seriem incidunt, pro additamento ex margine male huc recepto habenda esse iudicat Penzel., assentiente Tzsch. Verumtamen neque talia sunt, qualia eiusmodi additamenta esse solent, neque alium video locum aptiorem, quo scripta fuisse iure coniicias. In medio igi

Strabo. II.

29

10. 13. τε

τῶν Αμαζόνων καὶ τῆς Στρακηνῆς καὶ ὅση μεταξὺ ἔρημος,
εἰς τὴν Μαιώτιν ἐκδίδωσι. τοὺς δὲ Γαργαρέας συναναβῆναι
μὲν ἐκ Θεμισκύρας φασὶ ταῖς Ἀμαζόσιν εἰς τούσδε τοὺς τό-
πους, εἶτ ̓ ἀποστάντας αὐτῶν πολεμεῖν μετὰ Θρακῶν καὶ Εὐ
βοέων τινῶν πλανηθέντων μέχρι δεῦρο πρὸς αὐτάς, ὕστερον 5
δὲ καταλυσαμένους τὸν πρὸς αὐτὰς πόλεμον ἐπὶ τοῖς λεχθεῖσι
ποιήσασθαι συμβάσεις, ὥστε τέκνων συγκοινωνεῖν μόνον, ζῆν
δὲ καθ ̓ αὑτοὺς ἑκατέρους.

3. Ἴδιον δέ τι συμβέβηκε τῷ λόγῳ περὶ τῶν Αμαζόνων· οἱ μὲν γὰρ ἄλλοι τὸ μυθῶδες καὶ τὸ ἱστορικὸν διωρισμένον 10 ἔχουσι· τὰ γὰρ παλαιὰ καὶ ψευδῆ καὶ τερατώδη μῦθοι καλοῦνται, ἡ δ ̓ ἱστορία βούλεται τἀληθές, ἄν τε παλαιὸν ἄν τε νέον, καὶ τὸ τερατώδες ἢ οὐκ ἔχει ἢ σπάνιον· περὶ δὲ τῶν Αμαζό νων τὰ αὐτὰ λέγεται καὶ νῦν καὶ πάλαι, τερατώδη τε ὄντα καὶ πίστεως πόρρω. τίς γὰρ ἂν πιστεύσειεν, ὡς γυναικῶν 15 στρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἄν ποτε χωρὶς ἀνδρῶν, καὶ οὐ μόνον γε συσταίη, ἀλλὰ καὶ ἐφόδους ποιήσαιτο ἐπὶ τὴν ἀλ λοτρίαν καὶ κρατήσειεν οὐ τῶν ἐγγὺς μόνον, ὥστε καὶ μέχρι C. 505 τῆς νῦν Ἰωνίας προελθεῖν, ἀλλὰ καὶ διαπόντιον στείλαιτο στρατείαν μέχρι τῆς Ἀττικῆς; τοῦτο γὰρ ὅμοιον, ὡς ἂν εἴ τις λέ- 20 γοι, τοὺς μὲν ἄνδρας γυναῖκας γεγονέναι τοὺς τότε, τὰς δὲ γυναῖκας ἄνδρας. ἀλλὰ μὴν ταῦτά γε αὐτὰ καὶ νῦν λέγεται περὶ Α. 771 αὐτῶν, ἐπιτείνει δὲ τὴν ἰδιότητα καὶ τὸ πιστεύεσθαι τὰ παλαιὰ μᾶλλον ἢ τὰ νῦν.

4. Κτίσεις γοῦν πόλεων καὶ ἐπωνυμίαι λέγονται, καθάπερ 25 Ἐφέσου καὶ Σμύρνης καὶ Κύμης καὶ Μυρίνης, καὶ τάφοι καὶ ἄλλα ὑπομνήματα· τὴν δὲ Θεμίσκυραν καὶ τὰ περὶ τὸν Θερ

-

tur sunt relinquenda. καταρράττων χ edd. inde a Xyl.
ante Στρακηνής om. Ε. τὴν σιρακίνην ο της σιρακινής κ.
9. τῷ post λόγῳ add. Cor.

1. c.

1. τῆς 2. δὲ om. l.

16. ποτε et in proximis γε om. Eust. 19. στείλαι D pr. m., sed sec. m. corr. στείλασθαι ry στεί λαιντο τω. – στρατιὰν codd., exc. r, edd.: mutavi ex sent. Cor. 21. γεγονέναι] γινομένους ald. 22. ταῦτά γε ταὐτὰ coni. Cor. in nott. 26. πάφου Dhilrwx ald. πάφος ο πάφαι C, unde ταφαὶ scripsit Cor.: verius est, opinor, quod reposui. Paphi mentio prorsus aliena est ab hoc loco: cf. XII, 550. 27. và om. E.

« PreviousContinue »